- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg047.humanitext-grc2:68-75
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者陈述了在乳母身亡后,依据释法官的建议及德拉古的法律,因受害者既非血亲亦非奴隶而放弃提起杀人诉讼的经过,并揭露了对方作伪证及抢夺财物背后的险恶意图。
ἐπειδὴ τοίνυν ἐτελεύτησεν, ἦλθον ὡς τοὺς ἐξηγητάς,1 ἵνα εἰδείην ὅ τι με χρὴ ποιεῖν περὶ τούτων, καὶ διηγησάμην αὐτοῖς ἅπαντα τὰ γενόμενα, τήν τε ἄφιξιν τὴν τούτων καὶ τὴν εὔνοιαν τῆς ἀνθρώπου, καὶ ὡς εἶχον αὐτὴν ἐν τῇ οἰκίᾳ, καὶ ὡς διὰ τὸ κυμβίον, οὐκ ἀφιεῖσα, τελευτήσειεν. ἀκούσαντες δέ μου οἱ ἐξηγηταὶ ταῦτα, ἤροντό με πότερον ἐξηγήσωνταί μοι μόνον ἢ καὶ συμβουλεύσωσιν·2
因此,在她去世后,我前往圣法释法官那里,以求明白关于这些事我应当如何做。我向他们详述了所发生的一切:这些人的闯入,妇人的忠义,我是如何将她留在屋中赡养的,以及她是如何因为那个小酒杯、坚决不肯放手而丧命的。释法官们听我陈述完这些后,问我是仅仅为我阐明礼制,还是同时为我提出建议。
ἀποκριναμένου δέ μου αὐτοῖς ἀμφότερα, εἶπόν μοι ἡμεῖς τοίνυν σοι τὰ μὲν νόμιμα ἐξηγησόμεθα, τὰ δὲ σύμφορα παραινέσομεν· πρῶτον μὲν ἐπενεγκεῖν δόρυ ἐπὶ τῇ ἐκφορᾷ, καὶ προαγορεύειν ἐπὶ τῷ μνήματι, εἴ τις προσήκων ἐστὶν τῆς ἀνθρώπου, ἔπειτα τὸ μνῆμα φυλάττειν ἐπὶ τρεῖς ἡμέρας. τάδε δὲ συμβουλεύομέν σοι, ἐπειδὴ αὐτὸς μὲν οὐ παρεγένου, ἡ δὲ γυνὴ καὶ τὰ παιδία, ἄλλοι δέ σοι μάρτυρες οὐκ εἰσίν, ὀνομαστὶ μὲν μηδενὶ προαγορεύειν, τοῖς δεδρακόσι δὲ καὶ κτείνασιν, εἶτα πρὸς τὸν βασιλέα μὴ λαγχάνειν.
在我回答他们两者都需要之后,他们对我说道: “那么,我们将为你阐释定例礼制,并建议有利的举措:首先,出殡送葬时要在灵柩前执矛引路,并在墓地宣告是否有该妇人的亲属在此;其次,守墓三日。但我们对你的建议是:既然你本人当时不在场,只有你的妻子和孩子们在场,而且你没有别的证人,就不要指名道姓地对任何人发出宣告,而只针对那些行凶杀人者宣告;此外,不要向王官提起诉讼。
οὐδὲ γὰρ ἐν τῷ νόμῳ ἔστι σοι·3 οὐ γάρ ἐστιν ἐν γένει σοι ἡ ἄνθρωπος, οὐδὲ θεράπαινα, ἐξ ὧν σὺ λέγεις· οἱ δὲ νόμοι τούτων κελεύουσιν τὴν δίωξιν εἶναι· ὥστʼ εἰ διομεῖ ἐπὶ Παλλαδίῳ αὐτὸς καὶ ἡ γυνὴ καὶ τὰ παιδία καὶ καταράσεσθε αὑτοῖς καὶ τῇ οἰκίᾳ, χείρων τε δόξεις πολλοῖς εἶναι, καὶ ἐὰν μὲν ἀποφύγῃ σε, ἐπιωρκηκέναι, ἐὰν δὲ ἕλῃς, φθονήσει. ἀλλʼ ὑπὲρ σεαυτοῦ καὶ τῆς οἰκίας ἀφοσιωσάμενος ὡς ῥᾷστα τὴν συμφορὰν φέρειν, ἄλλῃ δὲ εἴ πῃ βούλει, τιμωροῦ.
因为依据法律,这并非你职权所许:按照你的陈述,那妇人与你既无血缘亲属关系,又非你的侍婢;而法律规定唯有这些人才有权进行追诉。因此,如果你本人以及你的妻子和孩子们在帕拉迪昂法庭立下重誓,并对自己和家庭施以诅咒,你在许多人眼中将被视作卑劣之人;若被告被宣判无罪,你将被视为犯了伪誓罪;若你胜诉,又会招致怨恨。不如为你自己和家庭施行净化除秽之礼,尽可能平静地忍受这场不幸;若你意欲雪耻,不妨另寻途径进行报复。”
ταῦτα ἀκούσας ἐγὼ τῶν ἐξηγητῶν, καὶ τοὺς νόμους ἐπισκεψάμενος τοὺς τοῦ Δράκοντος ἐκ τῆς στήλης, ἐβουλευόμην μετὰ τῶν φίλων ὅ τι χρή με ποιεῖν. συμβουλευόντων δέ μοι ταὐτά, ἃ μὲν ὑπὲρ τῆς οἰκίας προσῆκεν μοι πρᾶξαι καὶ ἃ ἐξηγήσαντό μοι οἱ ἐξηγηταί, ἐποίησα, ἃ δʼ ἐκ τῶν νόμων οὐκέτι μοι προσῆκεν, ἡσυχίαν εἶχον.
我从释法官那里听了这番话,并查阅了石碑上德拉古的法律后,便与朋友们商议该如何行事。鉴于他们提出了同样的建议,凡属于为了家庭应当履行且由释法官向我阐释的礼制,我都照办了;至于依据法律我已无权去做的事情,我则保持克制、未予动作。
κελεύει γὰρ ὁ νόμος, ὦ ἄνδρες δικασταί, τοὺς προσήκοντας ἐπεξιέναι μέχρι ἀνεψιαδῶν (καὶ ἐν τῷ ὅρκῳ διορίζεται ὅ τι προσήκων ἐστίν), κἂν οἰκέτης ᾖ, τούτων τὰς ἐπισκήψεις εἶναι. ἐμοὶ δὲ οὔτε γένει προσῆκεν ἡ ἄνθρωπος οὐδέν, εἰ μὴ ὅσον τιτθὴ γενομένη, οὐδʼ αὖ θεράπαινά γε· ἀφεῖτο γὰρ ὑπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ ἐλευθέρα καὶ χωρὶς ᾤκει καὶ ἄνδρα ἔσχεν.
因为审判官诸位,法律规定追诉当由近亲直至表亲的子女来进行(且在誓词中明确限定了何谓亲属关系),若死者是奴仆,则由他们(主人)提起追诉。然而对我而言,那妇人除曾是我的乳母之外,在血缘上与我毫无亲属关系;另一方面她也绝非侍婢,因为她已被我的父亲释放为自由人,独自居住并已婚嫁。
ψεύσασθαι δὲ πρὸς ὑμᾶς καὶ διομόσασθαι αὐτὸς καὶ τὸν υἱὸν καὶ τὴν γυναῖκα οὐκ ἂν ἐτόλμησα, οὐδʼ ἂν εἰ εὖ ᾔδειν ὅτι αἱρήσοιμι αὐτούς· οὐ γὰρ οὕτως τούτους μισῶ, ὡς ἐμαυτὸν φιλῶ. ἵνα δὲ μὴ λόγῳ μόνον ἀκούσητέ μου, αὐτὸν ὑμῖν τὸν νόμον ἀναγνώσομαι. ΝΟΜΟΣ.
因此,在你们面前撒谎,并由我本人、儿子和妻子立下重誓,即便我深知必能定他们的罪,我也是决不敢冒此风险的;因为我爱惜自己,胜过对他们的仇恨。为了让你们不仅听信我的言辞,我将向你们宣读法律条文本身。 法律。
πολλαχόθεν μὲν οὖν οἶμαι, ὦ ἄνδρες δικασταί, καταφανῆ ὑμῖν τὴν μαρτυρίαν εἶναι ὡς ψευδής ἐστιν, οὐχ ἥκιστα δʼ ἐκ τῶν πεπραγμένων αὐτοῖς ῥᾴδιον γνῶναι. οὗτοι γὰρ ᾤοντο, ὦ ἄνδρες δικασταί, ἐμέ, εἰ πολλά μου λάβοιεν ἐνέχυρα, ἅσμενον ἀφήσειν με τοὺς μάρτυρας τῶν ψευδομαρτυρίων, ὥστε ἀπολαβεῖν με τὰ ἐνέχυρα.4
因此,审判官诸位,我认为从诸多方面向你们表明这份证词是虚假的已属显然,但从他们的所作所为中尤易辨明这一点。审判官诸位,这些人认为,如果他们从我这里强扣大量抵押品,我为了取回抵押品,自会甘愿免除证人们所负的伪证罪责。
καὶ ἐπειδὴ ἐδεήθην αὐτοῦ ἀναβαλέσθαι μοι τὴν ὑπερημερίαν, ἅσμενος ἤκουσεν, ἵνα ὑπερήμερος αὐτῷ γενοίμην καὶ ἐκφορήσαιτό μου ὡς πλεῖστα. καὶ διὰ τοῦτο ἀκάκως καὶ ταχύ μοι ὡμολόγησεν, ἵνα πιθανὸς γένηται καὶ μὴ καταφανὴς ἐπιβουλεύων, ἡγούμενος οὐκ εἶναι αὑτῷ διʼ ἄλλου τρόπου τοὺς μάρτυρας ἀφεθῆναι τῶν ψευδομαρτυρίων ἢ διὰ τοῦ ἐξαπατῆσαι καὶ λαβεῖν με ὑπερήμερον καὶ ἐκφορήσασθαι ὡς πλεῖστα· οὐ γὰρ ὅσα ἔχουσί μου ᾤετο λήψεσθαι, ἀλλὰ πολλῷ πλείω.
当我请求他宽延我的逾期期限时,他欣然允诺,其目的正是为了让我成为他的逾期债务人,从而尽可能多地抢走我的财物。正是为此,他才毫无恶意般痛快地答应了我,好让自己显得可信而不露谋划之迹;他认定,若非通过欺骗我、抓到我逾期违约并搬走尽可能多的财物,便绝无其他方法能免除其证人的伪证罪责;因为他预谋掠夺的不仅是他们如今扣押的这些,而是要多得多的财物。
- 68ἦλθον ὡς τοὺς ἐξηγητάς
置于宾格名词 τοὺς ἐξηγητάς 前的 ὡς 在此作为相当于 πρός 的介词使用,专门与表示人的名词连用,表示“前往……那里”。
- 68πότερον ἐξηγήσωνταί μοι μόνον ἢ καὶ συμβουλεύσωσιν
在由 πότερον... ἤ 引导的间接双重疑问句中,动词采用了虚拟语气(ἐξηγήσωνται、συμβουλεύσωσιν)。尽管主句动词 ἤροντο 为过去时态,此处仍生动地保留了原本直接引语中的商讨虚拟语气(deliberative subjunctive),而未转换为祈愿语气。
- 70οὐδὲ γὰρ ἐν τῷ νόμῳ ἔστι σοι
这里的 ἔστι 搭配与格 σοι,以非人称形式表示“对……而言是许可的/可能的”(同 ἔξεστι)。字面意思为“在法律上对你而言是不被允许的”,即法律并未赋予说话人提起该诉讼的主体资格。
- 74ἅσμενον ἀφήσειν με τοὺς μάρτυρας τῶν ψευδομαρτυρίων, ὥστε ἀπολαβεῖν με τὰ ἐνέχυρα
这是由 ᾤοντο 统领的宾格不定式结构。句首的宾格主语 ἐμέ 采用了前置先取(prolepsis),在插入条件从句 εἰ πολλά μου λάβοιεν ἐνέχυρα 之后,再次用 με 作为不定式 ἀφήσειν 的主语加以呼应。其后表示意图结果的 ὥστε 从句中,με 同样是不定式 ἀπολαβεῖν 的逻辑主语。
