← 狄摩西尼

控诉斯特凡诺斯一

§1-8

控诉伪证的缘由与既往纷争始末

原告阿波罗多洛斯就前次诉讼中导致其败诉的伪证行为控告斯忒法诺斯,恳求审判官秉公审理,概述了自己与福尔米昂过往纠纷的始末,并要求当庭宣读涉案证言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

καταψευδομαρτυρηθείς,1 ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παθὼν ὑπὸ Φορμίωνος ὑβριστικὰ καὶ δεινά, δίκην παρὰ τῶν αἰτίων ἥκω ληψόμενος παρʼ ὑμῖν. δέομαι δὲ πάντων ὑμῶν καὶ ἱκετεύω καὶ ἀντιβολῶ πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου (μέγα γὰρ τοῖς ἠτυχηκόσιν, ὥσπερ ἐγώ,2 δυνηθῆναι περὶ ὧν πεπόνθασιν εἰπεῖν καὶ εὐμενῶς ἐχόντων ὑμῶν ἀκροατῶν τυχεῖν),3 εἶτʼ ἐὰν ἀδικεῖσθαι δοκῶ, βοηθῆσαί μοι τὰ δίκαια.

雅典人啊,我因他人作伪证而横遭冤屈,并遭受了福尔米昂肆意而可怕的凌辱,如今来到诸位面前,要在诸位这里向罪责之人讨还公道。我向诸位全体提出请求、哀告与恳请:首先,请善意地倾听我的申诉(因为对于像我这样遭遇不幸的人而言,能够陈述自己所受的苦难,并遇到诸位这样怀有善意的听众,是一件莫大的幸事);其次,若诸位认为我确实蒙冤,请依正义向我施以援救。

§2

ἐπιδείξω δʼ ὑμῖν τουτονὶ Στέφανον καὶ μεμαρτυρηκότα τὰ ψευδῆ, καὶ διʼ αἰσχροκερδίαν τοῦτο πεποιηκότα, καὶ κατήγορον αὐτὸν αὑτοῦ γιγνόμενον· τοσαύτη περιφάνεια τοῦ πράγματός ἐστιν. ἐξ ἀρχῆς δʼ ὡς ἂν οἷός τʼ ὦ διὰ βραχυτάτων εἰπεῖν πειράσομαι τὰ πεπραγμένα μοι πρὸς Φορμίωνα, ἐξ ὧν ἀκούσαντες τήν τʼ ἐκείνου πονηρίαν καὶ τούτους, ὅτι τὰ ψευδῆ μεμαρτυρήκασιν, γνώσεσθε.

我将向诸位证明,眼前的这位斯忒法诺斯不仅作了伪证,而且是出于可耻的贪利才做出此举,并且他已成为了指控他自己的告发者;此案的真相就是如此昭然若揭。我将尽我所能,从头至尾用极其简要的话语向诸位陈述我与福尔米昂之间的纠葛;听完这些,诸位便会认清那人的恶劣行径,并明白这些人确实作了伪证。

§3

ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, πολλῶν χρημάτων ὑπὸ τοῦ πατρὸς καταλειφθέντων μοι, καὶ ταῦτα Φορμίωνος ἔχοντος, καὶ ἔτι πρὸς τούτοις τὴν μητέρα γήμαντος τὴν ἐμὴν ἀποδημοῦντος ἐμοῦ δημοσίᾳ τριηραρχοῦντος ὑμῖν (ὃν τρόπον δέ, οὐκ ἴσως καλὸν υἱεῖ περὶ μητρὸς ἀκριβῶς εἰπεῖν), ἐπειδὴ καταπλεύσας ᾐσθόμην καὶ τὰ πεπραγμένʼ εἶδον, πόλλʼ ἀγανακτήσας καὶ χαλεπῶς ἐνεγκὼν δίκην μὲν οὐχ οἷός τʼ ἦν ἰδίαν λαχεῖν (οὐ γὰρ ἦσαν ἐν τῷ τότε καιρῷ δίκαι, ἀλλʼ ἀνεβάλλεσθʼ ὑμεῖς διὰ τὸν πόλεμον), γραφὴν δʼ ὕβρεως γράφομαι πρὸς τοὺς θεσμοθέτας αὐτόν. χρόνου δὲ γιγνομένου, καὶ τῆς μὲν γραφῆς ἐκκρουομένης, δικῶν δʼ οὐκ οὐσῶν, γίγνονται παῖδες ἐκ τούτου τῇ μητρί. καὶ μετὰ ταῦτα (εἰρήσεται γὰρ ἅπασα πρὸς ὑμᾶς ἡ ἀλήθειʼ, ὦ ἄνδρες δικασταί) πολλοὶ μὲν καὶ φιλάνθρωποι λόγοι παρὰ τῆς μητρὸς ἐγίγνοντο καὶ δεήσεις ὑπὲρ Φορμίωνος τουτουί, πολλοὶ δὲ καὶ μέτριοι καὶ ταπεινοὶ παρʼ αὐτοῦ τούτου.

事实上,审判官诸位,先父曾留给我巨额财产,由福尔米昂掌管;不仅如此,当我受城邦派遣、作为诸位的三列桨座战船船长出征在外之时,他竟娶了我的母亲为妻(至于具体是以何种方式,儿子对母亲的事细致描述或许并不妥当)。当我航行回国得知此事并目睹了所发生的一切后,虽深感义愤、痛苦难抑,但我当时无法提起私人诉讼(因为在那个特殊时期并不开庭审理诉讼,而是因战争缘故被诸位延期了);于是我向司法官对他提起了凌辱公诉。然而随着时间推移,公诉一再受阻被拖延,诉讼又无法开庭,母亲与他生下了数名子女。此后——审判官诸位,因为所有的实情都当在诸位面前全盘托出——母亲为眼前的这位福尔米昂做出了诸多温情脉脉的话语和恳求,而那人自身也做出了许多谦和卑微的表示。

§5

ἵνα δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, συντέμω ταῦτα, ἐπειδὴ ποιεῖν τʼ οὐδὲν ᾤετο δεῖν ὧν τόθʼ ὡμολόγησεν, καὶ τὰ χρήματʼ ἀποστερεῖν ἐνεχείρησεν ἃ τῆς τραπέζης εἶχεν ἀφορμήν, δίκην ἠναγκάσθην αὐτῷ λαχεῖν, ἐπειδὴ τάχιστʼ ἐξουσία ἐγένετο. γνοὺς δʼ οὗτος ὅτι πάντʼ ἐξελεγχθήσεται καὶ κάκιστος ἀνθρώπων περὶ ἡμᾶς γεγονὼς ἐπιδειχθήσεται, μηχανᾶται καὶ κατασκευάζει ταῦτα, ἐφʼ οἷς Στέφανος οὑτοσὶ τὰ ψευδῆ μου κατεμαρτύρησε. καὶ πρῶτον μὲν παρεγράψατο τὴν δίκην μὴ εἰσαγώγιμον εἶναι· ἔπειτα μάρτυρας, ὡς ἀφῆκʼ αὐτὸν τῶν ἐγκλημάτων, παρέσχετο ψευδεῖς, καὶ μισθώσεώς τινος ἐσκευωρημένης καὶ διαθήκης οὐδεπώποτε γενομένης.

为了长话短说,雅典人啊,当他认为自己完全无需履行当初所应允之事,并企图侵吞他作为银行资本所掌控的财产时,我便在诉讼程序一恢复时,被迫对他提起了诉讼。而这人意识到一切都将被揭穿,他对待我们的恶劣品行将被彻底暴露,便设计并捏造了眼前这位斯忒法诺斯据以对我作伪证的那些把戏。首先,他提出特别异议抗辩,主张该诉讼不可受理;接着,他又就我已免除对他的指控,以及就某份伪造的租赁契约和从未存在过的遗嘱提供了伪证人。

§6

προλαβὼν δέ μου ὥστε πρότερος λέγειν4 διὰ τὸ παραγραφὴν εἶναι καὶ μὴ εὐθυδικίᾳ εἰσιέναι, καὶ ταῦτʼ ἀναγνοὺς καὶ τἄλλʼ ὡς αὑτῷ συμφέρειν ἡγεῖτο ψευσάμενος, οὕτω διέθηκε τοὺς δικαστάς, ὥστε φωνὴν μηδʼ ἡντινοῦν ἐθέλειν ἀκούειν ἡμῶν· προσοφλὼν δὲ τὴν ἐπωβελίαν καὶ οὐδὲ λόγου τυχεῖν ἀξιωθείς, ἀλλʼ ὑβρισθεὶς ὡς οὐκ οἶδʼ εἴ τις πώποτʼ ἄλλος ἀνθρώπων, ἀπῄειν βαρέως, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ χαλεπῶς φέρων.

又由于这是一场关于异议抗辩的裁决而非直接进入实体审理,他抢得先机比我先发陈词,宣读了这些文件,并编造了其他自认为对自己有利的谎言,从而将审判官们的心思引导到了甚至不愿听我们吐露一字半句的地步。我不仅被判额外承担六分之一的罚金,甚至连陈词的权利都未被给予,反而遭受了我所知未曾有人蒙受过的屈辱;雅典人啊,我只得心情沉重、痛苦万分地离开了法庭。

§7

λόγον δʼ ἐμαυτῷ διδοὺς εὑρίσκω τοῖς δικάσασι μὲν τότε πολλὴν συγγνώμην οὖσαν (ἐγὼ γὰρ αὐτὸς οὐκ ἂν οἶδʼ ὅ τι ἄλλʼ εἶχον ψηφίσασθαι,5 τῶν πεπραγμένων μὲν μηδὲν εἰδώς, τὰ δὲ μαρτυρούμενʼ ἀκούων), τούτους δʼ ἀξίους ὄντας ὀργῆς, οἳ τῷ τὰ ψευδῆ μαρτυρεῖν αἴτιοι τούτων ἐγένοντο. περὶ μὲν δὴ τῶν ἄλλων τῶν μεμαρτυρηκότων, ὅταν πρὸς ἐκείνους εἰσίω, τότʼ ἐρῶ· περὶ ὧν δʼ οὑτοσὶ Στέφανος μεμαρτύρηκεν, ἤδη πειράσομαι διδάσκειν ὑμᾶς.

然而,当我反思自身时,我发现当时作出判决的审判官们是大可得到谅解的(因为我自己若完全不知实情而仅仅听信证言,也不知道还能投出何种不同的选票),而真正应承受怒火的,是那些通过作伪证而成为这一切祸端始作俑者的人。至于其他作证之人,待到我对他们提起诉讼之时我再陈说;但关于眼前这位斯忒法诺斯所作的证言,我现在就将尽力向诸位陈明。

§8

λαβὲ δʼ αὐτὴν τὴν μαρτυρίαν καὶ ἀνάγνωθί μοι, ἵνʼ ἐξ αὐτῆς ἐπιδεικνύω. λέγε· σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ.6 ΜΑΡΤΥΡΙΑ. "στέφανος Μενεκλέους Ἀχαρνεύς, Ἔνδιος Ἐπιγένους Λαμπτρεύς, Σκύθης Ἁρματέως Κυδαθηναιεὺς μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ Ἀχαρνεῖ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον, εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος τὸ γραμματεῖον ὃ ἐνεβάλετο Φορμίων εἰς τὸν ἐχῖνον, ἀνοίγειν τὰς διαθήκας τὰς Πασίωνος, ἃς παρεῖχε πρὸς τὸν διαιτητὴν Ἀμφίας ὁ Κηφισοφῶντος κηδεστής· Ἀπολλόδωρον δὲ οὐκ ἐθέλειν ἀνοίγειν· εἶναι δὲ τάδε ἀντίγραφα τῶν διαθηκῶν τῶν Πασίωνος."

请把证言记录本身拿来,为我宣读,以便我据其进行论证。读吧;你把水钟的水止住。 证言记录 “阿哈尔奈区的墨涅克勒斯之子斯忒法诺斯、兰普特赖区的埃庇革涅斯之子恩狄奥斯、屈达特奈翁区的哈尔玛透斯之子斯库忒斯作证:当福尔米昂向阿波罗多洛斯提出要求——如果阿波罗多洛斯声称福尔米昂投入证据箱中的书板并非帕西昂遗嘱的副本,便当开启刻菲索丰的姻兄安菲亚斯向仲裁人出示的帕西昂遗嘱——之时,他们当时正身处阿哈尔奈区的仲裁人泰西亚斯面前在场;而阿波罗多洛斯不愿开启;并且他们证明以下文字即是帕西昂遗嘱的副本。”

语法注6 条
  1. 1καταψευδομαρτυρηθείς

    动词 καταψευδομαρτυρέω 的被动态第一不定过去时分词阳性单数主格,修饰主句动词 ἥκω,表示伴随状况或原因,意为“被伪证所陷害/蒙受伪证”。

  2. 1ὥσπερ ἐγώ

    此处使用主格 ἐγώ 而非与 τοῖς ἠτυχηκόσιν 一致的与格,是因为比较分句省略了限定动词(如 ἠτύχηκα),形成“正如我(遭遇不幸)一样”的独立对应结构。

  3. 1εὐμενῶς ἐχόντων ὑμῶν ἀκροατῶν τυχεῖν

    动词 τυχεῖν 支配属格补足语,此处的直接补足语为 ἀκροατῶν(“遇到听众”)。分词短语 εὐμενῶς ἐχόντων ὑμῶν 修饰 ἀκροατῶν,意为“作为怀有善意的听众的诸位”。

  4. 6προλαβὼν δέ μου ὥστε πρότερος λέγειν

    分词 προλαβών 支配分离/比较属格 μου,意为“抢在我之前/占得先机”。其后的 ὥστε 引导带不定式(λέγειν)的结果从句(“以至于先发言”),表语形容词 πρότερος 采用主格与主语一致。

  5. 7οὐκ ἂν οἶδʼ ὅ τι ἄλλʼ εἶχον ψηφίσασθαι

    语气小词 ἄν 虽在字面上位于 οἶδα 之前,但在句法和意义上并不修饰主句动词 οἶδα,而是跨越修饰间接疑问从句中的未完成过去时 εἶχον(即 ἄν 的移位/倒装现象),表示对过去的非真实或潜在假设(“我不知道还能投出什么别的选票”)。

  6. 8σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ

    雅典法庭上的惯用指令,由发言者对掌管水钟的公仆或法庭官员发出,意为“止住水(水钟)”,以免宣读证词耽误自己的法定辩论时间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg045.humanitext-grc2:1-8