← 狄摩西尼

控诉埃韦尔戈斯与姆内西布鲁斯

§54-61

侵入田庄与殴打老乳母

原告详细陈述了被告趁其不在时强闯田庄,强行劫掠属于其妻子嫁妆的家私,粗暴殴打年迈的故乳母以抢夺水杯,甚至企图将其幼子当作奴隶掳走的暴行经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§54

ᾤοντο μὲν γὰρ οὐ τοσαῦτα μόνον λήψεσθαι, ἀλλὰ πολλῷ πλείω· τὴν γὰρ οὖσάν μοι ποτὲ κατασκευὴν τῆς οἰκίας καταλήψεσθαι· ἀλλʼ ὑπὸ τῶν λῃτουργιῶν καὶ τῶν εἰσφορῶν καὶ τῆς πρὸς ὑμᾶς φιλοτιμίας τὰ μὲν ἐνέχυρα κεῖται αὐτῶν, τὰ δὲ πέπραται. ὅσα δʼ ἦν ἔτι ὑπόλοιπα, πάντα λαβόντες ᾤχοντο.

因为他们原以为能抢走的不仅是这么一点,而是要多得多;他们以为能扣押下我曾经拥有的一切家具用度。然而由于各项公益捐助、战时财产税以及我对你们的热心,这些东西有的已被典当,有的已被变卖。但凡屋内尚存的一切,他们全都劫掠一空扬长而去。

§55

πρὸς δὲ τούτοις, ὦ ἄνδρες δικασταί, ἔτυχεν ἡ γυνή μου μετὰ τῶν παιδίων ἀριστῶσα ἐν τῇ αὐλῇ, καὶ μετʼ αὐτῆς τιτθή τις ἐμὴ γενομένη πρεσβυτέρα, ἄνθρωπος εὔνους καὶ πιστὴ καὶ ἀφειμένη ἐλευθέρα ὑπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ. συνῴκησεν δὲ ἀνδρί, ἐπειδὴ ἀφείθη ἐλευθέρα· ὡς δὲ οὗτος ἀπέθανεν καὶ αὐτὴ γραῦς ἦν καὶ οὐκ ἦν αὐτὴν ὁ θρέψων, ἐπανῆκεν ὡς ἐμέ.

除此以外,审判官诸位,当时我妻子恰好正同孩子们在庭院中吃午饭,随侍在她身边的还有一位曾做过我乳母的老妇人,她待人诚恳而忠实,是由我父亲释放为自由人的。她被释放后曾嫁为人妇;但当丈夫去世后,她年老体衰又无人赡养,便回到了我这里。

§56

ἀναγκαῖον οὖν ἦν μὴ περιιδεῖν ἐνδεεῖς ὄντας μήτε τιτθὴν γενομένην μήτε παιδαγωγόν· ἅμα δὲ καὶ τριηραρχῶν ἐξέπλεον, ὥστε καὶ τῇ γυναικὶ βουλομένῃ ἦν1 τοιαύτην οἰκουρὸν μετʼ αὐτῆς με καταλιπεῖν. ἀριστώντων δὲ ἐν τῇ αὐλῇ, ὡς ἐπεισπηδῶσιν οὗτοι καὶ καταλαμβάνουσιν αὐτὰς καὶ ἥρπαζον τὰ σκεύη, αἱ μὲν ἄλλαι θεράπαιναι (ἐν τῷ πύργῳ γὰρ ἦσαν, οὗπερ διαιτῶνται) ὡς ἤκουσαν κραυγῆς, κλείουσι τὸν πύργον, καὶ ἐνταῦθα μὲν οὐκ εἰσῆλθον, τὰ δʼ ἐκ τῆς ἄλλης οἰκίας ἐξέφερον σκεύη, ἀπαγορευούσης τῆς γυναικὸς μὴ ἅπτεσθαι αὐτοῖς, καὶ λεγούσης ὅτι αὑτῆς εἴη ἐν τῇ προικὶ τετιμημένα καὶ ὅτι τὰ πρόβατα ἔχετε πεντήκοντα καὶ τὸν παῖδα καὶ τὸν ποιμένα, πλείονος ἄξια ἢ κατεδικάσασθε· ἀπήγγειλε γάρ τις αὐτοῖς τῶν γειτόνων κόψας τὴν θύραν. ἔτι δὲ ἔφη τὸ ἀργύριον αὐτοῖς κείμενον εἶναι ἐπὶ τῇ τραπέζῃ· ἠκηκόει γὰρ ἐμοῦ· κἂν περιμείνητε, ἔφη, ἢ μετέλθῃ τις ὑμῶν αὐτόν, ἔχοντες ἄπιτε τὸ ἀργύριον ἤδη· τὰ δὲ σκεύη ἐᾶτε, καὶ μηδὲν τῶν ἐμῶν φέρετε, ἄλλως τε καὶ ἔχοντες ἄξια τῆς καταδίκης.

因此,当曾为乳母或家庭教师的人陷入困境时,不坐视不理是理所应当的;与此同时,我当时正作为三列桨座战船统领出海,因而留这样一位看家妇人陪伴我妻子,也是我妻子所乐意的。正当她们在庭院中吃午饭时,这些人突然闯入并控制住她们,开始抢夺器物;其余的女仆(她们当时在平时起居的塔楼里)一听到呼喊声,便关紧了塔楼的门,因此这些人未能闯入那里,却把其余屋内的器具搬劫而出。尽管我妻子严厉制止他们触碰那些东西,并说那些是记在她嫁妆估价中的私有财产,且说道: “你们已经拿走了五十只羊、家童和牧羊人,其价值已经超过了你们所获得的判决金额。” 因为有一位邻人敲门将此事告知了她们。她还进一步说,付给他们的钱已经存放在银钱兑换铺里了——因为她曾听我提起过: “如果你们稍候片刻,”她说,“或者你们中有人去将他找来,你们立刻就能拿着钱离开;请放开这些器具,不要拿走任何属于我的东西,更何况你们手中已握有抵得上判决金额的财物。”

§58

ταῦτα δὲ λεγούσης τῆς γυναικὸς οὐχ ὅπως2 ἐπέσχον, ἀλλὰ καὶ τῆς τιτθῆς τὸ κυμβίον λαβούσης παρακείμενον αὐτῇ, ἐξ οὗ ἔπινεν, καὶ ἐνθεμένης εἰς τὸν κόλπον, ἵνα μὴ οὗτοι λάβοιεν, ἐπειδὴ εἶδεν ἔνδον ὄντας αὐτούς, κατιδόντες αὐτὴν οὕτω διέθεσαν ἀφαιρούμενοι τὸ κυμβίον Θεόφημος καὶ Εὔεργος ἁδελφὸς αὐτοῦ οὑτοσί, ὥστε ὕφαιμοι μὲν οἱ βραχίονες καὶ οἱ καρποὶ τῶν χειρῶν αὐτῆς ἐγένοντο ἀποστρεφομένης τὼ χεῖρε3 καὶ ἑλκομένης ὑπὸ τούτων ἀφαιρουμένων τὸ κυμβίον, ἀμυχὰς δʼ ἐν τῷ τραχήλῳ εἶχεν ἀγχομένη, πελιὸν δὲ τὸ στῆθος. εἰς τοῦτο δʼ ἦλθον πονηρίας ὥστε, ἕως ἀφείλοντο τὸ κυμβίον ἐκ τοῦ κόλπου αὐτῆς, οὐκ ἐπαύσαντο ἄγχοντες καὶ τύπτοντες τὴν γραῦν.

然而在我妻子说了这些话之后,他们不仅没有罢手,反而在乳母将身旁喝水用的小杯拿入怀中、以免被他们抢走(因为她看见他们闯了进来)时,泰奥费摩斯和这里的他兄弟欧埃尔戈斯见状,为了夺走那只小杯,竟对她施以如此暴行,以致由于双手被向后扭转、并被抢夺小杯的二人拖拽,她的双臂和手腕都渗出了血,颈部因被扼住而满是抓痕,胸前也是青紫一片。他们凶残成性,竟至于不把那只小杯从老妇人怀中抢走,就不肯停止扼勒和殴打她。

§60

ἀκούοντες δὲ οἱ θεράποντες τῶν γειτόνων τῆς κραυγῆς καὶ ὁρῶντες τὴν οἰκίαν πορθουμένην τὴν ἐμήν, οἱ μὲν ἀπὸ τῶν τεγῶν τῶν ἑαυτῶν ἐκαλίστρουν τοὺς παριόντας, οἱ δὲ καὶ εἰς τὴν ἑτέραν ὁδὸν ἐλθόντες καὶ ἰδόντες Ἁγνόφιλον παριόντα ἐκέλευσαν παραγενέσθαι. προσελθὼν δὲ ὁ Ἁγνόφιλος προσκληθεὶς ὑπὸ τοῦ θεράποντος τοῦ Ἀνθεμίωνος, ὅς ἐστί μοι γείτων, εἰς μὲν τὴν οἰκίαν οὐκ εἰσῆλθεν (οὐ γὰρ ἡγεῖτο δίκαιον εἶναι μὴ παρόντος γε τοῦ κυρίου), ἐν δὲ τῷ τοῦ Ἀνθεμίωνος χωρίῳ ὢν ἑώρα τά τε σκεύη ἐκφερόμενα καὶ Εὔεργον καὶ Θεόφημον ἐξιόντας ἐκ τῆς ἐμῆς οἰκίας.

邻家的仆人听见呼救声,看见我的住宅遭到劫掠,有的从自家的屋顶上向过路人呼喊求援,有的则跑向另一条街,见到哈格诺菲洛斯路过,便请他前去相助。哈格诺菲洛斯应我邻人安特米昂的仆人之请赶来,虽然并未进入屋内(因为他认为主人不在场时擅入是不妥的),但他站在安特米昂的田庄里,亲眼目睹了器具被搬运出来,以及欧埃尔戈斯和泰奥费摩斯从我家走出来。

§61

οὐ μόνον τοίνυν, ὦ ἄνδρες δικασταί, λαβόντες μου τὰ σκεύη ᾤχοντο, ἀλλὰ καὶ τὸν υἱὸν ἦγον ὡς οἰκέτην, ἕως τῶν γειτόνων ἀπαντήσας αὐτοῖς Ἑρμογένης εἶπεν ὅτι υἱός μου εἴη. ὡς δὲ ταῦτα ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.

因此,审判官诸位,他们不仅抢走了我的家具离去,甚至还像对待家奴一样将我的儿子带走,直到邻人之一赫尔摩格涅斯遇见他们并指出那是我的儿子为止。为了证明我所言非虚,〔书记官〕将向你们宣读证词。 证词。

语法注3 条
  1. 56τῇ γυναικὶ βουλομένῃ ἦν

    表示“对某人(与格)而言是称心如意/合乎意愿的”惯用句式(βουλομένῳ ἐστί τινι 结构)。分词 βουλομένῃ 与 ἦν 连用作表语,该分句的主语是不定词短语 με καταλιπεῖν。

  2. 58οὐχ ὅπως

    惯用省略表达(οὐχ ὅπως ἐπέσχον, ἀλλὰ καί...),意为“非但没有住手,反而……”。前节省略了否定谓语,引出强烈的对比和程度的递进。

  3. 59ἀποστρεφομένης τὼ χεῖρε

    双数宾格 τὼ χεῖρε 作为受动分词 ἀποστρεφομένης 的关涉宾格(被影响部位),表示“双手被向后扭转”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg047.humanitext-grc2:54-61