- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:121-126
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗多洛通过宣读证词与提议书,证实了斯特法诺斯拒绝交出奈埃拉的女仆接受拷讯的事实,并在阐明妻子、妾室与交际花之职责区别后,敦促陪審官为了维护神明与法度而对奈埃拉作出有罪判决,以此结束全篇演说。
αἳ ἴσασιν ἀκριβῶς Πρόξενόν τε τὸν τελευτήσαντα καὶ Ἀρίστωνα τὸν νῦν ὄντα καὶ Ἀντιδωρίδην τὸν σταδιοδρομοῦντα καὶ Φανὼ τὴν Στρυβήλην καλουμένην, ἣ Θεογένει τῷ βασιλεύσαντι συνῴκησεν, Νεαίρας ὄντας. καὶ ἐὰν φαίνηται ἐκ τῆς βασάνου γήμας Στέφανος οὑτοσὶ ἀστὴν γυναῖκα καὶ ὄντες αὐτῷ οἱ παῖδες οὗτοι ἐξ ἑτέρας γυναικὸς ἀστῆς καὶ μὴ Νεαίρας, ἤθελον ἀφίστασθαι τοῦ ἀγῶνος καὶ μὴ εἰσιέναι τὴν γραφὴν ταύτην.
这些女仆确切知道已故的普罗克塞诺斯、如今健在的阿里斯同、赛跑者安提多里得斯,以及被称作斯特吕贝勒且曾与担任王执政官的塞奥格内斯同居的法诺,全都是奈埃拉的儿女。如果通过严刑拷讯查明这个斯特法诺斯确曾娶过一位公民女子,且这些儿女是他与另一位公民女子所生而非奈埃拉所生,我本愿放弃诉讼,不再提起这项公诉。
τὸ γὰρ συνοικεῖν τοῦτʼ ἔστιν, ὃς ἂν παιδοποιῆται1 καὶ εἰσάγῃ εἴς τε τοὺς φράτερας καὶ δημότας τοὺς υἱεῖς, καὶ τὰς θυγατέρας ἐκδιδῷ ὡς αὑτοῦ οὔσας τοῖς ἀνδράσιν. τὰς μὲν γὰρ ἑταίρας ἡδονῆς ἕνεκʼ ἔχομεν, τὰς δὲ παλλακὰς τῆς καθʼ ἡμέραν θεραπείας τοῦ σώματος, τὰς δὲ γυναῖκας τοῦ παιδοποιεῖσθαι γνησίως καὶ τῶν ἔνδον φύλακα πιστὴν ἔχειν. ὥστʼ εἰ πρότερον ἔγημεν γυναῖκα ἀστὴν καὶ εἰσὶν οὗτοι οἱ παῖδες ἐξ ἐκείνης καὶ μὴ Νεαίρας, ἐξῆν αὐτῷ ἐκ τῆς ἀκριβεστάτης μαρτυρίας ἐπιδεῖξαι, παραδόντι τὰς θεραπαίνας ταύτας.
因为所谓同居结为夫妇正是指这种情况:凡是生育子女,并将儿子引荐给胞族和区民,又把女儿作为自己亲生的骨肉出嫁与丈夫为妻的人。因为我们蓄养交际花是为了享乐,蓄养妾室是为了肉体的日常照料,而娶妻子则是为了生育合法的后代,并在家中拥有一位忠实的守护者。因此,如果他先前确实娶过一位公民女子,且这些儿女是由她所生而非奈埃拉所生,他本可以通过交出这些女仆,借助最精确无误的证据将其证明出来。
ὡς δὲ προὐκαλεσάμην, τούτων ὑμῖν τήν τε μαρτυρίαν καὶ τὴν πρόκλησιν ἀναγνώσεται. λέγε τὴν μαρτυρίαν, ἔπειτα τὴν πρόκλησιν. ΜΑΡΤΥΡΙΑ. "Ἱπποκράτης Ἱπποκράτους Προβαλίσιος, Δημοσθένης Δημοσθένους Παιανιεύς, Διοφάνης Διοφάνους Ἀλωπεκῆθεν, Δεινομένης Ἀρχελάου Κυδαθηναιεύς, Δεινίας Φόρμου Κυδαντίδης, Λυσίμαχος Λυσίππου Αἰγιλιεὺς μαρτυροῦσι παρεῖναι ἐν ἀγορᾷ ὅτʼ Ἀπολλόδωρος προὐκαλεῖτο Στέφανον, ἀξιῶν παραδοῦναι εἰς βάσανον τὰς θεραπαίνας περὶ ὧν ᾐτιᾶτο Ἀπολλόδωρος Στέφανον περὶ Νεαίρας· στέφανον δʼ οὐκ ἐθελῆσαι παραδοῦναι τὰς θεραπαίνας· τὴν δὲ πρόκλησιν εἶναι ἣν παρέχεται Ἀπολλόδωρος."
为了表明我究竟是如何提出挑战提议的,书记官将向你们宣读有关这些事项的证词与提议书。请宣读证词,随后宣读提议书。 【证词】“普罗巴林索斯区的希波克拉底之子希波克拉底、派阿尼亚区的德摩斯梯尼之子德摩斯梯尼、阿洛佩凯区的狄奥法内斯之子狄奥法内斯、库达忒奈翁区的阿耳刻拉奥斯之子狄诺墨内斯、库丹提达伊区的福尔摩斯之子狄尼亚斯、艾吉利亚区的吕西波斯之子吕西马科斯作证:当阿波罗多洛就其指控斯特法诺斯关于奈埃拉的罪状,要求交出女仆以受拷问审讯,并向斯特法诺斯提出挑战提议时,他们正在市场上;斯特法诺斯不愿交出女仆;而阿波罗多洛所出示的提议书正是当时所提出的提议。”
λέγε δὴ αὐτὴν τὴν πρόκλησιν, ἣν προὐκαλούμην ἐγὼ Στέφανον τουτονί. ΠΡΟΚΛΗΣΙΣ. "τάδε προὐκαλεῖτο Ἀπολλόδωρος Στέφανον περὶ ὧν τὴν γραφὴν γέγραπται Νέαιραν, ξένην οὖσαν ἀστῷ συνοικεῖν, ἕτοιμος ὢν τὰς θεραπαίνας παραλαμβάνειν τὰς Νεαίρας, ἃς ἐκ Μεγάρων ἔχουσα ἦλθεν, Θρᾷτταν καὶ Κοκκαλίνην, καὶ ἃς ὕστερον παρὰ Στεφάνῳ ἐκτήσατο, Ξεννίδα καὶ Δροσίδα, τὰς εἰδυίας ἀκριβῶς περὶ τῶν παίδων τῶν ὄντων Νεαίρᾳ, ὅτι οὐκ ἐκ Στεφάνου εἰσίν, Πρόξενός τε ὁ τελευτήσας καὶ Ἀρίστων ὁ νῦν ὢν καὶ Ἀντιδωρίδης ὁ σταδιοδρομῶν καὶ Φανώ, ἐφʼ ᾧ τε βασανίσαι αὐτάς.2 καὶ εἰ μὲν ὁμολογοῖεν εἶναι Νεαίρας τούτους τοὺς παῖδας, πεπρᾶσθαι Νέαιραν κατὰ τοὺς νόμους καὶ τοὺς παῖδας ξένους εἶναι· εἰ δὲ μὴ ὁμολογοῖεν ἐκ ταύτης εἶναι αὐτοὺς ἀλλʼ ἐξ ἑτέρας γυναικὸς ἀστῆς, ἀφίστασθαι τοῦ ἀγῶνος ἤθελον τοῦ Νεαίρας,3 καὶ εἴ τι ἐκ τῶν βασάνων βλαφθείησαν αἱ ἄνθρωποι, ἀποτίνειν ὅ τι βλαβείησαν."
现在请宣读我向这个斯特法诺斯所提出的提议书本身。 【提议书】“阿波罗多洛针对他起诉奈埃拉身为异邦人而与公民同居的罪名,向斯特法诺斯提出如下挑战提议:阿波罗多洛准备接收奈埃拉从墨伽拉带来身旁的侍女色拉塔和科卡莉涅,以及后来在斯特法诺斯处购得的克塞尼斯和德罗西斯——她们确切了解奈埃拉所生的儿女,即已故的普罗克塞诺斯、如今健在的阿里斯同、赛跑者安提多里得斯和法诺并非斯特法诺斯所生——条件是对她们施以严刑拷讯。如果她们招认这些孩子属于奈埃拉,则奈埃拉依法被贬卖为奴,其子女沦为异邦人;但如果她们不招认孩子是她所生,而是由另一位公民女子所生,我本愿放弃对奈埃拉的诉讼;如果这些女子因拷讯遭受任何伤残,也愿赔偿其所受的一切伤害。”
ταῦτα προκαλεσαμένου ἐμοῦ, ἄνδρες δικασταί, Στέφανον τουτονί, οὐκ ἠθέλησεν δέξασθαι. οὔκουν ἤδη δοκεῖ ὑμῖν δεδικάσθαι ὑπʼ αὐτοῦ Στεφάνου τουτουί, ὦ ἄνδρες δικασταί, ὅτι ἔνοχός ἐστι τῇ γραφῇ Νέαιρα ἣν ἐγὼ αὐτὴν ἐγραψάμην, καὶ ὅτι ἐγὼ μὲν ἀληθῆ εἴρηκα πρὸς ὑμᾶς καὶ τὰς μαρτυρίας παρεσχόμην ἀληθεῖς, οὑτοσὶ δʼ ὅ τι ἂν λέγῃ πάντα ψεύσεται, καὶ ἐξελέγξει αὐτὸς αὑτὸν ὅτι οὐδὲν ὑγιὲς λέγει, οὐκ ἐθελήσας παραδοῦναι εἰς βασάνους τὰς θεραπαίνας ἃς ἐγὼ ἐξῄτουν αὐτόν;
陪审官诸君,当我向这个斯特法诺斯提出这些提议时,他却不愿接受。陪审官诸君,奈埃拉确实犯下了我起诉她的公诉罪名,我向你们说的是真话并提供了真实的证词,而这个人所说的一切都将是谎言,且他拒绝交出我所要求的女仆接受拷问,也将自证其言毫无正当道理——难道你们不认为这一切如今已经由这个斯特法诺斯本人亲自判定了吗?
ἐγὼ μὲν οὖν, ὦ ἄνδρες δικασταί, καὶ τοῖς θεοῖς, εἰς οὓς οὗτοι ἠσεβήκασιν, καὶ ἐμαυτῷ τιμωρῶν, κατέστησά τε τουτουσὶ εἰς ἀγῶνα καὶ ὑπὸ τὴν ὑμετέραν ψῆφον ἤγαγον. καὶ ὑμᾶς δὲ χρὴ νομίσαντας μὴ λήσειν τοὺς θεούς, εἰς οὓς οὗτοι παρανενομήκασιν, ὅ τι ἂν ἕκαστος ὑμῶν ψηφίσηται, ψηφίσασθαι τὰ δίκαια καὶ τιμωρεῖν μάλιστα μὲν τοῖς θεοῖς, ἔπειτα δὲ καὶ ὑμῖν αὐτοῖς. καὶ ταῦτα ποιήσαντες δόξετε πᾶσι καλῶς καὶ δικαίως δικάσαι ταύτην τὴν γραφήν, ἣν Νέαιραν ἐγὼ ἐγραψάμην, ξένην οὖσαν ἀστῷ συνοικεῖν.
因此,陪审官诸君,我既是为了被这伙人所亵渎的神明,也是为了我自己讨回公道,才将这些人送上法庭,交由你们表决裁决。你们也应当意识到,无论你们每个人如何投票,都绝不可能瞒过被这些人践踏了法度的神明,你们必须投下公正的一票,首先是为了神明,其次也是为了你们自己施行惩罚。只要这样做了,在所有人看来,你们就妥善而公正地审判了我因奈埃拉身为异邦人与公民同居而对她提起的这项公诉。
- 122τὸ γὰρ συνοικεῖν τοῦτʼ ἔστιν, ὃς ἂν παιδοποιῆται
在指示代名词 τοῦτο 之后,通常应接 ὅταν τις... 或不定式短语,此处却使用了带有虚拟语气的关系代词 ὃς ἂν(“凡是……之人”),作为实质上的定义从句。整句骨架构成了将动作 τὸ συνοικεῖν(同居/婚姻生活)与符合该条件的行为主体直接相对应的同格结构。
- 124ἐφʼ ᾧ τε βασανίσαι αὐτάς
ἐφʼ ᾧ (τε) 搭配不定式是表示“以……为条件”或“以便”的固定句式。此处用来引出接收女仆以对其施加拷问审讯的先决条件。
- 124ἀφίστασθαι τοῦ ἀγῶνος ἤθελον τοῦ Νεαίρας
未完成过去时 ἤθελον 表示提出该提议当时的主观意愿(“我本愿撤销诉讼”)。名词短语 τοῦ ἀγῶνος 与 τοῦ Νεαίρας 被动词 ἤθελον 隔开(超步法 hyperbaton),属格 τοῦ Νεαίρας 修饰 ἀγῶνος,意为“针对奈埃拉的诉讼”。
