← 狄摩西尼

控诉内埃拉

§108-113

奈埃拉的卖淫过往与宣判无罪的恶果

演说者揭露了奈埃拉在希腊各地流徙卖淫的过往,警告陪审官若判其无罪便是自担不敬神的罪责,并将招致家中贞淑女性的愤怒。他进而指出,判其无罪将践踏法律,迫使贫苦公民的女儿沦为娼妓,而交际花则将篡夺自由妇女的尊严与城邦特权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§108

ποῦ γὰρ αὕτη οὐκ εἴργασται τῷ σώματι, ἢ ποῖ οὐκ ἐλήλυθεν ἐπὶ τῷ καθʼ ἡμέραν μισθῷ; οὐκ ἐν Πελοποννήσῳ μὲν πάσῃ, ἐν Θετταλίᾳ δὲ καὶ Μαγνησίᾳ μετὰ Σίμου τοῦ Λαρισαίου καὶ Εὐρυδάμαντος τοῦ Μηδείου, ἐν Χίῳ δὲ καὶ ἐν Ἰωνίᾳ τῇ πλείστῃ μετὰ Σωτάδου τοῦ Κρητὸς ἀκολουθοῦσα, μισθωθεῖσα ὑπὸ τῆς Νικαρέτης, ὅτε ἔτι ἐκείνης ἦν; τὴν δὴ ὑφʼ ἑτέροις οὖσαν καὶ ἀκολουθοῦσαν τῷ διδόντι τί οἴεσθε ποιεῖν; ἆρʼ οὐχ ὑπηρετεῖν τοῖς χρωμένοις εἰς ἁπάσας ἡδονάς; εἶτα τὴν τοιαύτην καὶ περιφανῶς ἐγνωσμένην ὑπὸ πάντων γῆς περίοδον εἰργασμένην1 ψηφιεῖσθε ἀστὴν εἶναι;

事实上,这个女人在哪里没有出卖过肉体,为了每日的报酬又有什么地方未曾涉足?难道不是在整个伯罗奔尼撒,在色萨利和马格内西亚跟随拉里萨的西穆斯和梅狄奥斯之子欧律达马斯,在希俄斯以及伊奥尼亚的大部分地区跟随克里特人索塔德斯,当她还属于尼卡蕾特所有时,被其出租出卖肉体吗?一个受制于他人、跟随付钱者的人,你们以为她会做什么?难道不是侍奉雇佣她的人以满足一切享乐吗?那么,对于这样一个众所周知、巡游各地出卖肉体的女人,你们竟要投票认定她是公民吗?

§109

καὶ τί καλὸν φήσετε πρὸς τοὺς ἐρωτῶντας διαπεπρᾶχθαι, ἢ ποίᾳ αἰσχύνῃ καὶ ἀσεβείᾳ οὐκ ἔνοχοι αὐτοὶ εἶναι; πρὶν μὲν γὰρ γραφῆναι ταύτην καὶ εἰς ἀγῶνα καταστῆναι καὶ πυθέσθαι πάντας ἥτις ἦν καὶ οἷα ἠσέβηκεν, τὰ μὲν ἀδικήματα ταύτης ἦν, ἡ δʼ ἀμέλεια τῆς πόλεως· καὶ οἱ μὲν οὐκ ᾔδεσαν ὑμῶν, οἱ δὲ πυθόμενοι τῷ μὲν λόγῳ ἠγανάκτουν, τῷ δʼ ἔργῳ οὐκ εἶχον ὅ τι χρήσαιντο αὐτῇ, οὐδενὸς εἰς ἀγῶνα καθιστάντος οὐδὲ διδόντος περὶ αὐτῆς τὴν ψῆφον. ἐπειδὴ δὲ καὶ ἴστε πάντες καὶ ἔχετε ἐφʼ ὑμῖν αὐτοῖς καὶ κύριοί ἐστε κολάσαι, ὑμέτερον ἤδη τὸ ἀσέβημα γίγνεται τὸ πρὸς τοὺς θεούς, ἐὰν μὴ ταύτην κολάσητε.

面对询问者,你们能说自己办成了什么体面的事,又有什么耻辱与不敬神之罪是你们自己所不曾沾染的?因为在起诉这个女人、将她送上法庭、众人得知她是谁以及犯下何等不敬之罪前,罪过属于她,疏忽属于城邦;你们当中有些人不知情,而知情者在言辞上固然愤慨,在实际行动中却无法对她进行处置,因为没有人提起诉讼,也没有人让大家对她投下判决之票。但如今,既然你们所有人都知道了真相,处置权就在你们手中,且有权加以惩处,如果你们不惩处她,对神明的不敬此刻就成了你们自己的罪过。

§110

τί δὲ καὶ φήσειεν ἂν ὑμῶν ἕκαστος εἰσιὼν πρὸς τὴν ἑαυτοῦ γυναῖκʼ ἢ θυγατέρα ἢ μητέρα, ἀποψηφισάμενος ταύτης, ἐπειδὰν ἔρηται ὑμᾶς ποῦ ἦτε; καὶ εἴπητε ὅτι ἐδικάζομεν; τῷ; ἐρήσεται εὐθύς. Νεαίρᾳ δῆλον ὅτι φήσετε (οὐ γάρ;) ὅτι ξένη οὖσα ἀστῷ συνοικεῖ παρὰ τὸν νόμον, καὶ ὅτι τὴν θυγατέρα μεμοιχευμένην ἐξέδωκεν Θεογένει τῷ βασιλεύσαντι, καὶ αὕτη ἔθυσε τὰ ἱερὰ τὰ ἄρρητα ὑπὲρ τῆς πόλεως καὶ τῷ Διονύσῳ γυνὴ ἐδόθη, καὶ τἄλλα διηγούμενοι τὴν κατηγορίαν αὐτῆς, ὡς καὶ μνημονικῶς καὶ ἐπιμελῶς περὶ ἑκάστου κατηγορήθη.

而且,你们当中的每个人在投票宣告她无罪后回到家中,走向自己的妻子、女儿或母亲时,又能说什么呢——当她问你们: “你们去哪儿了?” 你们回答说: “我们在法庭审案。” “审谁的案?” 她会立即追问。 “奈埃拉的案子,”显然你们会这样说——难道不是吗? “因为她身为异邦人,违法与公民同居为婚;因为她把通奸过的女儿嫁给了担任执政王的忒奥革涅斯,而这个女儿代表城邦献祭了不可言说的秘仪,并被赐给狄奥尼索斯为妻,”你们还会向她们转述对她的其余控告,说明控方是如何有条不紊、详尽细致地就每一项罪状进行了指控。

§111

αἱ δὲ ἀκούσασαι ἐρήσονται τί οὖν ἐποιήσατε; ὑμεῖς δὲ φήσετε ἀπεψηφίσμεθα. οὐκοῦν ἤδη αἱ μὲν σωφρονέσταται τῶν γυναικῶν ὀργισθήσονται ὑμῖν, διότι ὁμοίως αὐταῖς ταύτην κατηξιοῦτε μετέχειν τῶν τῆς πόλεως καὶ τῶν ἱερῶν· ὅσαι δʼ ἀνόητοι, φανερῶς ἐπιδείκνυτε ποιεῖν ὅ τι ἂν βούλωνται, ὡς ἄδειαν ὑμῶν καὶ τῶν νόμων δεδωκότων·2 δόξετε γὰρ ὀλιγώρως καὶ ῥᾳθύμως φέροντες ὁμογνώμονες καὶ αὐτοὶ εἶναι τοῖς ταύτης τρόποις.

她们听后便会问: “那么,你们是怎么判的?” 而你们会说: “我们判她无罪。” 难道此时妇女中最贞洁自重者不会对你们勃然大怒吗?因为你们竟然认为这个女人配与她们同等享有城邦事务与神圣仪式的权利;而对于那些轻浮愚妄的女人,你们则公然向她们表明可以随心所欲,仿佛你们和法律已经赋予了她们免责特权;因为你们漫不经心、敷衍了事的态度,将被视为你们自己在心意上也赞同了她的生活方式。

§112

ὥστε πολὺ μᾶλλον ἐλυσιτέλει μὴ γενέσθαι τὸν ἀγῶνα τουτονὶ ἢ γενομένου ἀποψηφίσασθαι ὑμᾶς. κομιδῇ γὰρ ἤδη ἐξουσία ἔσται ταῖς πόρναις συνοικεῖν οἷς ἂν βούλωνται, καὶ τοὺς παῖδας φάσκειν οὗ ἂν τύχωσιν εἶναι· καὶ οἱ μὲν νόμοι ἄκυροι ὑμῖν ἔσονται, οἱ δὲ τρόποι τῶν ἑταιρῶν κύριοι ὅ τι ἂν βούλωνται διαπράττεσθαι. ὥστε καὶ ὑπὲρ τῶν πολιτίδων σκοπεῖτε, τοῦ μὴ ἀνεκδότους γενέσθαι τὰς τῶν πενήτων θυγατέρας.3

因此,这场官司要是根本未曾发生,远比发生了之后由你们判决无罪要有益得多。因为那时妓女们将享有完全的自由,随心所欲地与任何人同居,并声称自己的孩子是任何偶然之人的血脉;你们的法律将化为乌有,而交际花的风气将凌驾一切,行其所愿。因此,也请为女公民们的利益着想,免得穷人的女儿们落得无法出嫁的境地。

§113

νῦν μὲν γάρ, κἂν ἀπορηθῇ τις, ἱκανὴν προῖκʼ αὐτῇ ὁ νόμος συμβάλλεται, ἂν καὶ ὁπωστιοῦν μετρίαν ἡ φύσις ὄψιν ἀποδῷ· προπηλακισθέντος δὲ τοῦ νόμου ὑφʼ ὑμῶν ἀποφυγούσης ταύτης, καὶ ἀκύρου γενομένου, παντελῶς ἤδη ἡ μὲν τῶν πορνῶν ἐργασία ἥξει εἰς τὰς τῶν πολιτῶν θυγατέρας, διʼ ἀπορίαν ὅσαι ἂν μὴ δύνωνται ἐκδοθῆναι, τὸ δὲ τῶν ἐλευθέρων γυναικῶν ἀξίωμα εἰς τὰς ἑταίρας, ἂν ἄδειαν λάβωσι τοῦ ἐξεῖναι αὐταῖς παιδοποιεῖσθαι ὡς ἂν βούλωνται καὶ τελετῶν καὶ ἱερῶν καὶ τιμῶν μετέχειν τῶν ἐν τῇ πόλει.

因为在目前,即便有女子贫困拮据,只要大自然赋予哪怕稍可过得去的容貌,法律也会为她提供一份足够的嫁妆;但如果法律因这女人的脱罪而被你们践踏并归于无效,那么妓女的营生将彻底落到公民的女儿们身上——凡是因贫困而无法出嫁的女子皆会如此;而自由妇女的尊严则将归于交际花,只要她们获得了随心所欲生育后代、并分享城邦中秘仪、圣事及各项尊荣的特权。

语法注3 条
  1. 108γῆς περίοδον εἰργασμένην

    短语 γῆς περίοδον(“巡游大地/全境的周游”)作分词 εἰργασμένην(“出卖肉体/营生”)的同族宾格或内含宾格(cognate/internal accusative),亦兼有空间范围之意。字面意为“完成了巡回大地的出卖肉体”,修辞上极力强调奈埃拉流落各邦、四处卖淫的广阔范围。

  2. 111ὡς ἄδειαν ὑμῶν καὶ τῶν νόμων δεδωκότων

    由 ὡς 引导的属格独立结构(genitive absolute),修饰主动词 ἐπιδείκνυτε,表示主观理由、借口或表面假象(“如同……一般/以……为由”)。它指明如果陪审官宣告其无罪,便会在表面上给愚妄的妇人们造成一种印象,仿佛陪审法庭与法律本身已经赋予了她们肆意妄为的免责权(ἄδεια)。

  3. 112τοῦ μὴ ἀνεκδότους γενέσθαι τὰς τῶν πενήτων θυγατέρας

    由带冠词的属格不定式(τοῦ μὴ γενέσθαι)构成的否定目的从句(“为了不使……”),接在祈使动词 σκοπεῖτε(“当审慎考虑”)之后。不定式的逻辑主语为受格的 τὰς τῶν πενήτων θυγατέρας(“穷人的女儿们”),ἀνεκδότους(“嫁不出去的/未被聘定的”)作其表语形容词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:108-113