← 狄摩西尼

控诉埃韦尔戈斯与姆内西布鲁斯

§16-23

未能出示女奴与追缴战船装备的起因

演说者质问泰奥费摩斯为何从未在广场或法庭出示过那个女奴,继而转入叙述双方争端之起因:即依照法令追缴城邦三列桨座战船装备的公务职责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

ἐπειδὴ τοίνυν σοι τότε οὐ παρῆν ἡ ἄνθρωπος, ἀλλὰ πρότερον ἐσημάνθησαν οἱ ἐχῖνοι, ὕστερον ἔστιν ὅπου1 ἤγαγες τὴν ἄνθρωπον εἰς τὴν ἀγορὰν ἢ εἰς τὸ δικαστήριον; εἰ γὰρ μὴ τότε σοι παρεγένετο, ὕστερον δήπου ἔδει παραδιδόναι, καὶ μάρτυρας ποιεῖσθαι ὡς ἐθέλεις ἐν τῇ ἀνθρώπῳ τὸν ἔλεγχον γίγνεσθαι, καθάπερ προὐκαλέσω, προκλήσεώς τε ἐμβεβλημένης σοι καὶ μαρτυρίας ὡς ἤθελες παραδιδόναι τὴν ἄνθρωπον. μέλλων τοίνυν εἰσιέναι τὴν δίκην ἔστιν ὅπου τὴν ἄνθρωπον εἰσήγαγες πρὸς τὸ δικαστήριον;

那么,既然当时你身边没有那个女人,而在那之前证据箱就已经被封存,在此之后难道你曾在任何地方将她带到广场或法庭吗?因为如果当时她不在你身边,既然你的挑战状以及作证称你愿意交出女人的证词都已装入箱中,你事后理当把她交出来,并找人作证表明你希望正如你所挑战的那样在那个女人身上进行检验。那么,在你即将进入诉讼时,难道你在任何地方曾把那个女人带到法庭面前吗?

§17

καίτοι ἔδει αὐτόν, εἴπερ ἀληθῆ ἦν ἅ φασιν αὐτὸν προκαλεῖσθαι, κληρουμένων τῶν δικαστηρίων κομίσαντα τὴν ἄνθρωπον, λαβόντα τὸν κήρυκα, κελεύειν ἐμέ, εἰ βουλοίμην, βασανίζειν, καὶ μάρτυρας τοὺς δικαστὰς εἰσιόντας ποιεῖσθαι ὡς ἕτοιμός ἐστιν παραδοῦναι. νυνὶ δὲ λόγῳ ἐξαπατήσας, ψευδεῖς μαρτυρίας παρασχόμενος, οὐδέπω καὶ νῦν τολμᾷ τὴν ἄνθρωπον παραδοῦναι, πολλάκις ἐμοῦ προκαλεσαμένου καὶ ἐξαιτήσαντος, ὡς οἱ μάρτυρες ὑμῖν οἱ παραγενόμενοι μεμαρτυρήκασιν. καί μοι ἀνάγνωθι πάλιν τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ. βούλομαι δʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, καὶ τὴν δίκην διηγήσασθαι, ὅθεν ἐγένετό μοι πρὸς Θεόφημον, ἵνα εἰδῆτε ὅτι οὐ μόνον ἐμοῦ ἀδίκως κατεδικάσατο, ἐξαπατήσας τοὺς δικαστάς, ἀλλὰ καὶ τῆς βουλῆς ἅμα τῶν πεντακοσίων2 τῇ αὐτῇ ψήφῳ, καὶ ἄκυρα μὲν ἐποίησεν τὰ δικαστήρια τὰ ὑμέτερα, ἄκυρα δὲ τὰ ψηφίσματα καὶ τοὺς νόμους, ἀπίστους δὲ τὰς ἀρχὰς κατέστησεν ὑμῖν καὶ τὰ γράμματα τὰ ἐν ταῖς στήλαις. ὃν δὲ τρόπον, ἐγὼ ὑμᾶς περὶ ἑνὸς ἑκάστου διδάξω.

然而,如果他们所称他曾提出的挑战属实,他本应在法庭抽签确定之时把女人带来,找来传令官,敦促我若愿意便对她施以拷问,并让入庭的审判官们作证表明他已准备好交人。可是如今,他在用言辞行骗、提供了虚假证词之后,即便我多次提出挑战并要求交人,如在场的证人们向你们作证的那样,他至今仍不敢交出那个女人。请再为我宣读这些证词。 [证词]审判官诸公,我还想向你们陈述我与泰奥费摩斯之间诉讼的起因,以便你们知晓,他蒙骗审判官,不仅是对我不公地获得了胜诉判决,更是以同一张选票同时对五百人议事会获得了胜诉判决,使你们的法庭归于无效,使法令与法律归于废弛,并使你们的官员和石碑上的铭文失去信用。他是以何种方式做到这点的,我将逐一向你们说明。

§19

ἐμοὶ γὰρ πρὸς Θεόφημον συμβόλαιον μὲν οὐδὲν πώποτε πρότερον ἐν τῷ βίῳ ἐγένετο, οὐδʼ αὖ κῶμος ἢ ἔρως ἢ πότος, ὥστε διαφερόμενον περί τινος πλεονεκτήματος ἢ παροξυνόμενον ὑπὸ ἡδονῆς τινὸς ἐλθεῖν ἐπὶ τὴν οἰκίαν τὴν τούτου. ψηφισμάτων δὲ ὑμετέρων δήμου καὶ βουλῆς καὶ νόμου ἐπιτάξαντος, εἰσέπραξα τοῦτον ὀφείλοντα τῇ πόλει σκεύη τριηρικά. διʼ ὅτι δέ, ἐγὼ ὑμῖν διηγήσομαι.

因为在我的一生中,此前与泰奥费摩斯从未有过任何契约往来,也从未有过狂欢、私情或宴饮,以至于我会为了某种利益产生争执,或是受到某种情欲驱使而跑到他家里去。而是由于你们的公民大会与议事会的法令以及法律的命令,我才向这个拖欠城邦三列桨座战船装备的人进行追讨。至于原因何在,我将向你们叙述。

§20

ἔτυχεν ἔκπλους ὢν τριήρων καὶ βοήθεια ἀποστελλομένη διὰ τάχους. σκεύη οὖν ἐν τῷ νεωρίῳ οὐχ ὑπῆρχεν ταῖς ναυσίν, ἀλλʼ ἔχοντες οἱ ὀφείλοντες οὐκ ἀπεδίδοσαν· πρὸς δὲ τούτοις οὐδʼ ἐν τῷ Πειραιεῖ ὄντα ἄφθονα ὀθόνια καὶ στυππεῖον καὶ σχοινία, οἷς κατασκευάζεται τριήρης, ὥστε πρίασθαι. γράφει οὖν Χαιρέδημος τὸ ψήφισμα τουτί, ἵνα εἰσπραχθῇ τὰ σκεύη ταῖς ναυσὶ καὶ σᾶ γένηται τῇ πόλει. καί μοι ἀνάγνωθι τὸ ψήφισμα. ΨΗΦΙΣΜΑ. τούτου τοίνυν τοῦ ψηφίσματος γεγενημένου, ἡ μὲν ἀρχὴ ἐπεκλήρωσεν καὶ παρέδωκε τοὺς ὀφείλοντας τὰ σκεύη τῇ πόλει τοῖς τριηράρχοις τοῖς ἐκπλέουσιν τότε καὶ τοῖς ἐπιμεληταῖς τοῖς ἐν ταῖς συμμορίαις. ὁ δὲ νόμος ὁ τοῦ Περιάνδρου ἠνάγκαζεν καὶ προσέταττεν παραλαβεῖν τοὺς ὀφείλοντας τὰ σκεύη, καθʼ ὃν αἱ συμμορίαι συνετάχθησαν. πρὸς δὲ τούτοις ἕτερον ψήφισμα δήμου ἠνάγκαζε τὸ πρὸς μέρος ἡμῖν διδόναι τῶν ὀφειλόντων ἕκαστον εἰσπράξασθαι.3

当时恰逢三列桨座战船出航,急需派遣救援部队。船坞中却没有供船只使用的装备,因为债务人占有着装备而不予归还;此外,比雷埃夫斯港也没有充足的帆布、麻屑和绳索等装备三列桨座战船所需的物资以供购买。因此,凯瑞德摩斯提出了这项法令,以便为船只追缴装备,并使城邦的财产得以保全。请为我宣读这项法令。 [法令]在通过这项法令之后,行政官员便通过抽签,将拖欠城邦装备的债务人分配并移交给了当时出航的三列桨座战船船长们以及各分担体系中的管理者们。而且,确立分担体系的佩里安德罗斯法律也强令并要求接收这些拖欠装备的债务人。除此以外,公民大会的另一项法令也强令按照各自分摊的份额将每一个债务人分配给我们,以便进行征收。

§22

ἔτυχον δὴ ἐγὼ μὲν τριηραρχῶν καὶ ἐπιμελητὴς ὢν τῆς συμμορίας, Δημοχάρης δὲ ὁ Παιανιεὺς ἐν τῇ συμμορίᾳ ὢν καὶ ὀφείλων τῇ πόλει σκεύη μετὰ Θεοφήμου τουτουί, συντριήραρχος γενόμενος. γεγραμμένους οὖν αὐτοὺς ἀμφοτέρους ἐν τῇ στήλῃ ὀφείλοντας τὰ σκεύη τῇ πόλει ἡ ἀρχὴ παραλαβοῦσα παρὰ τῆς προτέρας ἀρχῆς, ἡμῖν παρέδωκεν κατά τε τὸν νόμον καὶ τὰ ψηφίσματα.

当时,我恰好担任三列桨座战船船长,并担任分担体系的管理者;而帕伊阿尼亚区的德摩哈雷斯属于该分担体系,由于他曾与此处的泰奥费摩斯共同担任战船船长,因而与他一同拖欠城邦装备。于是,官员们从上一任官员处接收了这两人在石碑上被登记为拖欠城邦装备的名单后,依据法律和诸法令将他们移交给了我们。

§23

ἐξ ἀνάγκης οὖν ἦν μοι παραλαβεῖν, ἐπεὶ ἐν τῷ πρόσθε χρόνῳ πολλὰς τριηραρχίας τετριηραρχηκὼς ὑμῖν οὐδεπώποτε ἔλαβον σκεύη ἐκ τοῦ νεωρίου, ἀλλʼ αὐτὸς ἰδίᾳ παρεσκεύαζον, ὁπότε δέοι, ἵνα ὡς ἐλάχιστα πράγματα ἔχοιμι πρὸς τὴν πόλιν· τότε δὲ κατά τε τὰ ψηφίσματα καὶ τὸν νόμον ἠναγκαζόμην παραλαμβάνειν.

因此,我不得不接收他们;因为在此前的岁月中,我曾为你们履行过多次战船船长职务,却从未从船坞领取过装备,只要需要,我总是自费私下备置,以便尽可能少地同城邦发生纠葛;但在当时,我受制于各项法令与法律,被迫去接收他们。

语法注3 条
  1. 16ἔστιν ὅπου

    惯用短语,字面义为“是否存在……的地方/时候”,在此处用于修辞性疑问句中,强烈质问对方事后是否曾有哪怕一次将该女子带来。

  2. 18ἐμοῦ ἀδίκως κατεδικάσατο, ἐξαπατήσας τοὺς δικαστάς, ἀλλὰ καὶ τῆς βουλῆς ἅμα τῶν πεντακοσίων

    中动相动词 καταδικάζομαι 表示“(通过判决)击败/使……被定罪”,支配表示被定罪对象的属格(ἐμοῦ 及修辞性扩展的 τῆς βουλῆς)。

  3. 21τὸ πρὸς μέρος ἡμῖν διδόναι τῶν ὀφειλόντων ἕκαστον εἰσπράξασθαι

    不定式 διδόναι 作为 ἠνάγκαζε 的补语,其后跟有表示目的/说明的不定式 εἰσπράξασθαι(以供征收)。τὸ πρὸς μέρος 是副词性短语,意为“按各自份额”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg047.humanitext-grc2:16-23