← 狄摩西尼

控诉埃韦尔戈斯与姆内西布鲁斯

§62-67

偿债遭拒、再度被劫与老乳母身亡

诉者次日清晨向泰奥费摩斯全额清偿了判决债务并索还被扣财物,却遭到拒绝;与此同时,欧埃尔戈斯再次洗劫其田庄掳走剩余器物,而被打伤的老乳母经医治无效身亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§62

ἐπειδὴ τοίνυν μοι ἀπηγγέλθη εἰς Πειραιᾶ τὰ γεγενημένα ὑπὸ τῶν γειτόνων, ἐλθὼν εἰς ἀγρὸν τούτους μὲν οὐκέτι καταλαμβάνω, ἰδὼν δὲ τὰ ἐκ τῆς οἰκίας ἐκπεφορημένα καὶ τὴν γραῦν ὡς διέκειτο, καὶ ἀκούων τῆς γυναικὸς τὰ γενόμενα, προσελθὼν τῷ Θεοφήμῳ τῇ ὑστεραίᾳ ἕωθεν ἐν τῇ πόλει μάρτυρας ἔχων ἐκέλευον αὐτὸν πρῶτον μὲν τὴν καταδίκην ἀπολαμβάνειν καὶ ἀκολουθεῖν ἐπὶ τὴν τράπεζαν, ἔπειτα τὴν ἄνθρωπον θεραπεύειν ἣν συνέκοψαν, καὶ ἰατρὸν εἰσάγειν ὃν αὐτοὶ βούλοιντο.

因此,当邻人们将发生的事情向人在比雷埃夫斯的我通报后,我赶往田庄,但已未能堵住这些人。然而,看到被从屋里搬空的用具以及老妇人的惨状,又听妻子述说了发生的经过,我便在次日清晨带着证人进城找到泰奥费摩斯,要求他首先领取判决金额并跟我去银钱兑换铺,其次要求他照料被他们打伤的妇人,并请他们自己愿意请的医生来诊治。

§63

ταῦτα δέ μου λέγοντος καὶ διαμαρτυρομένου, κακά με πολλὰ εἰπόντες ὁ μὲν Θεόφημος ἠκολούθει μόλις, διατριβὰς ἐμποιῶν καὶ φάσκων βούλεσθαι καὶ αὐτός τινας παραλαβεῖν μάρτυρας (ταῦτα δʼ ἔλεγεν τεχνάζων τοῦ χρόνον ἐγγενέσθαι),1 ὁ δʼ Εὔεργος οὑτοσὶ εὐθὺς ἐκ τῆς πόλεως μεθʼ ἑτέρων ὁμοίων αὑτῷ ἐλθὼν εἰς ἀγρόν, τὰ ὑπόλοιπα σκεύη, εἴ τινα τῇ προτεραίᾳ ἐν τῷ πύργῳ ἦν καὶ οὐκ ἔτυχεν ἔξω ὄντα, ἐπειδὴ δʼ ἐγὼ ἦλθον, διὰ τὴν χρείαν κατηνέχθη, ἐκβαλὼν τὴν θύραν ἥνπερ καὶ τῇ προτεραίᾳ ἐξέβαλον κακῶς ἐνεστηκυῖαν, ᾤχετό μου λαβὼν τὰ σκεύη· ᾧ οὔτε δίκην ὠφλήκειν, οὔτε συμβόλαιον ἦν μοι πρὸς αὐτὸν οὐδέν.

在我说了这些话并郑重提出要求时,他们对我破口大骂,泰奥费摩斯只是勉强跟着我走,一路上百般延误,声称他也想找几位证人同去(他说这些话是为了拖延时间而耍的手段);而这里的欧埃尔戈斯则带着同他一路货色的其他人,直接从城里赶往田庄,前一天在塔楼里未被放在外面的其余器具,因为我回来后出于日常需用而刚搬下楼,欧埃尔戈斯便砸开前一天就已被他们砸坏而安装不牢的门,抢走了我的那些器具扬长而去——而我既没有欠他判决债务,与他之间也毫无契约往来。

§64

ἐκτίνοντος δέ μου τῷ Θεοφήμῳ, ᾧ ὠφλήκειν τὴν δίκην, ἐπειδὴ ἐξέτινον πολλῶν παρόντων μαρτύρων χιλίας μὲν καὶ ἑκατὸν δραχμὰς τὴν καταδίκην, ὀγδοήκοντα δὲ καὶ ἑκατὸν δραχμὰς καὶ τρεῖς καὶ δύʼ ὀβολὼ τὴν ἐπωβελίαν, τριάκοντα δὲ τὰ πρυτανεῖα (τῶν γὰρ ἄλλων οὐδὲν αὐτῷ ἐπιτιμίων ὦφλον), λαβὼν τοίνυν παρʼ ἐμοῦ ἐπὶ τῇ τραπέζῃ χιλίας τριακοσίας δέκα τρεῖς δύʼ ὀβολὼ τὸ σύμπαν κεφάλαιον, ἀπαιτοῦντος ἐμοῦ τά τε πρόβατα καὶ τὰ ἀνδράποδα καὶ τὰ σκεύη ἃ ἡρπάκει μου, οὐκ ἔφη ἀποδώσειν μοι,2 εἰ μή τις αὐτὸν ἀφήσει καὶ τοὺς μετʼ αὐτοῦ τῶν ἐγκλημάτων καὶ τοὺς μάρτυρας τῶν ψευδομαρτυρίων.

当我向判决债权人泰奥费摩斯清偿时,在众多证人在场的情况下,我偿付了一千一百德拉克马的判决本金、一百八十三德拉克马二奥波尔的六分之一附加罚金,以及三十德拉克马的诉讼保证金(因为除此以外我并未判处向他承担任何其他罚金)。他在银钱兑换铺从我这里收下了一千三百一十三德拉克马二奥波尔的全额款项后,当我向他索还他抢走的羊群、奴隶以及器物时,他竟说决不还给我,除非有人免除他及其同伙所受的一切控告,并撤销对证人们作伪证的诉讼。

§65

ταῦτα δὲ ἀποκριναμένου αὐτοῦ μάρτυρας μὲν ἐποιησάμην τῆς ἀποκρίσεως τοὺς παρόντας, τὴν δὲ δίκην ἐξέτεισα, ὑπερήμερον γὰρ οὐκ ᾤμην δεῖν ἐμαυτὸν εἶναι. τὸν δʼ Εὔεργον οὐδʼ ᾔδειν εἰσεληλυθότα μου εἰς τὴν οἰκίαν ταύτῃ τῇ ἡμέρᾳ, ἀλλʼ αὐτίκα ἡ δίκη ἐξετέτειστο, καὶ εἶχεν ὁ Θεόφημος τά τε πρόβατα καὶ τὰ ἀνδράποδα καὶ τὰ σκεύη τὰ τῇ προτεραίᾳ περιγενόμενα, καὶ ἄγγελος ἦλθέ μοι λιθοκόπος τις, τὸ πλησίον μνῆμα ἐργαζόμενος, ὅτι πάλιν οἴχεται Εὔεργος τὰ ὑπόλοιπα σκεύη ἐκφορήσας ἐκ τῆς οἰκίας· πρὸς ὃν οὐδέν μοι πρᾶγμα ἦν.

在他做出如此答复后,我便让在场之人为此答复作证,但还是付清了判决款,因为我认为自己绝不应当成为逾期违约者。我甚至还不知道欧埃尔戈斯在这一天也闯入了我的家;判决债务刚刚结清,泰奥费摩斯正扣押着羊群、奴隶和前一天幸存下来的器具,一位在附近坟地干活的石匠使者便来向我报告,说欧埃尔戈斯又把我屋里剩余的器具搬劫一空后溜走了——而我与他根本没有任何纠葛。

§66

ὡς οὖν ἀληθῆ λέγω, καὶ ὅτι τῇ μὲν προτεραίᾳ εἰλήφεσάν μου τὰ ἐνέχυρα, τῇ δʼ ὑστεραίᾳ ἐκομίσαντο τὸ ἀργύριον παρʼ ἐμοῦ (καίτοι πῶς ἄν, εἰ μὴ πεπορισμένον τε ἦν καὶ ἐπηγγέλκειν αὐτοῖς, εὐθὺς ἂν ἀπέλαβον;) καὶ πάλιν αὐθημερὸν εἰσεληλύθεσαν εἰς τὴν οἰκίαν ἐκτίνοντος τὴν δίκην, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.

因此,为了证明我所言非虚,证明他们在前一天抢走了我的抵押物,次日又从我这里收了款(然而,若非款项早已备妥且我已向他们发出过通知,他们又怎能立刻拿到钱呢?),并且证明就在我清偿判决债务的同一天他们再次闯入了我的住宅,〔书记官〕将向你们宣读有关这些事项的证词。 证词。

§67

ἐπειδὴ τοίνυν, ὦ ἄνδρες δικασταί, ἐπαγγείλαντός μου αὐτῷ θεραπεύειν τὴν ἄνθρωπον ἣν συνέκοψαν καὶ ἰατρὸν εἰσάγειν οὐκ ἐφρόντιζον, ἐγὼ αὐτὸς εἰσήγαγον ἰατρὸν ᾧ πολλὰ ἔτη ἐχρώμην, ὃς ἐθεράπευεν αὐτὴν ἀρρωστοῦσαν, καὶ ἐπέδειξα ὡς εἶχεν, εἰσαγαγὼν μάρτυρας. ἀκούσας δὲ τοῦ ἰατροῦ ὅτι οὐδὲν ἔτι εἴη ἡ ἄνθρωπος,3 πάλιν ἑτέρους μάρτυρας παραλαβὼν τήν τε ἄνθρωπον ἐπέδειξα ὡς εἶχεν, καὶ ἐπήγγειλα τούτοις θεραπεύειν. ἕκτῃ τοίνυν ἡμέρᾳ ὕστερον ἢ οὗτοι εἰσῆλθον εἰς τὴν οἰκίαν, ἐτελεύτησεν ἡ τιτθή. ὡς δὲ ἀληθῆ ταῦτα λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.

审判官诸位,当我通知他照料被他们打伤的妇人并延请医生时,他们完全置之不理,于是我亲自请来了我多年延用的一位医生,这位医生在老妇人患病时为她诊治,我也带了证人前往,向他们展示了老妇人的伤情。当听医生说老妇人已经无可挽救后,我又找来其他证人,向他们展示了妇人的伤情,并向这些人〔对方〕正式通告要求他们负责照料。在他们闯入住宅之后的第六天,乳母便去世了。为了证明我所说的这些属实,〔书记官〕将向你们宣读有关这些事项的证词。 证词。

语法注3 条
  1. 63τοῦ χρόνον ἐγγενέσθαι

    带冠词属格的不定式(τοῦ ἐγγενέσθαι)在此表目的(目的属格),χρόνον 是不定式 ἐγγενέσθαι 的逻辑主语(对格主语),全句意为“为了争取时间/拖延时间”。

  2. 64ἐκτίνοντος δέ μου ... λαβὼν τοίνυν παρʼ ἐμοῦ ... οὐκ ἔφη ἀποδώσειν μοι

    本句呈现出长句插叙及破格(anacoluthon)的结构:句首的属格绝对结构 ἐκτίνοντος δέ μου 被随后的 ἐπειδὴ ἐξέτινον 重述展开,继而接以修饰主句主语(泰奥费摩斯)的分词 λαβὼν,中间又插入另一个属格绝对结构 ἀπαιτοῦντος ἐμοῦ,最终落在主动词 οὐκ ἔφη ἀποδώσειν μοι 上。核心骨架为“在我清偿了……之后,他虽收下了钱,却在我要讨还时声称不予归还”。

  3. 67οὐδὲν ἔτι εἴη ἡ ἄνθρωπος

    ὅτι 从句中的间接引语希求法(εἴη)。οὐδὲν ἔτι 与主语 ἡ ἄνθρωπος 构成谓语性搭配,属于固定习语,字面为“那妇人已什么都不是了”,引申为“人已经无救了/已无生还希望”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg047.humanitext-grc2:62-67