- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg047.humanitext-grc2:32-38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露泰奥费摩斯在德摩哈雷斯死后起诉其幼子等奸诈行径,并详述自己在获得议事会决议授权后,带领公职差役前往泰奥费摩斯家执行担保扣押,却遭对方挥拳殴打的经过。
ὁ γὰρ Ἀφαρεὺς ἐξήλεγχεν αὐτὸν τιμὴν λογισάμενον αὑτῷ τῶν σκευῶν καὶ λαβόντα παρʼ αὑτοῦ, ὅτε παρελάμβανεν τὴν τριηραρχίαν. νῦν δέ φησι Δημοχάρει παραδοῦναι, καὶ δικάζεται τοῖς παιδίοις τοῖς Δημοχάρους τετελευτηκότος τοῦ Δημοχάρους. ὅτε δʼ ἔζη ὁ Δημοχάρης, οὐκ ἀπεγράψατο πρὸς αὐτὸν διαδικασίαν ὁ Θεόφημος, εἰσπραττόμενος ὑπʼ ἐμοῦ τὰ σκεύη, ἀλλʼ ἐβούλετο ἐπὶ προφάσει χρόνου ἐγγενομένου ἀποστερῆσαι τὴν πόλιν τὰ σκεύη. ὡς δʼ ἀληθῆ λέγω, ἀναγνώσεται τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.
因为阿法柔斯驳斥了他,证明在接任三列桨座战船船长时,他曾向〔阿法柔斯〕自己核算了装备的价款并已从〔阿法柔斯〕自己那里收取。然而现在他却声称已经移交给了德摩哈雷斯,并且趁德摩哈雷斯去世后,正与其幼子们打官司。但是当德摩哈雷斯在世时,泰奥费摩斯尽管受到我催缴装备,却并未对他登记权属裁决诉讼,而是企图借拖延时间的借口剥夺城邦的装备。为了证明我说的是实话,〔书记员〕将宣读证词。 证词。
ταῦτα τοίνυν ἐγὼ πάντα ἐνθυμούμενος, καὶ ἀκούων τὸν Θεόφημον τῶν πεπλησιακότων οἷος εἴη περὶ τὰ διάφορα,1 καὶ οὐκ ἀπολαμβάνων τὰ σκεύη παρʼ αὐτοῦ, προσῄειν πρός τε τοὺς ἀποστολέας καὶ τὴν βουλήν, λέγων ὅτι οὐκ ἀποδίδωσί μοι τὰ σκεύη ὁ Θεόφημος, ἃ ὦφλεν ἐν τῷ δικαστηρίῳ. προσῇσαν δὲ καὶ οἱ ἄλλοι τριήραρχοι τῇ βουλῇ, ὅσοι μὴ παρελάμβανον παρὰ τῶν ὀφειλόντων τὰ σκεύη. καὶ πολλῶν λόγων γενομένων ἀποκρίνεται ἡμῖν ἡ βουλὴ ψηφίσματι, ὃ ἀναγνώσεται ὑμῖν, εἰσπράττεσθαι τρόπῳ ᾧ ἂν δυνώμεθα. ΨΗΦΙΣΜΑ.
因此,我考虑到这所有情况,又从与他接近的人那里听说泰奥费摩斯在金钱事务上是何种人,加之未能从他那里收回装备,我便前往调度官和议事会处,说明泰奥费摩斯不肯归还法庭判决他交付的装备。其他未能从债务人手中收回装备的三列桨座战船船长们,也都前往议事会。经过多番讨论,议事会通过了一项决议来答复我们——这项决议将宣读给你们听——准许我们以所能采取的任何方式进行催缴。 决议。
γενομένου τοίνυν τοῦ ψηφίσματος τούτου ἐν τῇ βουλῇ, καὶ οὐδενὸς γραφομένου παρανόμων, ἀλλὰ κυρίου ὄντος, προσελθὼν Εὐέργῳ τουτῳὶ τῷ ἀδελφῷ τοῦ Θεοφήμου, ἐπειδὴ τὸν Θεόφημον οὐχ οἷός τε ἦν ἰδεῖν, ἔχων τὸ ψήφισμα πρῶτον μὲν ἀπῄτησα τὰ σκεύη καὶ ἐκέλευσα αὐτὸν φράσαι τῷ Θεοφήμῳ, ἔπειτα διαλιπὼν ἡμέρας τινάς, ὡς οὐκ ἀπεδίδου τὰ σκεύη, ἀλλʼ ἐχλεύαζέ με, παραλαβὼν μάρτυρας ἠρόμην αὐτὸν πότερα νενεμημένος εἴη πρὸς τὸν ἀδελφὸν ἢ κοινὴ ἡ οὐσία εἴη αὐτοῖς.
这项决议在议事会通过后,既无人提起违法法令起诉,因而具有完全效力;由于我见不到泰奥费摩斯,我便携带着该决议前去找泰奥费摩斯的这位兄弟欧埃尔戈斯,起初向他索要装备并吩咐他转告泰奥费摩斯;随后隔了几天,见对方不仅不归还装备反而嘲弄我,我便带上证人前去问他,他与兄弟之间是已经分家,还是财产依旧共有。
ἀποκριναμένου δέ μοι Εὐέργου ὅτι νενεμημένος εἴη καὶ χωρὶς οἰκοίη ὁ Θεόφημος, αὐτὸς δὲ παρὰ τῷ πατρί, πυθόμενος οὗ ᾤκει ὁ Θεόφημος, λαβὼν παρὰ τῆς ἀρχῆς ὑπηρέτην ἦλθον ἐπὶ τὴν οἰκίαν τοῦ Θεοφήμου. καταλαβὼν δὲ αὐτὸν οὐκ ἔνδον ὄντα, ἐκέλευσα τὴν ἄνθρωπον τὴν ὑπακούσασαν μετελθεῖν αὐτὸν ὅπου εἴη, ταύτην ἣν μεμαρτυρήκασιν οὗτοι προκαλέσασθαι τὸν Θεόφημον παραδοῦναι,2 ἐγὼ δὲ ἐξαιτῶν οὐ δύναμαι παραλαβεῖν, ἵνʼ ὑμεῖς τὴν ἀλήθειαν πύθησθε, ὁπότερος ἦρξεν χειρῶν ἀδίκων.3
当欧埃尔戈斯回答我说他们已经分家、泰奥费摩斯单独居住而他自己则与父亲同住后,我打听到了泰奥费摩斯的住址,便从长官那里带了一名差役,来到了泰奥费摩斯的寓所。发现他不在家后,我便吩咐开门的女仆去把他找回来,无论他在哪里——正是这群人作证说泰奥费摩斯曾向我提出挑战要移交、而我虽一再索要却始终无法领取的那个女仆,好让你们能知晓究竟是谁先行动用了非法暴力的真相。
ὡς δὲ ἀφικνεῖται ὁ Θεόφημος μετελθούσης αὐτὸν τῆς ἀνθρώπου, ἀπῄτουν αὐτὸν τὸ διάγραμμα τῶν σκευῶν, λέγων ὅτι ἤδη περὶ ἀναγωγὴν εἴην, καὶ ἐδείκνυον τὸ ψήφισμα τῆς βουλῆς. ὡς δὲ ταῦτά μου λέγοντος οὐκ ἀπεδίδου, ἀλλὰ ἠπείλει καὶ ἐλοιδορεῖτο, ἐκέλευσα τὸν παῖδα καλέσαι εἴ τινας ἴδοι τῶν πολιτῶν παριόντας ἐκ τῆς ὁδοῦ, ἵνα μάρτυρές μοι εἴησαν τῶν λεγομένων, καὶ ἠξίουν πάλιν τὸν Θεόφημον ἢ αὐτὸν ἀκολουθεῖν πρὸς τοὺς ἀποστολέας καὶ τὴν βουλήν, καὶ εἰ μή φησιν ὀφείλειν, ἐκείνους πείθειν τοὺς παραδόντας καὶ ἀναγκάζοντας εἰσπράττειν, ἢ ἀποδιδόναι τὰ σκεύη· εἰ δὲ μή, ἐνέχυρα ἔφην λήψεσθαι κατά τε τοὺς νόμους καὶ τὰ ψηφίσματα. οὐδὲν δʼ ἐθέλοντος αὐτοῦ τῶν δικαίων ποιεῖν, ἦγον τὴν ἄνθρωπον ἑστηκυῖαν ἐπὶ τῇ θύρᾳ, τὴν μετελθοῦσαν αὐτόν.
当女仆将泰奥费摩斯找回、他本人赶到后,我便要求他交付目录规定的装备,声明自己已濒临启航出海,并向他出示了议事会的决议。然而面对我的这些话,他不仅不归还,反而出言恐吓并肆意辱骂;于是我便吩咐我的仆童去把从街上走过的过路公民叫来,以便为所说之话作证;并且我再次要求泰奥费摩斯,要么亲自随我前往调度官和议事会那里,如果他声称自己并不拖欠,就去说服那些移交他并强令征缴的官员,要么就交还装备;否则,我表示将依照法律与各项法令扣押担保物。由于他毫无履行正当要求的意愿,我便去抓那名站在门边的、方才去寻他回来的女仆作为扣押。
καὶ ὁ Θεόφημός με ἀφῃρεῖτο, καὶ ἐγὼ τὴν μὲν ἄνθρωπον ἀφῆκα, εἰς δὲ τὴν οἰκίαν εἰσῄειν, ἵνα ἐνέχυρόν τι λάβοιμι τῶν σκευῶν· ἔτυχεν γὰρ ἡ θύρα ἀνεῳγμένη, ὡς ἦλθεν ὁ Θεόφημος, καὶ ἔτι ἔμελλεν εἰσιέναι· καὶ ἐπεπύσμην αὐτὸν ὅτι οὐκ εἴη γεγαμηκώς. εἰσιόντος δέ μου παίει πὺξ ὁ Θεόφημος τὸ στόμα, καὶ ἐγὼ ἐπιμαρτυράμενος τοὺς παρόντας ἠμυνάμην.
泰奥费摩斯企图将女仆从我手中夺回,我便放开了女仆,转身跨入屋内,打算扣押某样物品充作装备的担保;因为当时门恰好开着,泰奥费摩斯刚到且正要进门,而且我已打听到他尚未娶妻。然而正当我跨入屋内时,泰奥费摩斯挥拳击中了我的嘴部,我便呼唤在场的人作证,同时出手自卫。
- 33ἀκούων τὸν Θεόφημον τῶν πεπλησιακότων οἷος εἴη περὶ τὰ διάφορα
前置先取(prolepsis)句式。逻辑中间接疑问从句 οἷος εἴη 的主语 τὸν Θεόφημον 被提前作为分词 ἀκούων 的直接宾格宾语。此外,属格 τῶν πεπλησιακότων 表示信息来源(出处属格),意为“从与他往来亲近的人那里”。
- 35ταύτην ἣν μεμαρτυρήκασιν οὗτοι προκαλέσασθαι τὸν Θεόφημον παραδοῦναι
包含多重嵌套不定式的复杂结构。指示代名词 ταύτην 与前文的 τὴν ἄνθρωπον 构成同格以作强调,关系代词 ἣν 则是不定式 παραδοῦναι 的直接宾语。在从属于 μεμαρτυρήκασιν 的宾格与不定式结构中,τὸν Θεόφημον 作不定式 προκαλέσασθαι(提出挑战/提议)的逻辑主语,而 προκαλέσασθαι 又带有补足不定式 παραδοῦναι(移交)。
- 35ὁπότερος ἦρξεν χειρῶν ἀδίκων
雅典法律中侵犯伤害之诉(αἰκία)的核心程式用语。动词 ἄρχω 支配属格,意为“率先开始、挑起”;χειρῶν ἀδίκων(“不法之手”)在此特指不当的先动手打人或挑起身体暴力。
