← 狄摩西尼

控诉斯特凡诺斯一

§18-25

分散证言的手法与伪造遗嘱文句分析

阿波罗多洛斯论证对方当事人将证言切碎分担以逃避法律责任,并揭露他们利用质疑程序作为掩护出示伪造遗嘱的手法,通过证言本身的行文疑点揭发其伪证行为。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

νῦν δʼ εἷς μὲν οὐδεὶς ὅλον τὸ πρᾶγμʼ ἀνεδέξατο, οὐδὲ μεμαρτύρηκεν ἁπλῶς, ὡς ἄν τις τἀληθῆ μαρτυρήσειεν, μέρος δʼ ἕκαστος, ὡς δὴ σοφὸς καὶ διὰ τοῦτʼ οὐ δώσων δίκην, ὁ μὲν γραμματεῖον ἔχειν ἐφʼ ᾧ γεγράφθαι διαθήκη Πασίωνος, ὁ δὲ πεμφθεὶς ὑπὸ τούτου παρέχειν τοῦτο, εἰ δʼ ἀληθὲς ἢ ψεῦδος, οὐδὲν εἰδέναι.

然而在实际情况中,并没有任何人承担下整件事情,也没有人像作真实证明之人那样坦荡作证,而是每个人都只承担其中一部分,自以为聪明从而可以免受惩处:一人仅仅证明自己持有一块题写着“帕西翁的遗嘱”的书板,另一人则证明自己受此人派遣出示该书板,而至于内容是真是假,自己则一无所知。

§19

οἱδὶ δὲ τῇ προκλήσει χρησάμενοι παραπετάσματι διαθήκας ἐμαρτύρησαν, ὡς ἂν μάλισθʼ οἱ μὲν δικασταὶ ταύτην τὴν διαθήκην ἐπίστευσαν τοῦ πατρὸς εἶναι, ἐγὼ δʼ ἀπεκλείσθην τοῦ λόγου τυχεῖν ὑπὲρ ὧν ἀδικοῦμαι, οὗτοι δὲ φωραθεῖεν τὰ ψευδῆ μεμαρτυρηκότες.1 καίτοι τό γʼ ἐναντίον ᾤοντο τούτου. ἵνα δʼ εἰδῆτε ταῦθʼ ὅτι ἀληθῆ λέγω, λαβὲ τὴν τοῦ Κηφισοφῶντος μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. "Κηφισοφῶν Κεφαλίωνος Ἀφιδναῖος μαρτυρεῖ καταλειφθῆναι αὑτῷ ὑπὸ τοῦ πατρὸς γραμματεῖον, ἐφʼ ᾧ ἐπιγεγράφθαι διαθήκη Πασίωνος ."

而眼前的这些被告,则以质疑书作为幌子,对遗嘱作了证,其作证方式恰恰最足以使审判官们相信这份遗嘱确属先父所有,使我因所受侵害而申诉的权利被剥夺,同时也使这些人作伪证的行为败露——尽管他们预料的结果与此截然相反。为了让诸位知晓我所言非虚,请书记员取来刻菲索丰的证言记录。 证言 “阿菲德纳区的凯法利翁之子刻菲索丰证明,先父留给他一块书板,其上题写着:‘帕西翁的遗嘱’。”

§20

οὐκοῦν ἦν ἁπλοῦν, ὦ ἄνδρες δικασταί, τὸν ταῦτα μαρτυροῦντα προσμαρτυρῆσαι εἶναι δὲ τὸ γραμματεῖον, ὃ αὐτὸς παρέχει, τοῦτο, καὶ τὸ γραμματεῖον ἐμβαλεῖν. ἀλλὰ τοῦτο μὲν οἶμαι τὸ ψεῦδος ἡγεῖτʼ ὀργῆς ἄξιον, καὶ δίκην ἂν ὑμᾶς παρʼ αὑτοῦ λαβεῖν, γραμματεῖον δʼ αὑτῷ καταλειφθῆναι μαρτυρῆσαι φαῦλον καὶ οὐδέν. ἔστι δὲ τοῦτʼ αὐτὸ τὸ δηλοῦν καὶ κατηγοροῦν ὅτι πᾶν τὸ πρᾶγμα κατεσκευάκασιν.

审判官诸位,作出这一证言的人,追加证明“他本人所出示的书板正是这一块”,并将该书板投入证据箱,难道不是轻而易举的事吗?然而我认为,他料定那样的谎言定会招致怒火,并使诸位对其施以惩罚,而仅证明有一块书板留给自己,则是微不足道、不会惹祸的。然而,正是这一点揭露并控告了整件事情纯属他们捏造。

§21

εἰ μὲν γὰρ ἐπῆν ἐπὶ τῆς διαθήκης Πασίωνος καὶ Φορμίωνος, ἢ πρὸς Φορμίωνα, ἢ τοιοῦτό τι, εἰκότως ἂν αὐτὴν ἐτήρει τούτῳ· εἰ δέ, ὥσπερ μεμαρτύρηκεν, ἐπῆν διαθήκη Πασίωνος, πῶς οὐκ ἂν ἀνῃρήμην αὐτὴν ἐγώ, συνειδὼς μὲν ἐμαυτῷ μέλλοντι δικάζεσθαι, συνειδὼς δʼ ὑπεναντίαν οὖσαν, εἴπερ ἦν τοιαύτη, τοῖς ἐμαυτῷ συμφέρουσιν, κληρονόμος δʼ ὢν καὶ ταύτης, εἴπερ ἦν τοὐμοῦ πατρός, καὶ τῶν ἄλλων τῶν πατρῴων ὁμοίως;

因为遗嘱上若是题写着“帕西翁与福尔米昂共有”,或“致福尔米昂”,或诸如此类的字样,他为福尔米昂保管它倒还合乎情理;但若是如他所证言的那样题写着“帕西翁的遗嘱”,我又怎会不去收回它呢?——我深知自己即将进行诉讼,深知它若是真有其事必定与我自身的利益相违背,而且若它确属先父之物,我既是这份文书的继承人,同样也是先父其他全部家产的继承人。

§22

οὐκοῦν τῷ παρέχεσθαι μὲν Φορμίωνι, γεγράφθαι δὲ Πασίωνος, εἰᾶσθαι δʼ ὑφʼ ἡμῶν,2 ἐξελέγχεται κατεσκευασμένη μὲν ἡ διαθήκη, ψευδὴς δʼ ἡ τοῦ Κηφισοφῶντος μαρτυρία. ἀλλʼ ἐῶ Κηφισοφῶντα· οὔτε γὰρ νῦν μοι πρὸς ἐκεῖνόν ἐστιν οὔτʼ ἐμαρτύρησεν ἐκεῖνος περὶ τῶν ἐν ταῖς διαθήκαις ἐνόντων οὐδέν.

因此,单凭文书出示给了福尔米昂、题写为帕西翁所有、却又被我们弃置不顾这一事实,便足以证实遗嘱乃是捏造的,而刻菲索丰的证言纯属虚假。但我且放过刻菲索丰;因为眼下我并非针对他进行诉讼,他也并未就遗嘱所载的内容作任何证明。

§23

καίτοι καὶ τοῦτο σκοπεῖτε, ὅσον ἐστὶ τεκμήριον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ τούτους τὰ ψευδῆ μεμαρτυρηκέναι. εἰ γὰρ ὁ μὲν αὐτὸς ἔχειν τὸ γραμματεῖον μαρτυρῶν οὐκ ἐτόλμησεν ἀντίγραφʼ εἶναι ἃ παρείχετο Φορμίων τῶν παρʼ αὑτῷ μαρτυρῆσαι, οὗτοι δʼ οὔτʼ ἐξ ἀρχῆς ὡς παρῆσαν ἔχοιεν ἂν εἰπεῖν, οὔτʼ ἀνοιχθὲν εἶδον πρὸς τῷ διαιτητῇ τὸ γραμματεῖον, ἀλλὰ καὶ μεμαρτυρήκασιν αὐτοὶ μὴ ʼθέλειν ἔμʼ ἀνοίγειν, ταῦθʼ ὡς ἀντίγραφʼ ἐστὶν ἐκείνων μεμαρτυρηκότες τί ἄλλʼ ἢ σφῶν αὐτῶν κατήγοροι γεγόνασιν ὅτι ψεύδονται;

然而,雅典人啊,请再审视这一点,看看它是多么强有力的证据,足以证明这些人作了伪证。如果连亲自证明持有该书板的人,都不敢证明福尔米昂所出示的内容就是他手中书板的副本,而这些人既不能说从一开始就在场,也未曾亲眼看见书板在仲裁人面前被打开——甚至他们自己还证明我不愿开启——那么,他们既然证明这些就是那份文件的副本,除了成为指控自己说谎的告发者之外,还能是什么呢?

§24

ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς γέγραπταί τις ἂν ἐξετάσας τὴν μαρτυρίαν γνοίη παντελῶς τοῦτο μεμηχανημένους αὐτούς, ὅπως δικαίως καὶ ἀδίκως δόξει ταῦθʼ ὁ πατὴρ οὑμὸς διαθέσθαι. λαβὲ δʼ αὐτὴν τὴν μαρτυρίαν, καὶ λέγʼ ἐπισχὼν οὗ ἄν σε κελεύω, ἵνʼ ἐξ αὐτῆς δεικνύω. ΜΑΡΤΥΡΙΑ. "μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον, εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος3—"

此外,雅典人啊,任何人若是审查这篇证言的措辞,便能完全看清他们处心积虑策划这一切,无非是无论正当与否都要让人们觉得先父立下了这样的处分。请取来这篇证言,并在我指示停下的地方暂停诵读,以便我直接依据文词向大家揭露。 证言 “证人们证明,当福尔米昂向阿波罗多洛斯提出质疑,若其声称这些并非帕西翁遗嘱的副本时,他们正在仲裁人泰西亚斯处在场——”

§25

ἐπίσχες.ἐνθυμεῖσθʼ ὅτι τῶν διαθηκῶν γέγραπται τῶν Πασίωνος. καίτοι χρῆν τοὺς βουλομένους τἀληθῆ μαρτυρεῖν, εἰ τὰ μάλιστʼ ἐγίγνεθʼ ἡ πρόκλησις, ὡς οὐκ ἐγίγνετο, ἐκείνως μαρτυρεῖν. λέγε τὴν μαρτυρίαν ἀπʼ ἀρχῆς πάλιν. ΜΑΡΤΥΡΙΑ. "μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ—" Μαρτυροῦμεν· παρῆμεν γὰρ δή· λέγε. "ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον—" Καὶ τοῦτο, εἴπερ προὐκαλεῖτο, ὀρθῶς ἂν ἐμαρτύρουν. "εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος—"

暂停。请注意这里写的是“帕西翁遗嘱的”。然而,那些希望依真情作证的人,即使这场质疑完全存在过——其实根本未曾发生——本也应当按如下方式作证。请重新从头诵读这篇证言。 证言 “证人们证明,他们正在仲裁人泰西亚斯处在场——” “我们作证,因为我们确实在场,”他们会这样说。接着念。 “当福尔米昂向阿波罗多洛斯提出质疑时——”这一点,如果他确实提出过质疑,他们倒也算证明得恰当。 “若其声称这些并非帕西翁遗嘱的副本时——”

语法注3 条
  1. 19ὡς ἂν μάλισθʼ οἱ μὲν δικασταὶ ταύτην τὴν διαθήκην ἐπίστευσαν τοῦ πατρὸς εἶναι, ἐγὼ δʼ ἀπεκλείσθην τοῦ λόγου τυχεῖν ὑπὲρ ὧν ἀδικοῦμαι, οὗτοι δὲ φωραθεῖεν τὰ ψευδῆ μεμαρτυρηκότες

    在由表示方式的 ὡς 与表可能的 ἄν 引导的从句中,过去直陈语气(ἐπίστευσαν, ἀπεκλείσθην)与祈愿语气(φωραθεῖεν)并列使用。搭配 ἄν 的过去直陈式表达前次审判中的过去可能(“最足以使审判官们相信……使我被剥夺……”),而祈愿语气 φωραθεῖεν 则表达本次审判中的现在或将来可能(“使这些人……败露”)。

  2. 22τῷ παρέχεσθαι μὲν Φορμίωνι, γεγράφθαι δὲ Πασίωνος, εἰᾶσθαι δʼ ὑφʼ ἡμῶν

    由表示原因的定冠词与格 τῷ 统领,并通过 μέν... δέ... δέ 并列了三个不定式短语(παρέχεσθαι, γεγράφθαι, εἰᾶσθαι)。此结构将这三种并存的矛盾情状并置,作为反驳对方的事实根据。

  3. 24εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος

    雅典法庭质疑书(proklesis)中的程式化惯用句。表达否认之意的 οὔ φησιν(“声称……并非、否认……”)在 εἰ 引导的条件句中变为 εἰ μή φησιν,意为“若其声称……并非”(即“若其否认……”),整体构成质疑程序的生效条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg045.humanitext-grc2:18-25