- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg047.humanitext-grc2:39-45
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露对方拒绝移交女仆的自相矛盾,呈上证实是泰奥费摩斯先行行动手的证人,并详细叙述了泰奥费摩斯在议事会被定罪后自己如何宽大和解,以及航海归来后再度提起殴打之诉的经过。
ὡς οὖν ἀληθῆ λέγω, καὶ ἦρξεν χειρῶν ἀδίκων ὁ Θεόφημος, οὐκ ἄλλοθεν δεῖν οἶμαι τὸν ἔλεγχον γενέσθαι ἢ ἐκ τῆς ἀνθρώπου, ἣν μεμαρτυρήκασιν οὗτοι οἱ μάρτυρες ὡς ἤθελεν ὁ Θεόφημος παραδιδόναι. ταύτῃ δὲ τῇ μαρτυρίᾳ πρότερος εἰσελθὼν εἰς τὸ δικαστήριον, οὐ παραγραφομένου ἐμοῦ οὐδʼ ὑπομνυμένου1 διὰ τὸ καὶ πρότερόν ποτε ἐφʼ ἑτέρας δίκης ταῦτά με βλάψαι, ἐξηπάτησεν τοὺς δικαστὰς λέγων, οὓς μὲν ἐγὼ παρειχόμην μάρτυρας, τὰ ψευδῆ μαρτυρεῖν, τὴν δὲ ἄνθρωπον ἐρεῖν τὰς ἀληθείας βασανιζομένην.
因此,为了证明我说的是实话,且是泰奥费摩斯先动用了非法暴力,我认为检验的根据无须来自那名女仆之外的别处,而这群证人曾作证说泰奥费摩斯愿意移交该女仆。然而,因为从前在另一起诉讼中此类做法曾使我受害,我既没有提出妨诉抗辩,也没有宣誓申请延期;他便凭着这一证词抢先走入法庭,欺骗了审判官们,声称我所提供的证人作了伪证,而那名女仆若经严刑拷问则会吐露真情。
οἷς δὲ τότε κατεχρῶντο λόγοις, νῦν αὐτοῖς ἐξελέγχονται ὑπεναντία ποιοῦντες· τὴν γὰρ ἄνθρωπον οὐ δύναμαι παραλαβεῖν πολλάκις ἐξαιτήσας, ὡς μεμαρτύρηται ὑμῖν. ἐπειδὴ τοίνυν τὴν ἄνθρωπον οὐ παραδιδόασιν, ἣν αὐτοὶ ἔφασαν προκαλέσασθαι, βούλομαι ὑμῖν καὶ τοὺς μάρτυρας παρασχέσθαι, οἳ εἶδόν με πρότερον πληγέντα ὑπὸ τοῦ Θεοφήμου (ἡ δὲ αἴκεια τοῦτʼ ἔστιν, ὃς ἂν ἄρξῃ χειρῶν ἀδίκων πρότερος) ἄλλως τε καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὰ ψηφίσματα τὰ ὑμέτερα εἰσπράττοντα. καί μοι ἀνάγνωθι τὰ ψηφίσματα καὶ τὴν μαρτυρίαν. ΨΗΦΙΣΜΑΤΑ. ΜΑΡΤΥΡΙΑ.
可是,他们如今的所作所为正与他们当时滥用的言辞截然相反,从而证明了他们自身的虚妄;因为正如已向你们作证的那样,尽管我多次索要,却始终无法领受这名女仆。既然他们不肯交出自己声称曾主动提出移交的女仆,我也愿意向你们呈上目睹我被泰奥费摩斯先行殴打的证人们(殴打罪指的正是谁先动用了非法暴力),更何况我当时是依法和依照你们的各项法令进行催缴的。请为我宣读各项法令和证词。 法令。证词。
ἐπειδὴ τοίνυν ἀφῃρέθην τὰ ἐνέχυρα ὑπὸ τοῦ Θεοφήμου καὶ συνεκόπην, ἐλθὼν εἰς τὴν βουλὴν τάς τε πληγὰς ἔδειξα καὶ ἃ πεπονθὼς ἦν εἶπον, καὶ ὅτι εἰσπράττων τῇ πόλει τὰ σκεύη. ἀγανακτήσασα δʼ ἡ βουλὴ ἐφʼ οἷς ἐγὼ ἐπεπόνθειν, καὶ ἰδοῦσά με ὡς διεκείμην, καὶ ἡγησαμένη ὑβρίσθαι οὐκ ἐμέ, ἀλλʼ ἑαυτὴν καὶ τὸν δῆμον τὸν ψηφισάμενον καὶ τὸν νόμον τὸν ἀναγκάσαντα εἰσπράττειν τὰ σκεύη, ἐκέλευεν εἰσαγγέλλειν με, καὶ τοὺς πρυτάνεις προγράφειν αὐτῷ τὴν κρίσιν ἐπὶ δύο ἡμέρας ὡς ἀδικοῦντι καὶ διακωλύοντι τὸν ἀπόστολον, διότι τὰ σκεύη οὐκ ἀπεδίδου καὶ τὰ ἐνέχυρα ἀφείλετο καὶ ἐμὲ συνέκοψεν τὸν εἰσπράττοντα καὶ ὑπηρετοῦντα τῇ πόλει. γενομένης τοίνυν τῆς κρίσεως τῷ Θεοφήμῳ ἐν τῇ βουλῇ κατὰ τὴν εἰσαγγελίαν ἣν ἐγὼ εἰσήγγειλα, καὶ ἀποδοθέντος λόγου ἑκατέρῳ, καὶ κρύβδην διαψηφισαμένων τῶν βουλευτῶν, ἑάλω ἐν τῷ βουλευτηρίῳ καὶ ἔδοξεν ἀδικεῖν.
当时,我被泰奥费摩斯夺走了担保物并遭到痛殴,我便来到议事会,展示了伤口,陈述了我所遭受的侵害,并说明我是在为城邦催缴装备。议事会对我的遭遇感到义愤,目睹了我当时的惨状,并认为遭到侮辱的不是我,而是议事会自身、通过决议的民众以及强令催缴装备的法律,于是吩咐我提起弹劾,并责成五十人团主席官将对他的审理预先张榜公示两天,罪名是他拒绝归还装备、夺走担保物并殴打为城邦催缴和服务的我,构成了违法并阻碍了舰队派遣。依照我所提起的弹劾,泰奥费摩斯在议事会的审判得以举行,双方均获得了申辩发言权,议事会议员们进行了无记名投票,他在议事厅内被定罪并被认定违法。
καὶ ἐπειδὴ ἐν τῷ διαχειροτονεῖν ἦν ἡ βουλὴ πότερα δικαστηρίῳ παραδοίη ἢ ζημιώσειε ταῖς πεντακοσίαις, ὅσου ἦν κυρία κατὰ τὸν νόμον,2 δεομένων τούτων ἁπάντων καὶ ἱκετευόντων καὶ τίνα οὐ προσπεμπόντων;3 καὶ τὸ διάγραμμα τῶν σκευῶν ἀποδιδόντων εὐθὺς ἐν τῇ βουλῇ, καὶ περὶ τῶν πληγῶν φασκόντων ἐπιτρέψειν ᾧ ἂν κελεύσω Ἀθηναίων, συνεχώρησα ὥστε τῷ Θεοφήμῳ πέντε καὶ εἴκοσι δραχμῶν προστιμηθῆναι.
当议事会正准备通过举手表决决定是将他移交法庭审理,还是处以五百德拉克马的罚款(即法律所赋予它的最高权限额度)时,由于这些人全部苦苦哀求、屈膝祈告——他们何尝没有派尽说客前来找我?——并且当场在议事会内如数照单支付了装备的价款,又声称关于殴打一事愿听从我所指定的任何雅典人仲裁,我便表示同意,使得对泰奥费摩斯仅追加裁定二十五德拉克马的罚款。
καὶ ταῦτα ὡς ἀληθῆ λέγω, ὑμῶν τε δέομαι ὅσοι ἐβούλευον ἐπʼ Ἀγαθοκλέους ἄρχοντος φράζειν τοῖς παρακαθημένοις, καὶ ὅσους ἐδυνάμην ἐγὼ ἐξευρεῖν τῶν τότε βουλευόντων, μάρτυρας ὑμῖν παρέξομαι. ΜΑΡΤΥΡΕΣ. ἐγὼ μὲν τοίνυν οὕτως, ὦ ἄνδρες δικασταί, ἐπιεικὴς ἐγενόμην πρὸς τούτους. καίτοι τό γε ψήφισμα δημοσίαν τὴν οὐσίαν ἐκέλευσεν εἶναι, οὐ μόνον ὃς ἂν ἔχων σκεύη μὴ ἀποδιδῷ τῇ πόλει, ἀλλὰ καὶ ὃς ἂν ἰδίᾳ κτησάμενος μὴ πωλῇ·4 τοιαύτη γὰρ ἡ ἀπορία οὖσα συνέβαινεν τότε ἐν τῇ πόλει σκευῶν. καί μοι ἀνάγνωθι τὸ ψήφισμα. ΨΗΦΙΣΜΑ.
为了证明我在此事上所言非虚,我请求你们当中凡在阿加托克勒斯担任执政官之年曾任议事会议员的人,转告身旁就坐的人;我也将把当时任职的议员中我所能找到的人,作为证人呈送给你们。 证人。 审判官诸位,可见我对待他们是如此宽厚仁慈。然而那项法令却规定没收财产,不仅针对那些持有装备而不向城邦归还的人,也针对那些私下购置却不肯出售的人;因为当时城邦恰好陷入了极其严重的装备匮乏。请为我宣读这项法令。 法令。
καταπλεύσας τοίνυν, ὦ ἄνδρες δικασταί, ὡς οὐδενὶ ἤθελεν ἐπιτρέπειν ὁ Θεόφημος περὶ τῶν πληγῶν ὧν τότε ἔλαβον ὑπʼ αὐτοῦ, προσεκαλεσάμην αὐτὸν καὶ ἔλαχον αὐτῷ δίκην τῆς αἰκείας. ἀντιπροσκαλεσαμένου δὲ κἀκείνου ἐμὲ καὶ διαιτητῶν ἐχόντων τὰς δίκας, ἐπειδὴ ἡ ἀπόφασις ἦν τῆς δίκης, ὁ μὲν Θεόφημος παρεγράφετο καὶ ὑπώμνυτο, ἐγὼ δὲ πιστεύων ἐμαυτῷ μηδὲν ἀδικεῖν εἰσῄειν εἰς ὑμᾶς.
审判官诸位,当我航海归来后,鉴于泰奥费摩斯不肯就我当时遭他施加的殴打交付任何人仲裁,我便传唤了他,并对他提起了殴打之诉。他也对我提起了反诉,由仲裁官负责审理这些案件;到了该案裁决之日,泰奥费摩斯提出了妨诉抗辩并宣誓申请延期,而我自信问心无愧,直接来到了你们法庭面前。
- 39οὐ παραγραφομένου ἐμοῦ οὐδʼ ὑπομνυμένου
属格独立结构,表明演说者此前出庭时既没有提出妨诉抗辩(παραγραφή),也没有提出延期宣誓(ὑπωμοσία)。使用否定词 οὐ 是对未采取上述诉讼程序这一客观事实的陈述。
- 43ὅσου ἦν κυρία κατὰ τὸν νόμον
关系代词 ὅσου 为表示价值/数额的属格,修饰形容词 κυρία(或与 ταῖς πεντακοσίαις 所蕴含的金钱数额保持一致),表示“议事会依照法律所拥有的法定最高裁决权限(额度)”。
- 43δεομένων τούτων ἁπάντων καὶ ἱκετευόντων καὶ τίνα οὐ προσπεμπόντων;
在属格独立结构链(δεομένων... καὶ ἱκετευόντων...)之中,直接插入了一个保留分词形式的修辞反问句(καὶ τίνα οὐ προσπεμπόντων?,“他们何尝没有派尽所有人?”),生动地描绘了对方四处托人求情的窘态。
- 44οὐ μόνον ὃς ἂν ἔχων σκεύη μὴ ἀποδιδῷ τῇ πόλει, ἀλλὰ καὶ ὃς ἂν ἰδίᾳ κτησάμενος μὴ πωλῇ
不定关系从句(ὃς ἂν... μὴ ἀποδιδῷ 与 ὃς ἂν... μὴ πωλῇ)作名词化使用,在逻辑上充当相当于领格的成分,指示主句中“没收……的财产”(δημοσίαν τὴν οὐσίαν ... εἶναι)的所指对象,属于法律条文中常见的紧缩句式(破格语法)。
