← 狄摩西尼

控诉埃韦尔戈斯与姆内西布鲁斯

§1-7

伪证之法的公正性与移交女奴的虚假证言

演说者阐述了设立伪证之诉的法律之公正性,并指出对方证人声称曾主动提出移交女奴受审却从未实际交付,从而证明其证言显然纯属伪造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

καλῶς μοι δοκοῦσιν οἱ νόμοι ἔχειν, ὦ ἄνδρες δικασταί, οἱ ὑπόλοιπον ἀγῶνα ἀποδόντες ταῖς δίκαις τὸν τῶν ψευδομαρτυρίων,1 ἵνα, εἴ τις μάρτυρας τὰ ψευδῆ μαρτυροῦντας παρασχόμενος ἢ προκλήσεις μὴ γενομένας ἢ μαρτυρίας παρὰ τὸν νόμον μαρτυρηθείσας ἐξηπάτησεν τοὺς δικαστάς, μηδὲν αὐτῷ πλέον γένηται, ἀλλʼ ἐπισκηψάμενος ταῖς μαρτυρίαις ὁ ἀδικηθεὶς καὶ εἰσελθὼν ὡς ὑμᾶς καὶ ἐπιδείξας περὶ τοῦ πράγματος τοὺς μάρτυρας τὰ ψευδῆ μεμαρτυρηκότας, παρά τε τούτων δίκην λάβῃ καὶ τὸν προβαλόμενον ὑπόδικον ἔχῃ τῶν κακοτεχνιῶν.2

审判官诸公,在我看来,法律将伪证之诉定为在各项判决之后所留存的诉讼,实乃良法善意;此举旨在防止有人借由提供作伪证的证人、未曾发生过的传讯挑战,或是违反法律所作的证言而欺骗了审判官,使之不得从中获取任何利益,反倒让受害者能对这些证词提出抗辩,来到你们面前,就事实证明证人们作了伪证,从而既向他们讨回公道,又使那挑唆证人作证者承担恶意诉讼之责。

§2

καὶ διὰ τοῦτο τῷ μὲν διώκοντι ἐλάττω ἐποίησαν τὰ ἐπιτίμια, ἐὰν ἡττηθῇ, ἵνα μὴ διὰ τὸ πλῆθος ἀποτρέπωνται διώκειν τοὺς μάρτυρας τῶν ψευδομαρτυρίων οἱ ἀδικούμενοι, τῷ δὲ φεύγοντι μεγάλας ἐπέθηκαν τιμωρίας, ἐὰν ἁλῶσιν καὶ δόξωσιν ὑμῖν τὰ ψευδῆ μεμαρτυρηκέναι.

正因如此,对于原告,若其败诉,法律减轻了对其的处罚,以免受害者因代价过重而不敢对伪证之人提起诉讼;而对于被告,若被定罪且被你们认定作了伪证,法律则对他们施加严厉的惩罚。

§3

δικαίως, ὦ ἄνδρες δικασταί. ὑμεῖς γὰρ εἰς τοὺς μάρτυρας βλέψαντες, καὶ πιστεύσαντες οἷς ἂν οὗτοι μαρτυρήσωσιν, ψηφίζεσθε· ἵνα οὖν μήθʼ ὑμεῖς ἐξαπατᾶσθε μήθʼ οἱ εἰσιόντες εἰς ὑμᾶς ἀδικῶνται, διὰ ταῦτα αὐτοὺς ὑποδίκους ἐποίησεν ὁ νομοθέτης. δέομαι δὲ ὑμῶν καὶ ἐγὼ μετʼ εὐνοίας μου ἀκροάσασθαι περὶ τοῦ πράγματος ἐξ ἀρχῆς ἅπαντα, ἵνα ἐκ τούτων εἰδῆτε ὅσα ἐγώ τε ἠδικήθην καὶ ἐξηπατήθησαν οἱ δικασταὶ καὶ οὗτοι τὰ ψευδῆ ἐμαρτύρησαν.

审判官诸公,这实属公允。因为你们是看着证人,信赖他们所作的证言而进行投票表决的;因此,立法者正是为了使你们不致受骗、前来求助你们的人不致蒙冤,才使他们依法负有受诉之责。我也请求你们怀着善意,自始至终听我陈述事情的全貌,好让你们由此明了我是如何深受其害、审判官们如何被蒙蔽,以及这些人是如何作了伪证。

§4

μάλιστα μὲν οὖν ἂν ἐβουλόμην μὴ ἔχειν πράγματα· εἰ δʼ οὖν ἀναγκάζοι τις, πρὸς τοιούτους ἡδύ ἐστιν εἰσιέναι οἳ μὴ ἀγνῶτές εἰσιν ὑμῖν. νῦν δὲ πλείων μοι λόγος ἔσται ἐξελέγχοντι τὸν τρόπον αὐτῶν ἢ τὴν μαρτυρίαν ψευδῆ οὖσαν. περὶ μὲν γὰρ τῆς μαρτυρίας, ὅτι ψευδῆ μεμαρτυρήκασιν, αὐτοί μοι δοκοῦσιν ἔργῳ ἐξελέγχειν αὐτήν, καὶ οὐκ ἄλλους με δεῖ μάρτυρας παρασχέσθαι ἢ αὐτοὺς τούτους·

固然,我最希望的本是不要招惹讼事;但若实在被迫无奈,面对并非不为你们所知的对手出庭,倒也令人欣慰。如今,我的大部分言辞将用于揭露他们的品行,而非用于证明证言之伪。因为关于证言,关于他们作了伪证这一事实,他们自身在实际行动中似乎就已经揭露了破绽,我无需提供除他们本人之外的任何其他证人。

§5

ἐξὸν γὰρ αὐτοῖς ἀπηλλάχθαι πραγμάτων καὶ μὴ κινδυνεύειν εἰσιόντας3 εἰς ὑμᾶς, ἔργῳ βεβαιώσαντας ὡς ἀληθής ἐστιν ἡ μαρτυρία, οὐκ ἠθελήκασιν παραδοῦναι τὴν ἄνθρωπον, ἣν μεμαρτυρήκασιν προκαλέσασθαι πρὸς τῷ διαιτητῇ Πυθοδώρῳ ἐκ Κηδῶν παραδιδόναι ἕτοιμον εἶναι Θεόφημον, ἠξίουν δʼ ἐγὼ παραλαμβάνειν, ὡς οἱ μάρτυρες ὑμῖν οἱ τότε παραγενόμενοι ἐμαρτύρησαν ἐν τῷ δικαστηρίῳ, καὶ νῦν δὲ μαρτυρήσουσιν. καὶ Θεόφημος αὐτοῖς ὡς ἀληθῆ μεμαρτυρηκόσιν οὐκ ἐπεσκήψατο, οὐδʼ ἐπεξέρχεται τῶν ψευδομαρτυρίων.

因为,他们本可以通过实际行动证实证言属实,从而免除讼事缠身,也无需来到你们面前承担险境,然而他们却不肯交出那个女人——他们曾作证说,在凯代区的仲裁人皮托多洛斯面前,泰奥费摩斯已准备好交出她并向我提出挑战,而我则要求接收她,正如当时在场的证人们在法庭上向你们作证、并且如今也将作证的那样。而泰奥费摩斯因认定他们所作证言属实便没有对他们提出抗辩,也没有就伪证提起诉讼。

§6

σχεδὸν μὲν οὖν μοι καὶ αὐτοὶ ὁμολογοῦσιν ἐν τῇ μαρτυρίᾳ ἐθέλειν με παραλαμβάνειν τὴν ἄνθρωπον, Θεόφημον δὲ ἀναβάλλεσθαι κελεύειν, ἐμὲ δὲ οὐκ ἐθέλειν. ἣν δʼ ἐγὼ μὲν ἠξίωσα παραλαμβάνειν, Θεόφημος δὲ προὐκαλέσατο παραδοῦναι, ὡς οὗτοί φασιν, τὸ δὲ σῶμα οὐδεὶς εἶδε παρόν, οὔτε τότε πρὸς τῷ διαιτητῇ οὔτε ὕστερον πρὸς τῷ δικαστηρίῳ οὔτε ἄλλοθι οὐδαμοῦ παραδιδόμενον, ἐμαρτύρησαν δὲ οἱ μάρτυρες οὗτοι ὡς ἐθέλοι παραδοῦναι Θεόφημος καὶ πρόκλησιν προκαλοῖτο, ᾠήθησαν δὲ οἱ δικασταὶ ἀληθῆ εἶναι τὴν μαρτυρίαν, φεύγειν δʼ ἐμὲ τὸν ἔλεγχον τὸν ἐκ τῆς ἀνθρώπου περὶ τῆς αἰκείας, ὁπότερος ἡμῶν ἦρξεν χειρῶν ἀδίκων (τοῦτο γάρ ἐστιν ἡ αἴκεια), πῶς οὐκ ἀναγκαῖόν ἐστιν4 τούτους τοὺς μάρτυρας τὰ ψευδῆ μεμαρτυρηκέναι, οἵ γε οὐδὲ νῦν πω τολμῶσι τὸ σῶμα τῆς ἀνθρώπου παραδοῦναι, καθὰ ἔφασαν προκαλέσασθαι τὸν Θεόφημον καὶ ἐμαρτύρησαν αὐτῷ, καὶ τὴν μὲν μαρτυρίαν ἔργῳ βεβαιῶσαι ὡς ἀληθής ἐστιν, καὶ τοὺς μάρτυρας ἀπηλλάχθαι τοῦ ἀγῶνος παραδόντας τὸ σῶμα τῆς ἀνθρώπου,

其实,他们自己在证词中也几乎向我承认:我愿意接收那个女人,而泰奥费摩斯却要求拖延,而我不同意。但是,正如他们所言,我要求接收、泰奥费摩斯挑战交出的那个女人的肉身,却无人见过她在场——无论当时在仲裁人面前,还是后来在法庭面前,抑或其他任何地方都不曾移交——而这些证人却作证说泰奥费摩斯愿意交出并提出了挑战;而审判官们信以为真,以为是我在逃避对那女人就殴打之事——究竟我们谁先动了不义之手(因为这正是殴打之本质所在)——进行拷问审查。既然如此,这些证人作了虚假证言岂不是必然的吗?因为他们甚至直到现在都不敢交出那个女人的身躯,如他们所声称泰奥费摩斯提出的挑战并为他作证的那样,以便以行动证实证词属实,并通过交出那个女人的身躯使证人们免受这场诉讼的牵连。

语法注4 条
  1. 1τὸν τῶν ψευδομαρτυρίων

    作前文宾语短语 ὑπόλοιπον ἀγῶνα 的同位语,明确指代“伪证之诉”。ἀποδόντες ταῖς δίκαις 意为“在诉讼中(作为后续程序)赋予留存之诉”。

  2. 1τὸν προβαλόμενον ὑπόδικον ἔχῃ τῶν κακοτεχνιῶν

    ἔχῃ 带宾语 τὸν προβαλόμενον(提出证人者)及作谓词性补足语的形容词 ὑπόδικον(受审问责的)。属格 τῶν κακοτεχνιῶν 为罪名属格,指“恶意唆使作伪证之罪”。

  3. 5ἐξὸν γὰρ αὐτοῖς ἀπηλλάχθαι πραγμάτων καὶ μὴ κινδυνεύειν εἰσιόντας

    ἐξόν 是非人称动词 ἔξεστι 的宾格绝对分词,后接与格 αὐτοῖς;而修饰不定词隐含逻辑主语的分词 εἰσιόντας 则按常规转为宾格。整个句式表达让步意义:“尽管他们本可以免于诉讼纷扰,无需涉险出庭”。

  4. 6ἣν δʼ ἐγὼ μὲν ἠξίωσα παραλαμβάνειν... πῶς οὐκ ἀναγκαῖόν ἐστιν

    长周期的破格句(anacoluthon):开头由关系代词 ἣν 引出(指代女奴),随后插入了数重带有 μέν 和 δέ 的对比从句;最初悬置的宾语直到句末的主句疑问 πῶς οὐκ ἀναγκαῖόν ἐστιν 以及定语从句中,才通过 τὸ σῶμα τῆς ἀνθρώπου 加以重复并得以收束。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg047.humanitext-grc2:1-7