- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg047.humanitext-grc2:8-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩者指出泰奥费摩斯始终拒绝交出女奴接受拷问以查明殴打真相,仅由其两名亲属作伪证,并从情理和逻辑上论证了其证词的虚假性。
τὴν δὲ ἄνθρωπον περὶ τῆς αἰκείας βασανίζεσθαι,1 ἐφʼ ᾗ ἐγὼ διώκω δίκῃ τὸν Θεόφημον, ἐπειδὴ τότε οὐ παρέσχεν, καὶ τὸν ἔλεγχον ἐξ ὧν ὁ Θεόφημος ἔλεγεν τότε ἐξαπατῶν τοὺς δικαστάς, ἐκ τούτων γίγνεσθαι; ἔφη γὰρ ἐν τῇ δίκῃ τῆς αἰκείας τοὺς μὲν μάρτυρας τοὺς παραγενομένους καὶ μαρτυροῦντας τὰ γενόμενα ἐν γραμματείῳ κατὰ τὸν νόμον ψευδεῖς εἶναι καὶ ὑπʼ ἐμοῦ παρεσκευασμένους, τὴν δʼ ἄνθρωπον τὴν παραγενομένην ἐρεῖν τἀληθῆ, οὐκ ἐκ γραμματείου μαρτυροῦσαν, ἀλλʼ ἐκ τῆς ἰσχυροτάτης μαρτυρίας, βασανιζομένην, ὁπότερος ἦρξε χειρῶν ἀδίκων.
况且,由于他当时并未提供那个女人,因而在我指控泰奥费摩斯殴打的诉讼中,本应就殴打之事对她进行拷问审查,并依据泰奥费摩斯当时蒙骗审判官所提出的借口来进行查验,难道不是必然的吗?因为他在那场殴打诉讼中声称,现场在场并依法通过书面文书对所发生之事作证的证人们皆属虚假且受我唆使,而在场的女人则会说出真相——她不是依据书面文书作证,而是通过拷问这一最强有力的证据形式,证明究竟是谁先动了不义之手。
ἃ δή, λόγῳ τότε καταχρώμενος καὶ μάρτυρας παρεχόμενος τούτων, ἠπάτα τοὺς δικαστάς, νῦν ἐξελέγχεται ψευδῆ ὄντα· τὸ γὰρ σῶμα τῆς ἀνθρώπου οὐ τολμᾷ παραδοῦναι, ὃ μεμαρτυρήκασιν αὐτὸν ἐθέλειν παραδοῦναι, ἀλλὰ μᾶλλον προῄρηται τὸν ἀδελφὸν καὶ τὸν κηδεστὴν ψευδομαρτυρίων ἀγωνίζεσθαι ἢ παραδοῦναι τὸ σῶμα τῆς ἀνθρώπου καὶ δικαίως ἀπηλλάχθαι, καὶ μὴ διὰ λόγων καὶ δεήσεως, ἐὰν δύνωνται ἐξαπατήσαντες ὑμᾶς ἀποφεύγειν, πολλάκις ἐμοῦ προκαλεσαμένου καὶ ἐξαιτήσαντος τὴν ἄνθρωπον καὶ τότε ἀξιοῦντος παραλαμβάνειν καὶ μετὰ τὴν δίκην, καὶ ὅτε ἐξέτινον αὐτοῖς, καὶ ἐφʼ ᾗ ἐγὼ δίκῃ τὸν Θεόφημον διώκω τῆς αἰκείας, καὶ ἐν τῇ ἀνακρίσει τῶν ψευδομαρτυρίων, καὶ τούτων οὐ προσποιουμένων, ἀλλὰ λόγῳ μὲν μαρτυρούντων τὰ ψευδῆ, ἔργῳ δὲ οὐ παραδιδόντων τὴν ἄνθρωπον· εὖ γὰρ ᾔδεσαν ὅτι βασανιζομένης αὐτῆς ἐξελεγχθήσονται ἀδικοῦντες, οὐκ ἀδικούμενοι. ὡς δὲ ταῦτα ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ. ὅτι μὲν τοίνυν πολλάκις προκαλεσαμένῳ καὶ ἀξιοῦντι παραλαβεῖν τὴν ἄνθρωπον οὐδεὶς παρεδίδου, μεμαρτύρηται ὑμῖν. ἵνα δὲ καὶ ἐκ τεκμηρίων εἰδῆτε ὅτι ψευδῆ μεμαρτυρήκασιν, δηλώσω ὑμῖν. οὗτοι γάρ, εἴπερ ἀληθῆ ἦν ἅ φασιν προκαλέσασθαι τὸν Θεόφημον καὶ παραδιδόναι τὸ σῶμα τῆς ἀνθρώπου, οὐκ ἂν δήπου δύο μόνους μάρτυρας ἐποιήσαντο κηδεστὴν καὶ ἀδελφόν, τἀληθῆ μαρτυροῦντας, ἀλλὰ καὶ ἄλλους ἂν πολλούς.
当时,他借口这些托词并提供证人作证以蒙骗审判官,如今这些全被证实是虚假的;因为他根本不敢交出那个女人的身躯——他们作证说他愿意交出——反而宁愿让自己的兄弟和姻亲面临伪证罪的审判,也不肯交出那个女人的身躯并光明正大地免除讼事,企图在能够蒙骗你们的前提下借由巧言和哀求来脱罪;尽管我曾多次提出挑战并要求交出那个女人,在当时以及判决之后、在向他们支付赔偿金时、在我起诉泰奥费摩斯殴打的案件中以及在伪证案的预审程序中,我都一再要求接收她,而他们却视若无睹,口头上作虚假证言,行动上却拒不交出那个女人;因为他们心知肚明,一旦对她施以拷问,就会证实他们才是施暴者而非受害者。为了证明我所言属实,书记官将向你们宣读证词。 [证词]由此可见,尽管我多次提出挑战并要求接收那个女人,却无人向我移交,这一点已向你们作证。为了让你们从情理证据中也能知晓他们作了伪证,我将向你们阐明。因为,若真如他们所说泰奥费摩斯曾提出挑战并要交出女人的身躯,他们作证属实的话,决不会仅仅找来内弟和兄弟两个人作证,而必定会找来许多其他人。
ἡ μὲν γὰρ δίαιτα ἐν τῇ ἡλιαίᾳ ἦν (οἱ γὰρ τὴν Οἰνῇδα καὶ τὴν Ἐρεχθῇδα διαιτῶντες ἐνταῦθα κάθηνται)· τῶν δὲ τοιούτων προκλήσεων, ὅταν τις τὸ σῶμα παραδιδῷ κομίσας, πολλοὶ προσίστανται ἐπακούοντες τῶν λεγομένων, ὥστε οὐκ ἂν ἠπόρησαν μαρτύρων, εἴπερ καὶ ὁπωστιοῦν ἀληθὴς ἦν ἡ μαρτυρία.
因为那场仲裁是在赫利埃亚法庭进行的(为奥伊奈伊斯和厄瑞克透斯部落进行仲裁的仲裁人就坐于彼处);对于这类将人带来并予以移交的挑战,往往有许多旁人围拢过来倾听双方所言,因此,假若那份证词有哪怕丝毫属实,他们也绝不会缺少证人。
μεμαρτυρήκασι τοίνυν, ὦ ἄνδρες δικασταί, ἐν τῇ αὐτῇ μαρτυρίᾳ, ὡς ἐγὼ οὐκ ἐθέλοιμι ἀναβαλέσθαι, ὁ δὲ Θεόφημος κελεύοι, ἵνα μοι παραδοίη τὴν ἄνθρωπον. ὡς δὲ οὐκ ἀληθὲς τοῦτʼ ἔστιν, ἐγὼ ὑμᾶς διδάξω. εἰ μὲν γὰρ ἐγὼ τὸν Θεόφημον ταύτην τὴν πρόκλησιν προὐκαλούμην2 ἣν μεμαρτυρήκασιν αὐτῷ, ἀξιῶν αὐτὸν τὴν ἄνθρωπον παραδοῦναι, εἰκότως ἄν μοι τούτους τοὺς λόγους ἀπεκρίνατο, ἀναβαλέσθαι κελεύων τὴν δίαιταν εἰς τὴν ὑστέραν σύνοδον, ἵνα κομίσῃ τὴν ἄνθρωπον καὶ παραδῷ μοι· νῦν δὲ σὲ αὐτὸν μεμαρτυρήκασιν, ὦ Θεόφημε, ἐθέλειν παραδιδόναι τὴν ἄνθρωπον, καὶ ἐμὲ μὴ ʼθέλειν παραλαβεῖν. πῶς οὖν σὺ κύριος μὲν ὢν τῆς ἀνθρώπου,3 μέλλων δὲ προκαλεῖσθαι ταύτην τὴν πρόκλησιν ἣν μεμαρτυρήκασί σοι, καταφεύγων δὲ εἰς τὴν ἄνθρωπον περὶ τοῦ δικαίου, ἄλλου δέ σοι οὐδενὸς ὄντος μάρτυρος ὡς ἐπλήγης ὑπʼ ἐμοῦ ἄρχοντος χειρῶν ἀδίκων, οὐχ ἧκες ἔχων τὴν ἄνθρωπον πρὸς τὸν διαιτητὴν καὶ παρεδίδους τὸ σῶμα παρούσης τῆς ἀνθρώπου, κύριός γε ὢν αὐτῆς; ἀλλὰ τὴν μὲν πρόκλησιν φὴς προκαλέσασθαι, τὴν δὲ ἄνθρωπον οὐδεὶς εἶδεν, διʼ ἧς ἐξηπάτησας τοὺς δικαστάς, ψευδεῖς μάρτυρας παρασχόμενος ὡς ἐθέλων παραδοῦναι.
审判官诸公,他们在同一份证词中还作证说,我不愿延期,而泰奥费摩斯要求延期以便将女人交给我。至于这绝非实情,我将向你们指明。因为,如果是我向泰奥费摩斯提出了他们为他作证的这项挑战,要求他交出那个女人,他理所当然会以此种言辞答复我,要求将仲裁延期至下一次集会,以便他把女人带来并移交给我;然而如今,泰奥费摩斯啊,他们作证说的是你自己愿意交出女人,而我不愿接收。那么,既然你是那个女人的主人,又打算提出他们为你作证的这项挑战,并将自身公道的指望寄托在这个女人身上,而且又没有任何其他证人能够证明你是在我先动手的情况下遭到殴打,那你作为她的主人,为何没有带着那个女人来到仲裁人面前、在女人在场的情况下交出其身躯呢?相反,你口口声声说提出了挑战,却无人见过那个女人——正是借由她,你提供了虚假证人声称愿意交出,从而欺骗了审判官。
- 8τὴν δὲ ἄνθρωπον περὶ τῆς αἰκείας βασανίζεσθαι
此处的“宾格加不定式”结构(τὴν ἄνθρωπον βασανίζεσθαι)承接前一语段末尾的反问句“πῶς οὐκ ἀναγκαῖόν ἐστιν…”,与前文的不定式(βεβαιῶσαι, ἀπηλλάχθαι)并列,延续了“……难道不是必然的吗”的修辞反问语气。
- 13εἰ μὲν γὰρ ἐγὼ τὸν Θεόφημον ταύτην τὴν πρόκλησιν προὐκαλούμην
连词 εἰ 后接未完成过去时直陈式(προὐκαλούμην),结论句中带 ἄν 加不定过去时直陈式(ἀπεκρίνατο),构成与事实相反的虚拟条件句(反实虚拟)。说话人借由假定“如果是我向泰奥费摩斯提出挑战……他理当如此回答”,来凸显现实情况与对方证言截然相反的荒谬。
- 14πῶς οὖν σὺ κύριος μὲν ὢν τῆς ἀνθρώπου
此句直接转向对泰奥费摩斯说话(呼告修辞 ὦ Θεόφημε),构成一个包含长修饰语的周期句。在引出主要疑问谓语动词(οὐχ ἧκες… καὶ παρεδίδους)之前,连续叠置了表示让步与状况的多个分词短语(κύριος μὲν ὤν, μέλλων δέ, καταφεύγων δέ 以及独立属格 ἄλλου δέ… ὄντος),拉开了主谓结构之间的距离。
