← 狄摩西尼

控诉埃韦尔戈斯与姆内西布鲁斯

§76-82

控诉过度扣押财产并恳请陪审员伸张正义

演说者揭露对方拒绝受领赔偿金而实施过度查抄、且在全额清偿后仍拒不归还财物的违法行径,并将自己往昔的克制与对方的暴虐相对比,恳请陪审员作出公正的判决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§76

καὶ τὸν μὲν ἄλλον χρόνον ἀνέμενεν ὡς οὐ διὰ ταχέων με ποριοῦντα αὐτῷ τὸ ἀργύριον, βουλόμενος ὑπʼ αὐτοὺς τοὺς ἀγῶνας τῶν ψευδομαρτυρίων τὴν ἐνεχυρασίαν μου ποιήσασθαι· ἐπειδὴ δὲ ἐπήγγειλα αὐτῷ κομίσασθαι τὴν δίκην, ἐλθών μου τά τε σκεύη καὶ τοὺς οἰκέτας καὶ τὰ πρόβατα ἔλαβεν ἀντὶ τοῦ ἀπολαβεῖν. γεωργῶ δὲ πρὸς τῷ ἱπποδρόμῳ, ὥστε οὐ πόρρω ἔδει αὐτὸν ἐλθεῖν.

而在其余的整个时间里他都在等待,以为我无法迅速为他备齐银钱,企图恰在伪证诉讼开庭之际查抄我的抵押品。然而当我通知他前来收取判决赔偿金时,他却找上门来,抓走了我的用具、奴仆和羊群,而不是收取款项。我在赛马场附近务农,因此他并不需要走很远的路。

§77

ὅτι δʼ ἀληθῆ λέγω, μέγα τεκμήριον ὑμῖν ἔστω· τῇ ὑστεραίᾳ γὰρ ἐκομίσατο τὸ ἀργύριον τῆς δίκης ἢ τὰ ἐνέχυρα ἔλαβεν.1 καίτοι πῶς ἄν, εἰ μὴ πεπορισμένον ἦν, εὐθὺς ἀπέλαβε τὸ ἀργύριον χιλίας τριακοσίας δέκα τρεῖς δύʼ ὀβολώ; καὶ τὰ ἐνέχυρά μοι οὐκ ἀπεδίδου, ἀλλʼ ἔτι καὶ νῦν ἔχει ὡς ὑπερημέρου ὄντος. ὅτι δʼ οὐκ ἦν αὐτῷ ὑπερήμερος, ἀνάγνωθί μοι τὸν νόμον καὶ τὴν μαρτυρίαν, ὃς κελεύει κύρια εἶναι ὅ τι ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ, ὥστε οὐκέτι ἦν αὐτῷ δήπου ὑπερήμερος. ΝΟΜΟΣ. ΜΑΡΤΥΡΙΑ.

我所言属实,请以此作为你们确凿的证据:就在他夺走抵押品的次日,他便收到了判决的赔偿金。然而,若非早已备好,他怎能立刻收到这一千三百一十三德拉克马又两奥波尔的银钱呢?但他却不肯将抵押品归还给我,反而至今仍扣押着它们,就好像我仍是逾期违约者一样。为证明我并未对他逾期违约,请为我宣读法律和证词——那部规定人人相互达成的协议皆具有约束力的法律;由此可见,我断然不再是对他逾期违约的人了。 法律。证词。

§78

ὡς μὲν τοίνυν ὡμολόγησε καὶ ἀνεβάλετό μοι τὴν ὑπερημερίαν, μεμαρτύρηται ὑμῖν· ὡς δὲ ἐτριηράρχουν, ὁ συντριήραρχός μοι μεμαρτύρηκεν, καὶ ὡς ἡ ναῦς στρατηγὶς κατεσκευάσθη Ἀλκιμάχῳ. ὥστʼ οὐκ ἦν αὐτῷ δήπου ὑπερήμερος ἀναβαλομένῳ μοι, ἔτι δὲ καὶ ἐκτίνων.2 ἀλλὰ δεινὴ ἡ πλεονεξία τοῦ τρόπου, ὦ ἄνδρες δικασταί, περὶ τὸ πλέον καὶ τὸ ἔλαττον. καὶ εὖ ᾔδεσαν ὅτι, εἰ μὲν τὴν ἄνθρωπον παραδώσουσιν, ἐξελεγχθήσονται ψευδῆ ἐγκαλέσαντες, εἰ δὲ μὴ παραδώσουσιν ἣν ἐμαρτύρησαν ὡς οὗτος ἤθελε παραδιδόναι, ψευδομαρτυρίων ἁλώσονται.

因此,他答应并宽延了我的逾期期限,这一点已向你们作证;而我当时正担任三列桨座战船统领,以及该船被整备为阿尔基马科斯将军的旗舰,我的联合战船统领也已为我作证。因此,既然他已给予我延期,而且我当时已在清偿债务,我对他自然绝非逾期违约者。然而审判官诸位,他们在利益多寡上的贪婪本性实属骇人。他们心里十分清楚:若交出那个妇人,他们提出虚假指控的行径便会败露;但若不交出他们曾作证此人愿意交出的那个妇人,他们就会被判犯有伪证之罪。

§79

δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, εἴ τις ἄρα τῶν τότε δικαζόντων τυγχάνει ὢν ἐν τῷ δικαστηρίῳ, τοῖς αὐτοῖς χρήσασθαι ἤθεσιν οἷσπερ καὶ τότε, καὶ εἰ μὲν ἡ μαρτυρία πιστὴ ὑμῖν ἔδοξεν εἶναι καὶ ἐγὼ φεύγειν τὸν ἔλεγχον τὸν ἐκ τῆς ἀνθρώπου, νῦν ἐξελεγχομένων αὐτῶν ψευδῆ μεμαρτυρηκότων καὶ οὐ παραδιδόντων τὴν ἄνθρωπον βοηθῆσαί μοι, εἰ δʼ ἐμοὶ ὠργίσθητε ὅτι ἐνεχυράσων ἦλθον ἐπὶ τὴν οἰκίαν τὴν τοῦ Θεοφήμου, καὶ τούτοις νῦν ὀργισθῆναι ὅτι ἐπὶ τὴν ἐμὴν ἦλθον.

审判官诸位,我请求你们,假若当时参与审判的人中恰好有人今日也在本法庭,请展现出与当年相同的胸怀:若当时那份证言在你们看来确凿可信,而我仿佛是在逃避对那妇人的讯问拷问,那么如今在他们已被证实作了伪证且拒不交出那妇人之时,请协助我;若你们当时因我前往西奥菲莫斯的房屋查抄抵押品而对我感到愤怒,那么如今也请对他们前来闯入我家而感到愤怒。

§80

καὶ ἐγὼ μὲν ὑπὸ νόμων καὶ ψηφισμάτων ἀναγκαζόμενος, πρόνοιαν ἐποιησάμην τοῦ μήτε ἐπὶ τὸν πατέρα τὸν τούτου εἰσελθεῖν μήτε ἐπὶ τὴν μητέρα, μήτε τῶν τοῦ ἀδελφοῦ λαβεῖν μηδέν, ἀλλʼ οὗ αὐτὸς ᾤκει ὁ Θεόφημος· καὶ ἐπειδὴ οὐ κατέλαβον αὐτὸν ἔνδον, οὐχ ἁρπάσας ᾠχόμην οὐδέν, ἀλλὰ μετελθεῖν ἐκέλευσα αὐτόν, καὶ παρόντος, οὐκ ἀπόντος, τὴν ἐνεχυρασίαν ἐποιησάμην, καὶ ἀφαιρούμενος ἀφῆκα,3 καὶ ἀνῆλθον ἐπὶ τὴν βουλὴν τοὺς κυρίους, καὶ εἰσαγγείλας καὶ ἑλὼν ἐν τῇ βουλῇ, ἀποχρῆν ἡγησάμην τὰ μὲν σκεύη ἀπολαβεῖν ἁπλᾶ, περὶ δὲ τῶν πληγῶν ἐπιτρέψαι, τῷ δὲ τιμήματι συγχωρῆσαι· ὥστε ἐγὼ μὲν οὕτω πρᾶος περὶ τούτους ἦν, οὗτοι δὲ οὕτως ἀσελγεῖς καὶ βδελυροὶ ὥστʼ ἐπὶ τὴν γυναῖκα καὶ τὰ παιδία εἰσελθεῖν, ἔχοντες μὲν τὰ πρόβατα καὶ τοὺς οἰκέτας, πλείονος ἄξια ἢ κατεδικάσαντο,4 ἀναβαλόμενοι δὲ τὴν ὑπερημερίαν, ἐπαγγείλαντος δʼ ἐμοῦ κομίζεσθαι αὐτοῖς τὴν δίκην, ὡς μεμαρτύρηται ὑμῖν, καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν τά τε σκεύη ἐκφορῆσαι τήν τε τιτθὴν συγκόψαι, γραῦν γυναῖκα, ἕνεκα κυμβίου, καὶ ταῦτα πάντα ἔτι ἔχειν καὶ μὴ ἀποδιδόναι ἐκτετεικότος ἐμοῦ τὴν δίκην, χιλίας τριακοσίας δέκα τρεῖς δύʼ ὀβολώ.

反观我自己,虽受法律与法令的催逼,却深思熟虑,既未擅闯其父之所,亦未擅闯其母之所,更未拿取其弟的任何财物,而只去了西奥菲莫斯本人的住所;且在发现他不在屋内时,我并未抢夺任何物品扬长而去,而是让人去请他前来,在他本人在场而非不在场的情况下进行了查抄;即便在财物被他强行夺回时我也任其而去,转而上诉至拥有职权的五百人议事会;在议事会提起弹劾并胜诉后,我也认为仅按原样取回用具便已足够,将殴打之事交付仲裁,并同意了所裁定的罚金数额;可见我对他们是如此温厚,而他们却如此狂悖可憎:尽管已经扣押了价值超出其所获判决金额的羊群与奴仆,且宽延了逾期期限,又在如你们所见证的那样我已通知他们收取赔偿金之后,他们竟然擅闯到我的妻子和孩子们面前;闯入屋内搬走家具器具,为一个杯子殴打我的乳母——一位老妇人;且在我已全额付清一千三百一十三德拉克马又两奥波尔判决金之后,至今仍扣留着这一切而不予归还。

§82

εἰ δέ τις ἀγνοήσας αὐτοὺς τότε ἀκάκους ἡγήσατο καὶ ἀπράγμονας εἶναι, βούλομαι ὑμῖν περὶ αὐτῶν τὰς μαρτυρίας ἀναγνῶναι, ἃς μεμαρτυρήκασί μοι οἱ ὑπὸ τούτων ἠδικημένοι (λόγῳ μὲν γὰρ διηγήσασθαι οὐκ ἂν ἱκανόν μοι γένοιτο τὸ ὕδωρ), ἵνʼ ἐκ τούτων ἁπάντων σκεψάμενοι, τῶν τε λεχθέντων καὶ τῶν μαρτυρουμένων, ὁσίαν καὶ δικαίαν ὑπὲρ ὑμῶν αὐτῶν τιθῆσθε τὴν ψῆφον. λέγε τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.

如果当时有人因不了解而误以为他们是没有恶意、安分守己的人,我现在愿向你们宣读受他们侵害之人为我所作的关于他们的证词(因为若要用言语一一叙述,水钟里的水是远远不够的),以便你们从已陈述的言辞和作证的事实等一切材料中加以审察,为你们自己投下虔敬而公正的一票。请宣读证词。 证词。

语法注4 条
  1. 77τῇ ὑστεραίᾳ γὰρ ἐκομίσατο τὸ ἀργύριον τῆς δίκης ἢ τὰ ἐνέχυρα ἔλαβεν

    τῇ ὑστεραίᾳ ... ἤ 结构(“在……次日”)。在表示时间前后顺序的词(如 ὑστεραῖος)之后,ἤ 具有比较连词的作用,相当于拉丁语中的 postridie quam,意指“在他夺走抵押品的次日”,表明赔偿金在查抄后次日便已足额备齐并支付。

  2. 78ἀναβαλομένῳ μοι, ἔτι δὲ καὶ ἐκτίνων

    与格分词 ἀναβαλομένῳ 与前置的与格代词 αὐτῷ(指对方西奥菲莫斯)保持一致,作中动语态表示“向我给予宽延的他”;而后方的主格分词 ἐκτίνων 则修饰主句主语(“我”),形成分词格的不对称配合(句法交错),意为“鉴于他已向我延期,而且我当时已在清偿债务”。

  3. 80καὶ ἀφαιρούμενος ἀφῆκα

    ἀφαιρούμενος 作被动语态分词理解,意为“当财物被(对方)强行夺回时/当我自己被剥夺财物时”(以被剥夺者为主语的被动表达)。这凸显了演说者宁可退让也不诉诸当场暴力的克制守法态度。

  4. 81πλείονος ἄξια ἢ κατεδικάσαντο

    κατεδικάσαντο 是中动语态不定过去时直陈式,用于指诉讼人“赢得了判决/获得了裁决赔偿”(与表示法官“判处/裁定”的主动语态 καταδικάζω 相对)。与比较属格 πλείονος 连用,意为“其价值超过了他们所赢得的判决金额”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg047.humanitext-grc2:76-82