← 狄摩西尼

控诉埃韦尔戈斯与姆内西布鲁斯

§24-31

催缴用具的正当性与泰奥费摩斯的逃避企图

演说者出示法令与证词以确立对泰奥费摩斯催缴的正当性,并揭露泰奥费摩斯在法庭上毫不抗辩而败诉后,企图借舰队出航与时间推移将清偿责任转嫁给演说者或其继任者的图谋。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24

ὡς δὲ ταῦτα ἀληθῆ λέγω, τούτων ὑμῖν μάρτυρας παρέξομαι τό τε ψήφισμα καὶ τὸν νόμον, ἔπειτα τὴν ἀρχὴν αὐτὴν τὴν παραδοῦσαν καὶ εἰσαγαγοῦσαν εἰς τὸ δικαστήριον, εἶτα τοὺς ἐκ τῆς συμμορίας, ἧς ἦν ἐπιμελητὴς καὶ τριήραρχος. καί μοι ἀνάγνωθι. ΝΟΜΟΣ. ΨΗΦΙΣΜΑ. ΜΑΡΤΥΡΙΑΙ.

为了证明我说的是实话,我将向你们提供法令与法律作为证据,接着是负责移交并将案件提交法庭的行政长官本人,随后是我担任监督者兼三列桨座战船船长所在的分担体系的成员们。请为我宣读。 法律。法令。证词。

§25

ὡς μὲν τοίνυν πολλή μοι ἀνάγκη ἦν παραλαβεῖν τοὺς ὀφείλοντας τῇ πόλει, τοῦ τε νόμου ἀκούετε καὶ τῶν ψηφισμάτων· ὡς δὲ καὶ παρέλαβον παρὰ τῆς ἀρχῆς, ὁ παραδοὺς ὑμῖν μεμαρτύρηκεν. σκέψασθαι οὖν ὑμᾶς εἰκός ἐστιν ἐξ ἀρχῆς, ὦ ἄνδρες δικασταί, τοῦτο πρῶτον, πότερον ἐγὼ ἠδίκουν ὁ ἀναγκαζόμενος εἰσπρᾶξαι τὸν Θεόφημον, ἢ Θεόφημος, ὃς ὀφείλων τῇ πόλει τὰ σκεύη πολὺν χρόνον οὐκ ἀπεδίδου.

因此,我承担接收拖欠城邦者确实出于极大的必然性,这你们从法律与诸法令中均已听悉;而我确实从官员处接收了他们,移交者也已向你们作证。因此,审判官诸公,你们理应从一开始首先考察这一点:究竟是我这个被迫向泰奥费摩斯催缴的人有错,还是长期拖欠城邦装备而不予归还的泰奥费摩斯有错。

§26

ἐὰν γὰρ καθʼ ἕκαστον σκοπῆτε, εὑρήσετε τὸν Θεόφημον ἅπαντα ἀδικοῦντα, καὶ ταῦτα οὐχ ὑπʼ ἐμοῦ μόνον λόγῳ εἰρημένα, ἀλλὰ καὶ ὑπὸ τῆς βουλῆς καὶ τοῦ δικαστηρίου ψήφῳ κεκριμένα. ἐπειδὴ γὰρ παρέλαβον αὐτὸν παρὰ τῆς ἀρχῆς, προσελθὼν αὐτῷ πρῶτον μὲν ἀπῄτουν τὰ σκεύη· ὡς δὲ τοῦτό μου εἰπόντος οὐκ ἀπεδίδου, ὕστερον αὐτῷ περιτυχὼν περὶ τὸν Ἑρμῆν τὸν πρὸς τῇ πυλίδι προσεκαλεσάμην πρός τε τοὺς ἀποστολέας καὶ πρὸς τοὺς τῶν νεωρίων ἐπιμελητάς· οὗτοι γὰρ εἰσῆγον τότε τὰς διαδικασίας εἰς τὸ δικαστήριον περὶ τῶν σκευῶν.

因为如果你们逐项审视,就会发现泰奥费摩斯在所有事情上都不占理,并且这些并非仅由我空口所言,而是由议事会与法庭通过投票作出了判决。因为当我从官员处接收了他之后,起初前去找他索要装备;但在我说明此事而他仍不归还后,后来在边门旁的赫尔墨斯神像附近遇见他时,我便将他传讯至调度官与船坞管理者面前;因为当时正是由他们将有关装备的权属裁决诉讼提交法庭的。

§27

ὡς δὲ ἀληθῆ λέγω, τούτων ὑμῖν μάρτυρας τοὺς κλητεύσαντας παρέξομαι. ΜΑΡΤΥΡΕΣ. ὅτι μὲν τοίνυν προσεκλήθη ὑπʼ ἐμοῦ, οἱ κλητῆρές μοι μεμαρτυρήκασιν· ὡς δὲ εἰσήχθη εἰς τὸ δικαστήριον, λαβέ μοι τὴν μαρτυρίαν τῶν ἀποστολέων καὶ τῆς ἀρχῆς. ΜΑΡΤΥΡΙΑ.

为证明我说的是实话,我将向你们提供传唤见证人作为证人。 证人。 因此,他确实曾被我传唤,传唤人已为我作证;至于他被提交法庭之事,请为我取来调度官与官员的证词。 证词。

§28

ὃν μὲν τοίνυν ᾤμην πράγματα παρέξειν μοι Δημοχάρην τὸν Παιανιέα,1 πρὶν μὲν εἰσαχθῆναι εἰς τὸ δικαστήριον ἦν ἀηδής, ἐπειδὴ δὲ εἰσήχθη καὶ ἑάλω, ἀπέδωκεν τὸ καθʼ ἑαυτὸν μέρος τῶν σκευῶν. ὃν δʼ οὐκ ἂν ᾠήθην εἰς τοσοῦτον πονηρίας ἐλθεῖν ὥστε τολμῆσαι ἄν ποτε τὴν πόλιν ἀποστερῆσαι τὰ σκεύη, εἰς τοσοῦτο δικῶν καὶ πραγμάτων προβέβηκεν. καὶ παρὼν μὲν πρὸς τῷ δικαστηρίῳ, ὅτε εἰσήγετο, οὐδαμοῦ ἠντεδίκησεν, οὐδὲ ἀπεγράψατο διαδικασίαν πρὸς οὐδένα, εἴ τινά φησιν ἕτερον ἔχειν τὰ σκεύη καὶ μὴ προσήκειν αὑτῷ ἀποδοῦναι, ἀλλʼ εἴασεν καθʼ αὑτοῦ ψῆφον ἐπαχθῆναι·

至于我原以为会给我惹麻烦的帕伊阿尼亚区的德摩哈雷斯,在被带上法庭之前态度确实令人厌恶,但在被提交法庭并被判败诉后,他交还了自己分担的那部分装备。然而,我万万没想到会堕落到如此险恶境地、竟敢剥夺城邦装备的那个人,却引发了如此多的诉讼与纠葛。当案件被提交审理时,他虽然在法庭现场,却根本没有抗辩,也没有针对任何人登记权属裁决诉讼——如果他声称装备在别人手里、不该由他归还的话——反而任由不利于自己的判决通过。

§29

ἐπειδὴ δὲ ἀπῆλθεν ἐκ τοῦ δικαστηρίου, οὐδὲν μᾶλλον ἀπεδίδου, ἀλλʼ ᾤετο ἐν μὲν τῷ παρόντι αὐτὸς ἐκποδὼν γενόμενος ἡσυχίαν ἕξειν, ἕως ἂν ἐγώ τε ἐκπλεύσω καὶ αἱ νῆες καὶ χρόνος ἐγγένηται, καὶ ἐμέ, ἃ οὗτος ὤφειλεν σκεύη τῇ πόλει, ἀναγκασθήσεσθαι ἀποδοῦναι ἥκοντα ἐνθάδε ἢ τῷ διαδόχῳ, ὃς ἂν ἔλθῃ ἐκ τῆς συμμορίας ἐπὶ τὴν ναῦν. τί γὰρ ἂν καὶ ἀντέλεγον αὐτῷ ψηφίσματα καὶ νόμους παρεχομένῳ,2 ὡς προσῆκεν ἐμὲ εἰσπρᾶξαι τὰ σκεύη;

然而,当他离开法庭后,他丝毫没有归还的意思,反而以为眼下自己躲开避避风头,就能相安无事,直到我和船队出航并且时间拖延下去,而他拖欠城邦的那些装备,将迫使我在回到此地时,或者向分担体系派来接替登船的继任者予以赔付。因为面对他出示表明我有责任征缴装备的法令与法律,我又能对那位继任者反驳些什么呢?

§30

ὁ δὲ Θεόφημος χρόνου ἐγγεγενημένου, ὁπότε αὐτὸν ἥκων ἀπαιτοίην, ἔμελλε φήσειν ἀποδεδωκέναι, καὶ τούτοις τεκμηρίοις καταχρήσεσθαι ὡς ἀποδέδωκεν, τῷ καιρῷ, τῇ χρείᾳ, ὡς οὐκ ἠλίθιος ἦν οὐδʼ αὖ φίλος αὐτῷ γενόμενος οὐδεπώποτε ὥστʼ ἐπισχεῖν·3 ὥστε τί ἄν ποτε βουλόμενος ἐγώ, τριηραρχῶν μὲν τῇ πόλει, ἐπιμελητὴς δὲ ὢν τῆς συμμορίας, ψηφισμάτων δὲ τοιούτων καὶ νόμου ὄντος, περὶ τὴν εἴσπραξιν ἐπέσχον ἂν τούτῳ;

而泰奥费摩斯则打算在时间过去之后,每当我前来向他催讨时,就声称自己早已归还,并滥用这些事实作为他已交还的证据:当时的紧迫时机、紧急需求,以及我既非傻子、又从未与他成为朋友,绝不会予以拖延;既然我为城邦担任三列桨座战船船长,又是分担体系的管理者,且有如此法令与法律在案,我究竟图什么会在催缴一事上对他予以通融拖延呢?

§31

ταύτην τὴν διάνοιαν ἔχων ὁ Θεόφημος τότε μὲν οὐκ ἀπεδίδου τὰ σκεύη, ἀλλʼ ἐκποδὼν ἦν, ὕστερον δὲ ᾤετό με ἀποστερήσειν, πρὸς δὲ τούτοις εἰς ὅρκον καταφυγὼν ῥᾳδίως ἐπιορκήσειν, ὅπερ καὶ ἄλλοις πεποίηκεν. δεινὴ γὰρ ἡ πλεονεξία τοῦ τρόπου περὶ τὰ διάφορα, ὡς ἐγὼ ἔργῳ ὑμῖν ἐπιδείξω. ταῦτα γὰρ τὰ σκεύη ὀφείλων ὁ Θεόφημος τῇ πόλει εἰς Ἀφαρέα ἀνέφερεν λόγῳ, ἔργῳ δὲ οὐκ ἀπεγράψατο πρὸς αὐτὸν διαδικασίαν, εὖ εἰδὼς ὅτι ἐλεγχθήσεται ψευδόμενος, ἐὰν εἰσέλθῃ εἰς δικαστήριον.

怀着这种企图,泰奥费摩斯当时不仅不归还装备,反而躲藏起来,以为事后能够赖掉我的账,并且企图诉诸誓言而轻易背誓,正如他对其他人所做的那样。因为他在利益纠纷上性格极其贪婪,正如我将用事实向你们证明的那样。因为拖欠城邦这笔装备的泰奥费摩斯口头上推脱给阿法柔斯,在行动上却从未对他登记权属裁决诉讼,因为他深知一旦走入法庭,自己的谎言必将被戳穿。

语法注3 条
  1. 28ὃν μὲν τοίνυν ᾤμην πράγματα παρέξειν μοι Δημοχάρην τὸν Παιανιέα

    先取兼吸引结构(prolepsis),先行词 Δημοχάρην τὸν Παιανιέα 被吸引进关系代词 ὃν 所引导的关系从句中,以宾格充当由 ᾤμην 所支配的不定词 παρέξειν 的逻辑主语。主句则在后文通过隐含的主格主语恢复句意(πρὶν μὲν εἰσαχθῆναι... ἦν ἀηδής)。

  2. 29τί γὰρ ἂν καὶ ἀντέλεγον αὐτῷ ψηφίσματα καὶ νόμους παρεχομένῳ

    与格分词短语 αὐτῷ... παρεχομένῳ 在语境中指代紧接在前文出现的 τῷ διαδόχῳ(接替战船职务的继任者)。整句采用虚拟反事实疑问句(ἄν 搭配未完成过去直说式 ἀντέλεγον),意为“如果继任者出示法令与法律,我又能对他说什么来反驳呢”。

  3. 30ὡς οὐκ ἠλίθιος ἦν οὐδʼ αὖ φίλος αὐτῷ γενόμενος οὐδεπώποτε ὥστʼ ἐπισχεῖν

    由 ὡς 引导的间接引语从句,具体阐述泰奥费摩斯企图滥用的抗辩依据(即前文 τεκμήρια 的内容)。主语为演说者本人,第三人称未完成过去时 ἦν 展现了泰奥费摩斯预想的逻辑推演:即演说者既非傻子亦非其朋友,绝无可能通融延期,由此反推出装备必定早已交还。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg047.humanitext-grc2:24-31