- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg045.humanitext-grc2:9-17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗多洛斯指出了将质疑书与遗嘱捆绑作证这一内容的荒谬性,论证自己绝无拒绝开启遗嘱书板的动机,并阐明对方本应直接提交遗嘱原件,却借用质疑程序加以伪造的不法行径。
ἠκούσατε μὲν τῆς μαρτυρίας, ὦ ἄνδρες δικασταί, νομίζω δʼ ὑμᾶς, εἰ καὶ μηδὲν τῶν ἄλλων αἰσθάνεσθέ πω, τοῦτό γʼ αὐτὸ θαυμάζειν, τὸ τὴν μὲν ἀρχὴν τῆς μαρτυρίας εἶναι πρόκλησιν, τὴν δὲ τελευτὴν διαθήκην. οὐ μὴν ἀλλʼ ἔγωγʼ οἶμαι δεῖν, ἐπειδάν, ὃ τῶν μεμαρτυρημένων ὡσπερεὶ κεφάλαιόν ἐστιν, ἐπιδείξω ψεῦδος ὄν, τηνικαῦτʼ ἤδη καὶ περὶ τῶν τοιούτων ποιεῖσθαι τοὺς λόγους.
审判官诸位,你们已经听过了证言记录;我想,即使你们尚未察觉出其他任何问题,单凭这一点也必定深感惊异:这篇证言的开头是一份质疑(挑战书),而结尾却是一份遗嘱。不过我认为,一旦我指证出证言中堪称核心的内容纯属谎言之后,那时才正该就此类问题展开论辩。
ἔστι δὴ μεμαρτυρημένον αὐτοῖς προκαλεῖσθαι Φορμίωνʼ ἀνοίγειν τὰς διαθήκας, ἃς παρέχειν πρὸς τὸν διαιτητὴν Τεισίαν Ἀμφίαν τὸν Κηφισοφῶντος κηδεστήν· ἐμὲ δʼ οὐκ ἐθέλειν ἀνοίγειν· εἶναι δʼ ἃς αὐτοὶ μεμαρτυρήκασιν διαθήκας ἀντιγράφους ἐκείνων. εἶθʼ ἡ διαθήκη γέγραπται.
他们所证言的,是福尔米昂向我提出质疑,要求开启刻菲索丰的姻兄安菲亚斯向仲裁人泰西亚斯出示的遗嘱;而我不愿开启;并且他们自己所证明的遗嘱乃是那份遗嘱的副本。随后便附上了遗嘱的内容。
ἐγὼ τοίνυν περὶ μὲν τοῦ προκαλεῖσθαί με ἢ μὴ ταῦτα Φορμίωνα, οὐδέν πω λέγω, οὐδʼ ὑπὲρ τοῦ τὰς διαθήκας ἀληθεῖς ἢ ψευδεῖς εἶναι, ἀλλʼ αὐτίχʼ ὑμᾶς περὶ τούτων διδάξω· ἀλλʼ ἃ μεμαρτυρήκασι, μή μʼ ἐθέλειν τὸ γραμματεῖον ἀνοίγειν, ὡδὶ δὴ σκοπεῖτε. τοῦ τις ἂν εἵνεκʼ ἔφευγεν ἀνοίγειν τὸ γραμματεῖον; ἵνʼ ἡ διαθήκη νὴ Δία μὴ φανερὰ γένοιτο τοῖς δικασταῖς.
至于福尔米昂究竟是否向我提出过这一质疑,我目前暂且不表;对于遗嘱究竟是真还是假,我也姑且不论,稍后我自会就这些向诸位说明。然而,对于他们所作的“我不愿开启书板”这一证言,请诸位依下述方式思考:究竟出于何种缘故,会有人回避开启书板呢?凭宙斯起誓,难道是为了不让遗嘱在审判官面前曝光吗?
εἰ μὲν τοίνυν μὴ προσεμαρτύρουν τῇ προκλήσει τὴν διαθήκην οὗτοι, λόγον εἶχέ τινʼ ἂν τὸ φεύγειν ἔμʼ ἀνοίγειν τὸ γραμματεῖον· προσμαρτυρούντων δὲ τούτων καὶ τῶν δικαστῶν ὁμοίως ἀκουσομένων, τί ἦν μοι κέρδος τὸ μὴ ʼθέλειν; οὐδὲ ἓν δήπου. αὐτὸ γὰρ τοὐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι, κἂν εἰ μηδὲν προὐκαλοῦνθʼ οὗτοι, λόγῳ δʼ ἐχρῶντο μόνον, καὶ παρεῖχέν τις αὐτοῖς γραμματεῖον ὡς διαθήκην, ἐμὸν ἦν τὸ προκαλεῖσθαι καὶ κελεύειν ἀνοίγειν ταύτην,1 ἵνʼ εἰ μὲν ἄλλʼ ἄττα τῶν ὑπὸ τούτων μεμαρτυρημένων ἦν τἀκεῖ γεγραμμένα, μάρτυρας εὐθὺς τῶν περιεστηκότων πολλοὺς ποιησάμενος τεκμηρίῳ τούτῳ καὶ περὶ τῶν ἄλλων, ὡς κατασκευάζουσιν, ἐχρώμην· εἰ δὲ ταὔτʼ ἐνῆν, τὸν παρασχόντʼ αὐτὸν ἠξίουν μαρτυρεῖν. ἐθελήσαντος μέν γʼ ὑπεύθυνον ἐλάμβανον, εἰ δʼ ἔφευγε, πάλιν αὐτὸ τοῦθʼ ἱκανὸν τεκμήριον ἦν μοι τοῦ πεπλάσθαι τὸ πρᾶγμα. καὶ δὴ καὶ συνέβαινεν ἐκείνως μὲν ἕνʼ εἶναι πρὸς ὃν τὰ πράγματʼ ἐγίγνετό μοι, ὡς δʼ οὗτοι μεμαρτυρήκασι, πρὸς πολλούς. ἔστιν οὖν ὅστις ἂν ὑμῶν ταῦθʼ εἵλετο; ἐγὼ μὲν οὐδένʼ ἡγοῦμαι.
如果这些人未曾将遗嘱附在质疑书之后一同作证,我回避开启书板或许还说得通;但既然他们同时追加了遗嘱作为证言,审判官们同样能够听到其中的内容,那么我不愿开启对我又有什么好处呢?显然连一点好处也没有。雅典人啊,情况恰恰相反:即便他们未曾提出任何质疑,而仅仅口头宣称,且有人向他们出示了一块书板声称是遗嘱,要求开启该书板也原本正是我应当提出的质疑和主张。因为如果那里所写的内容与这些人所证言的有所不同,我便能立即让在场的许多旁观者充当证人,以此作为证据来揭露他们在其他事上也同样是在编造;而如果其中所写的内容完全相同,我便会要求出示该书板之人亲自作证。如果他愿意作证,我便抓住了一个须承担责任的证人;而如果他拒绝,这本身对我而言就再次成为了此事纯属捏造的充分证据。此外,依照那种做法,我所面对的纠葛仅涉一人,而依照他们所证言的情形,我却要应对许多人。那么,你们当中可曾有人会做出这样的选择?我认为决无一人会如此。
οὐ τοίνυν οὐδὲ κατʼ ἄλλου πιστεύειν ἐστὲ δίκαιοι.2 καὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσοις μὲν πρόσεστιν ὀργὴ τῶν πραττομένων ἢ λῆμμά τι κέρδους ἢ παροξυσμὸς ἢ φιλονικία, ταῦτα μὲν ἄλλος ἂν ἄλλως πράξειε πρὸς τὸν αὑτοῦ τρόπον· ὅσοις δὲ τούτων μὲν μηδέν, λογισμὸς δʼ ἐφʼ ἡσυχίας τοῦ συμφέροντος, τίς οὕτως ἄφρων ὅστις ἂν τὰ συνοίσοντʼ ἀφείς, ἐξ ὧν κάκιον ἔμελλεν ἀγωνιεῖσθαι, ταῦτʼ ἔπραξεν; ἃ γὰρ οὔτʼ εἰκότʼ οὔτʼ εὔλογʼ οὔτʼ ἂν ἔπραξεν οὐδείς, ταῦθʼ οὗτοι μεμαρτυρήκασιν περὶ ἡμῶν.
因此,诸位相信另一个人会这样做,也是不公正的。事实上,雅典人啊,凡是所行之事中带有愤怒、利益的贪图、一时的激愤或争强好胜之心,人们固然会依各自的性情做出各不相同的事来;但若并无上述情绪,而只是在平静中对自身利害进行权衡,又有谁会愚蠢到舍弃于己有利之事,偏偏去做那些注定使自己的诉讼陷于劣势之事呢?因为这些既不合情理、亦非人之常情、任何人都不可能做出的事,偏偏就是他们关于我们所作的证言。
οὐ τοίνυν μόνον ἐξ ὧν ἐμὲ μὴ ʼθέλειν τὸ γραμματεῖον ἀνοίγειν μεμαρτυρήκασι, γνοίη τις ἂν αὐτοὺς ὅτι ψεύδονται, ἀλλὰ καὶ ἐκ τοῦ πρόκλησιν ὁμοῦ διαθήκῃ μαρτυρεῖν. οἶμαι γὰρ ἅπαντας ὑμᾶς εἰδέναι, ὅτι ὅσα μὴ δυνατὸν πρὸς ὑμᾶς ἀγαγεῖν ἐστι τῶν πεπραγμένων, τούτων προκλήσεις ηὑρέθησαν.
人们不仅能从他们证言“我不愿开启书板”这一点看出他们是在说谎,更能从他们将质疑与遗嘱一同作证这一事实看出破绽。因为我想诸位全都知晓,正是针对那些无法直接呈送于诸位面前的事实,人们才发明了质疑这一程序。
οἷον βασανίζειν οὐκ ἔστιν ἐναντίον ὑμῶν· ἀνάγκη τούτου πρόκλησιν εἶναι. οἷον εἴ τι πέπρακται καὶ γέγονεν ἔξω που τῆς χώρας, ἀνάγκη καὶ τούτου πρόκλησιν εἶναι, πλεῖν ἢ βαδίζειν οὗ τὸ πρᾶγμʼ ἐπράχθη· καὶ τῶν ἄλλων τῶν τοιούτων. ὅπου δʼ αὐτὰ τὰ πράγματʼ ἐφʼ αὑτῶν ἔστιν ὑμῖν ἐμφανῆ ποιῆσαι, τί ἦν ἁπλούστερον ἢ ταῦτʼ ἄγειν εἰς μέσον;
例如,无法在诸位面前对奴隶进行刑讯,对此便必须提出质疑;又如,某事若是在境外某处发生和完成的,对此也必须提出质疑,要求航行或前往事发地;其他同类情形亦复如是。然而,若是事实本身能够独立显现在诸位面前,还有什么比将原物直接公之于众更为直截了当的呢?
Ἀθήνησιν μὲν τοίνυν ὁ πατὴρ ἐτελεύτησεν οὑμός, ἐγίγνετο δʼ ἡ δίαιτʼ ἐν τῇ ποικίλῃ στοᾷ, μεμαρτυρήκασι δʼ οὗτοι παρέχειν τὸ γραμματεῖον Ἀμφίαν πρὸς τὸν διαιτητήν. οὐκοῦν εἴπερ ἀληθὲς ἦν, ἐχρῆν αὐτὸ τὸ γραμματεῖον εἰς τὸν ἐχῖνον ἐμβαλεῖν καὶ τὸν παρέχοντα μαρτυρεῖν, ἵνʼ ἐκ τῆς ἀληθείας καὶ τοῦ τὰ σημεῖʼ ἰδεῖν οἱ μὲν δικασταὶ τὸ πρᾶγμʼ ἔγνωσαν, ἐγὼ δʼ εἴ τις ἠδίκει με, ἐπὶ τοῦτον ᾖα.3
先父是在雅典去世的,仲裁审理也是在彩绘柱廊进行的,而这些人又证明安菲亚斯曾向仲裁人出示过该书板。那么,倘若此事实属真确,他们本应当将书板原件直接投入证据箱,并由出示书板之人亲自作证,以便审判官们能依据真相并亲验印鉴来判明事实,而我若受到谁的侵害,也能直接对其追究责任。
- 13ἐμὸν ἦν τὸ προκαλεῖσθαι καὶ κελεύειν ἀνοίγειν ταύτην
物主形容词 ἐμόν 作表语,带冠词的不定式短语 τὸ προκαλεῖσθαι καὶ κελεύειν 作句子的主语,意为“提出质疑并要求开启该书板本是我的责任/符合我的利益”。这一句式用于反驳对方证言称其拒绝开启书板的说法,强调基于正常的切身利益,主动要求开启原件才是其理应采取的举措。
- 14οὐ τοίνυν οὐδὲ κατʼ ἄλλου πιστεύειν ἐστὲ δίκαιοι
此处采用了人称构式 δίκαιοί ἐστε + 不定式(πιστεύειν),而非带宾格不定式的非人称构式(οὐ δίκαιόν ἐστιν ὑμᾶς πιστεύειν)。这是古典希腊语的典型用法,意为“因此诸位相信……也是不公正/不合情理的”。
- 17ἵνʼ ἐκ τῆς ἀληθείας καὶ τοῦ τὰ σημεῖʼ ἰδεῖν οἱ μὲν δικασταὶ τὸ πρᾶγμʼ ἔγνωσαν, ἐγὼ δʼ εἴ τις ἠδίκει με, ἐπὶ τοῦτον ᾖα
此句为表示过去未实现目的或结果的从属句结构。承接前文含有过去未完成含义的情态动词 ἐχρῆν(本应做而未做),连词 ἵνα 后接直说式过去时态(不定过去时 ἔγνωσαν 及未完成过去时 ᾖα),表达与过去事实相反的虚构后果:“(若真如此做)审判官们本能查明真相,而我也本能去追究加害于我之人(但事实上未能如此)”。
