← 狄摩西尼

控诉埃韦尔戈斯与姆内西布鲁斯

§46-53

亲属的伪证与破门掠夺财产的暴行

演说者指责泰奥费摩斯仅凭亲属的伪证欺骗法庭,并详细陈述了对方如何在达成延期赔付协议后背信弃义,强抢其羊群和仆人,甚至破门闯入其宅邸劫掠家什。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§46

παρασχόμενος δὲ ἐκεῖνος ταύτην τὴν μαρτυρίαν, ἣν ἄλλος μὲν οὐδεὶς μεμαρτύρηκεν, ὁ δὲ ἀδελφὸς καὶ ὁ κηδεστής, ὡς ἐθέλοι τὴν ἄνθρωπον παραδοῦναι, καὶ προσποιούμενος ἄκακος εἶναι, ἐξηπάτησεν τοὺς δικαστάς. δέομαι δὲ ὑμῶν νυνὶ δικαίαν δέησιν, ἅμα μὲν δικάσαι περὶ τῆς μαρτυρίας, πότερα ψευδής ἐστιν ἢ ἀληθής, ἅμα δὲ περὶ τοῦ πράγματος ἐξ ἀρχῆς σκέψασθαι.

然而,那个人却呈上了这份除他的兄弟和姐夫之外别无他人作证的证词——声称他当时愿意移交那名女仆——并假装温厚无害,从而欺骗了审判官们。我现在向你们提出一个正当的请求:既要对这份证词作出裁决,断定它是伪造的还是真实的,同时也要从头审视整件事情的来龙去脉。

§47

ἐγὼ μὲν τοίνυν, εἰς ἃ οὗτος κατέφυγεν τότε δίκαια, ἐκ τούτων οἴομαι δεῖν τὸν ἔλεγχον γενέσθαι, ἐκ τῆς ἀνθρώπου βασανιζομένης, ὁπότερος ἦρξεν χειρῶν ἀδίκων· τοῦτο γάρ ἐστιν ἡ αἴκεια. καὶ τοὺς μάρτυρας διὰ τοῦτο διώκω τῶν ψευδομαρτυρίων, ὅτι ἐμαρτύρησαν ἐθέλειν παραδιδόναι τὸν Θεόφημον τὴν ἄνθρωπον, οὐδαμοῦ τὸ σῶμα παραδιδόντος οὔτε τότε πρὸς τῷ διαιτητῇ οὔτε ὕστερον, πολλάκις ἐμοῦ ἐξαιτήσαντος.

因此我认为,应当依照他当时所诉诸的正当理由来进行检验,即通过拷问那名女仆,查明究竟是谁先动用了非法暴力;因为殴打罪指的正是这一点。我之所以指控这些证人作伪证,也正是为了这个缘故:因为尽管我多次索要,他无论是在当时仲裁官面前还是在事后,都从未交出女仆的身体,而他们却作证说泰奥费摩斯愿意移交女仆。

§48

διπλῆν οὖν αὐτοὺς δεῖ δίκην δοῦναι, ὅτι τε ἐξηπάτησαν τοὺς δικαστὰς ψευδεῖς μαρτυρίας παρασχόμενοι, κηδεστοῦ καὶ ἀδελφοῦ, καὶ ὅτι ἐμὲ ἠδίκησαν, λῃτουργοῦντα μὲν ὑμῖν προθύμως, ποιοῦντα δὲ τὰ προσταττόμενα, ὑπηρετοῦντα δὲ τοῖς νόμοις καὶ τοῖς ψηφίσμασιν τοῖς ὑμετέροις. ὡς δὲ οὐκ ἐγὼ μόνος παρέλαβον παρὰ τῆς ἀρχῆς τοῦτον εἰσπράξασθαι σκεύη ὀφείλοντα τῇ πόλει, ἀλλὰ καὶ ἄλλοι τῶν τριηράρχων ἑτέρους εἰσεπράξαντο οὓς παρέλαβον, ἀνάγνωθί μοι αὐτῶν τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.

因此,他们理应受到双重的惩治:其一是因为他们呈上姐夫与兄弟的虚假证词欺骗了审判官,其二是因为他们侵害了我,而我当时正热心为你们承担公益捐助,执行所受的吩咐,恪遵法律和你们的各项法令。为了证明并非只有我一人奉官厅之命向这个拖欠城邦装备的人进行催缴,其他三列桨座战船统领也同样向他们所负责的人进行了催缴,请为我宣读他们的证词。 证词。

§49

βούλομαι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ ἃ πέπονθα ὑπʼ αὐτῶν διηγήσασθαι ὑμῖν. ἐπειδὴ γὰρ ὦφλον αὐτοῖς τὴν δίκην ἐφʼ ᾗ τοὺς μάρτυρας τούτους διώκω τὰ ψευδῆ μεμαρτυρηκότας, προσελθὼν τῷ Θεοφήμῳ μελλούσης μοι ἤδη ἐξήκειν τῆς ὑπερημερίας, ἐδεήθην αὐτοῦ ἐπισχεῖν μοι ὀλίγον χρόνον, λέγων τὰς ἀληθείας, ὅτι πεπορισμένου τοῦ ἀργυρίου ὃ ἔμελλον αὐτῷ ἐκτίνειν συμβέβηκέ μοι τριηραρχία, καὶ ἀποστέλλειν διὰ τάχους δεῖ τὴν τριήρη, καὶ ὁ στρατηγὸς Ἀλκίμαχος αὑτῷ παρασκευάζειν κελεύοι ταύτην τὴν ναῦν· τὸ οὖν ἀργύριον τὸ πεπορισμένον τῷ Θεοφήμῳ ἀποδοῦναι ἐνταῦθα κατεχρησάμην. ἐδεόμην δʼ αὐτοῦ ἀναβαλέσθαι τὴν ὑπερημερίαν, ἕως ἂν τὴν ναῦν ἀποστείλω. ὁ δὲ ῥᾳδίως μοι καὶ ἀκάκως ἀποκρίνεται· οὐδὲν κωλύει, ἔφη· ἀλλʼ ἐπειδὰν τὴν ναῦν ἀποστείλῃς, πόριζε καὶ ἐμοί.

审判官诸位,我现在还想向你们讲述我从他们那里所遭受的侵害。因为当我在那场诉讼中败给他们之后——正是针对那场诉讼,我指控这些证人作了伪证——在偿还的宽限期即将届满之际,我前去找泰奥费摩斯,向他道出实情,恳求他宽限我一点时间:原本已筹备妥当打算偿付给他的银钱,适逢我被委派了三列桨座战船统领的差役,必须迅速遣发战船,且将军阿尔基马霍斯命令为他备妥这艘船;于是我便把原本为偿付泰奥费摩斯而筹备的银钱用在了那里。我请求他将逾期日延后,直到我遣发战船为止。他却十分爽快而和气地回答我道: “并无不可,”他说,“只待你把船遣发之后,也为我把钱备好便是。”

§51

ἀποκριναμένου δέ μοι ταῦτα τοῦ Θεοφήμου καὶ ἀναβαλομένου τὴν ὑπερημερίαν, καὶ μάλιστά μου πιστεύσαντος τῇ τε ἐπισκήψει τῶν ψευδομαρτυρίων καὶ τῷ μὴ ἐθέλειν αὐτὸν παραδοῦναι τὴν ἄνθρωπον, ὡς οὐδὲν ἂν νεωτερίσαντος περὶ τἀμά,1 ἐγὼ μὲν τὴν τριήρη ἀποστείλας, οὐ πολλαῖς ἡμέραις ὕστερον πορίσας τὸ ἀργύριον, προσελθὼν αὐτῷ ἐκέλευον ἐπὶ τὴν τράπεζαν ἀκολουθοῦντα κομίζεσθαι τὴν καταδίκην. ὡς δὲ ταῦτα ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.

由于泰奥费摩斯作出了这番答复并延后了逾期日,加之我深信伪证起诉通知以及他不愿交出女仆的事实,确信他绝不会对我的财产采取任何过激举动;于是在遣发战船之后,没过几天我便备齐了银钱,前去找他,请他随我前往银钱兑换铺领取判决款项。为了证明我所言非虚,〔书记官〕将向你们宣读有关这些事项的证词。 证词。

§52

ὁ δὲ Θεόφημος ἀντὶ τοῦ τὴν καταδίκην ἀπολαβεῖν ἀκολουθήσας ἐπὶ τὴν τράπεζαν, ἐλθών μου τὰ πρόβατα λαμβάνει ποιμαινόμενα πεντήκοντα μαλακὰ καὶ τὸν ποιμένα μετʼ αὐτῶν καὶ πάντα τὰ ἀκόλουθα τῇ ποίμνῃ, ἔπειτα παῖδα διάκονον ὑδρίαν χαλκῆν ἀποφέροντα ἀλλοτρίαν ᾐτημένην, πολλοῦ ἀξίαν. καὶ ταῦτα ἔχουσιν οὐκ ἐξήρκεσεν αὐτοῖς·

可是泰奥费摩斯非但没有随我前往银钱兑换铺领取判决款项,反而跑来强行夺走了我放牧中的五十只细毛羊、连同它们的牧羊人以及属于羊群的一切用具;随后他又抓走了一名正携带着向他人借来的贵重青铜水罐的家童仆人。

§53

ἀλλʼ ἐπεισελθόντες εἰς τὸ χωρίον (γεωργῶ δὲ πρὸς τῷ ἱπποδρόμῳ, καὶ οἰκῶ ἐνταῦθα ἐκ μειρακίου) πρῶτον μὲν ἐπὶ τοὺς οἰκέτας ᾖξαν, ὡς δὲ οὗτοι διαφεύγουσιν αὐτοὺς καὶ ἄλλος ἄλλῃ ἀπεχώρησαν, ἐλθόντες πρὸς τὴν οἰκίαν καὶ ἐκβαλόντες τὴν θύραν τὴν εἰς τὸν κῆπον φέρουσαν Εὔεργός τε οὑτοσὶ ὁ ἀδελφὸς ὁ Θεοφήμου καὶ Μνησίβουλος ὁ κηδεστὴς αὐτοῦ, οἷς οὐδεμίαν δίκην ὠφλήκειν οὐδὲ προσῆκεν αὐτοὺς ἅπτεσθαι τῶν ἐμῶν οὐδενός,2 εἰσελθόντες ἐπὶ τὴν γυναῖκά μου καὶ τὰ παιδία ἐξεφορήσαντο ὅσα ἔτι ὑπόλοιπά μοι ἦν σκεύη ἐν τῇ οἰκίᾳ.

即便占有了这些东西,他们仍不满足;他们竟又闯入我的田庄(我在赛马场附近务农,自年轻时起便居住在那里),起初向家奴们猛扑过去;当家奴们从他们眼前逃脱、各自四散走避后,泰奥费摩斯的兄弟——即这里的欧埃尔戈斯,以及他的姐夫姆内西布洛斯——我对他们既未欠下任何判决赔偿,他们也没有任何资格触碰我的分毫财产——便走向主屋,破开了通往花园的门,径直闯入我妻子和幼小孩子所在之处,将我屋内尚存的一切器具家私洗劫一空。

语法注2 条
  1. 51ὡς οὐδὲν ἂν νεωτερίσαντος περὶ τἀμά

    由 ὡς 引出的带有 ἄν 的属格绝对结构(逻辑主语为 τοῦ Θεοφήμου),在主句过去时态背景下表示说话人主观上的信从,相当于间接引语中代表潜在希求句(οὐδὲν ἂν νεωτερίσειε),意即“确信他绝不会对我的财产采取任何过激举动”。

  2. 53οἷς οὐδεμίαν δίκην ὠφλήκειν οὐδὲ προσῆκεν αὐτοὺς ἅπτεσθαι τῶν ἐμῶν οὐδενός

    关系代词 οἷς 是动词 ὠφλήκειν(“承担判决债务”)所支配的受损与格。并列的非人称动词 οὐδὲ προσῆκεν(“本不应当”)以宾格不定式短语(αὐτοὺς ἅπτεσθαι)为真实主语,中动不定式 ἅπτεσθαι 支配属格补足语 τῶν ἐμῶν οὐδενός,强调欧埃尔戈斯和姆内西布洛斯完全无权触碰其任何财产。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg047.humanitext-grc2:46-53