← 狄摩西尼

控诉斯特凡诺斯一

§74-81

福尔米昂侵吞财产与阿波罗多洛斯的公职奉献

阿波罗多洛斯斥责奴隶出身的福尔米昂霸占前主人的遗孀与巨资却置其女儿们的嫁妆于不顾、反倒查问主人开销的荒谬行径;他在为自身的节制生活与城邦捐造辩护的同时,痛斥福尔米昂的淫乱恶行与侵吞财产。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§74

ἀλλʼ αὐτὸς μὲν οὐκ ὤκνησε τὴν δέσποιναν γῆμαι καὶ ἣ τὰ καταχύσματʼ αὐτοῦ κατέχεε τόθʼ ἡνίκʼ ἐωνήθη, ταύτῃ συνοικεῖν, οὐδὲ προῖκα πέντε τάλανθʼ αὑτῷ γράψαι, χωρὶς ὧν οὔσης τῆς μητρὸς κυρίας οὗτος ἐγκρατὴς γέγονεν πολλῶν χρημάτων1 (τί γὰρ αὐτὸν οἴεσθʼ εἰς τὰς διαθήκας ἐγγράψαι καὶ τἄλλα, ὅσα ἐστίν, Ἀρχίππῃ δίδωμι; ) τὰς δʼ ἡμετέρας θυγατέρας μελλούσας διʼ ἔνδειαν ἀνεκδότους ἔνδον γηράσκειν περιορᾷ.

然而他自己却毫不犹豫地娶了他的女主人,并与当年他被买来时往他头上浇坚果干果的女人同居,更毫不犹豫地为自己写下五塔兰同的嫁妆,这还不算我母亲掌管财产期间他所夺取的巨额钱财(诸位以为他为何要在遗嘱中写上‘其余一切财产,凡现存的,皆归阿尔基佩’?);但他却对我家的女儿们冷眼旁观,听任她们因贫困而无法出嫁、在闺中老去。

§75

καὶ εἰ μὲν πένης οὗτος ἦν, ἡμεῖς δʼ εὐποροῦντες ἐτυγχάνομεν, καὶ συνέβη τι παθεῖν, οἷα πολλά, ἐμοί, οἱ παῖδες ἂν οἱ τούτου τῶν ἐμῶν θυγατέρων ἐπεδικάζοντο,2 οἱ τοῦ δούλου τῶν τοῦ δεσπότου· θεῖοι γάρ εἰσιν αὐταῖς διὰ τὸ τὴν μητέρα τὴν ἐμὴν τοῦτον λαβεῖν· ἐπειδὴ δʼ ἀπόρως ἡμεῖς ἔχομεν, τηνικαῦτʼ οὐ συνεκδώσει ταύτας, ἀλλὰ λέγει καὶ λογίζεται τὸ πλῆθος ὧν ἐγὼ χρημάτων ἔχω.

假如此人贫困而我们恰好富足,且我遭遇了不测——正如常有的人事变故一样——他的儿子们本会依法向法庭申请迎娶我的女儿们为法定继承女,也就是奴隶的儿子迎娶主人的女儿;因为此人娶了我的母亲,他们乃是女儿们的舅父。然而现在我们陷入了困窘,他不仅不协助将她们出嫁,反而在那里清算并罗列我所拥有的钱财数目。

§76

καὶ γὰρ τοῦτʼ ἀτοπώτατον πάντων. ὧν μὲν ἀπεστέρηκεν ἡμᾶς χρημάτων, οὐδέπω καὶ τήμερον ἠθέλησεν ὑποσχεῖν τὸν λόγον, ἀλλὰ μὴ εἰσαγωγίμους εἶναι τὰς δίκας παραγράφεται· ἃ δὲ τῶν πατρῴων ἐνειμάμην ἐγώ, ταῦτα λογίζεται. καὶ τοὺς μὲν ἄλλους ἄν τις ἴδοι τοὺς οἰκέτας ὑπὸ τῶν δεσποτῶν ἐξεταζομένους· οὗτος δʼ αὖ τοὐναντίον τὸν δεσπότην ὁ δοῦλος ἐξετάζει, ὡς δῆτα πονηρὸν καὶ ἄσωτον ἐκ τούτων ἐπιδείξων.

而这实在是万事之中最荒谬至极的。对于他从我们手中侵吞的钱财,直到今日他也从未愿意交代账目,反而提出特别抗辩,声称诉讼不可受理;而我从父亲遗产中分得的份额,他却锱铢必较地清算。人们通常看到的是奴仆受到主人的查问,而此人反其道而行之,一个奴隶竟然查问起主人来,妄图借此将主人指控为一个恶劣而挥霍无度之徒。

§77

ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς μὲν ὄψεως τῇ φύσει καὶ τῷ ταχέως βαδίζειν καὶ λαλεῖν μέγα, οὐ τῶν εὐτυχῶς πεφυκότων ἐμαυτὸν κρίνω·3 ἐφʼ οἷς γὰρ οὐδὲν ὠφελούμενος λυπῶ τινας, ἔλαττον ἔχω πολλαχοῦ· τῷ μέντοι μέτριος κατὰ πάσας τὰς εἰς ἐμαυτὸν δαπάνας εἶναι πολὺ τούτου καὶ τοιούτων ἑτέρων εὐτακτότερον ζῶν ἂν φανείην.

雅典的男人们,就天生的外貌、急促的步伐和大嗓门的说话方式而言,我自认并不属于生来得天独厚之列;因为在这些毫无益处的事情上,我既冒犯了某些人,又在许多方面蒙受不利;然而,在用于自身的各项开支上,我保持节制,显而易见比此人及诸如此类的其他人生活得严谨规矩得多。

§78

τὰ δʼ εἰς τὴν πόλιν καὶ ὅσʼ εἰς ὑμᾶς, ὡς δύναμαι λαμπρότατα, ὡς ὑμεῖς σύνιστε, ποιῶ· οὐ γὰρ ἀγνοῶ τοῦθʼ ὅτι τοῖς μὲν γένει πολίταις ὑμῖν ἱκανόν ἐστι λῃτουργεῖν ὡς οἱ νόμοι προστάττουσι, τοὺς δὲ ποιητοὺς ἡμᾶς ὡς ἀποδιδόντας χάριν, οὕτω προσήκει φαίνεσθαι λῃτουργοῦντας. μὴ οὖν μοι ταῦτʼ ὀνείδιζε, ἐφʼ οἷς ἐπαίνου τύχοιμʼ ἂν δικαίως.

至于对城邦的奉献和对诸位的义务,诸位心中有数,我已竭尽所能做到最为光彩体面;因为我并非不知道,对于诸位生为公民的人来说,按照法律规定履行公共捐造便已足够,而我们这些被授予公民身份的人,理应表现为仿佛是以报答恩惠的心态来履行捐造。因此,请不要在那些我理应受到赞赏的事情上责难我。

§79

ἀλλὰ τίνʼ, ὦ Φορμίων, τῶν πολιτῶν ἑταιρεῖν, ὥσπερ σύ, μεμίσθωμαι; δεῖξον. τίνα τῆς πόλεως, ἧς αὐτὸς ἠξιώθην, καὶ τῆς ἐν αὐτῇ παρρησίας ἀπεστέρηκα, ὥσπερ σὺ τοῦτον ὃν κατῄσχυνας; τίνος γυναῖκα διέφθαρκα, ὥσπερ σὺ πρὸς πολλαῖς ἄλλαις ταύτην, ᾗ τὸ μνῆμʼ ᾠκοδόμησεν ὁ θεοῖς ἐχθρὸς οὗτος πλησίον τοῦ τῆς δεσποίνης, ἀνηλωκὼς πλέον ἢ τάλαντα δύο; καὶ οὐκ ᾐσθάνετο, ὅτι οὐχὶ τοῦ τάφου μνημεῖον ἔσται τὸ οἰκοδόμημα τοιοῦτον ὄν, ἀλλὰ τῆς ἀδικίας ἧς τὸν ἄνδρʼ ἠδίκηκεν ἐκείνη διὰ τοῦτον.

相反,福尔米昂,你指出来,我何时曾像你一样雇佣过哪位公民从事卖淫?指出来,我曾剥夺过谁的城邦身份——我自己也蒙恩享有的身份——以及在其中的发言权,正如你对待被你玷污的那个人一样?我又曾勾引过谁的妻子,正如你除了许多其他女人之外,勾引了那个女人一样?——这个遭神明憎恶的家伙在女主人的陵墓附近为那个女人建造了一座纪念碑,花费了两个多塔兰同!他竟没有意识到,这样的建筑绝非一座坟墓的纪念物,而是她因他的缘故对其丈夫所施加的不义的罪证!

§80

εἶτα τοιαῦτα ποιῶν καὶ τηλικαύτας μαρτυρίας ἐξενηνοχὼς τῆς ὕβρεως τῆς σαυτοῦ σύ, τὸν ἄλλου του βίον ἐξετάζειν τολμᾷς; μεθʼ ἡμέραν εἶ σὺ σώφρων, τὴν δὲ νύκτʼ ἐφʼ οἷς θάνατος ἡ ζημία, ταῦτα ποιεῖς. πονηρός, ὦ ἄνδρες Ἀθηναῖοι, πονηρὸς οὗτος ἄνωθεν ἐκ τοῦ Ἀνακείου καὶ ἄδικος. σημεῖον δέ· εἰ γὰρ ἦν δίκαιος, πένης ἂν ἦν τὰ τοῦ δεσπότου διοικήσας. νῦν δὲ τοσούτων χρημάτων τὸ πλῆθος κύριος καταστὰς ὥστε τοσαῦτα λαθεῖν ἀπʼ αὐτῶν κλέψας ὅσα νῦν κέκτηται, οὐκ ὀφείλειν ταῦτα, ἀλλὰ πατρῷʼ ἔχειν ἡγεῖται.

那么,你自己做出这样的勾当,并为你自己的傲慢狂妄留下了如此昭彰的证据,难道还胆敢查问别人的生活吗?你白天道貌岸然,夜里却干着罪该万死的勾当。雅典的男人们,此人自始至终——从阿那克神庙的奴隶市场被买来时起——就是个恶劣且不义之徒!证据就在于:假如他是个正派人,在掌管了主人的事务之后本应依然清贫。但如今,他经手管理了如此巨额的财富,以至于能从中暗中侵吞多达他现在所拥有的财产,他却不认为这些是应偿还的欠款,反而自视拥有父祖的遗产。

§81

καίτοι πρὸς θεῶν, εἰ κλέπτην σʼ ἀπῆγον ὡς ἐπʼ αὐτοφώρῳ εἰληφώς, τὴν οὐσίαν ἣν ἔχεις, εἴ πως οἷόν τʼ ἦν, ἐπιθείς σοι, εἶτά σʼ ἠξίουν, εἰ μὴ φὴς ὑφῃρημένος ταῦτʼ ἔχειν, ἀνάγειν ὅθεν εἴληφας, εἰς τίνʼ ἂν αὔτʼ ἀνήγαγες;4 οὔτε γάρ σοι πατὴρ παρέδωκεν, οὔθʼ ηὗρες, οὔτε λαβών ποθεν ἄλλοθεν ἦλθες ὡς ἡμᾶς· βάρβαρος γὰρ ἐωνήθης. εἶθʼ ᾧ δημοσίᾳ προσῆκεν ἐπὶ τοῖς εἰργασμένοις τεθνάναι, σύ, τὸ σῶμα σεσῳκὼς καὶ πόλιν ἐκ τῶν ἡμετέρων σαυτῷ κτησάμενος καὶ παῖδας ἀδελφοὺς τοῖς σεαυτοῦ δεσπόταις ἀξιωθεὶς ποιήσασθαι, παρεγράψω μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην τῶν ἐγκαλουμένων χρημάτων ὑφʼ ἡμῶν;

然而凭诸神起誓,如果我将你当作现行犯盗贼扭送官府,并在可能的情况下把你的全部财产压在你身上,随后要求你——如果你声称持有这些并非窃取——指认你是从何处获得的,你能将它们归溯到谁的名下呢?因为你的父亲既未将财产移交给你,你未曾拾得,来到我们家时也未从别处带来分毫;因为你是作为蛮族奴隶被买来的。既然如此,一个因所作所为本应依法被处死的人,不仅保全了性命,用我们的资财为自己谋得了城邦公民权,并有幸生下了与自己主人为兄弟的子嗣,难道你如今竟敢提出特别抗辩,声称我们追讨财款的诉讼不可受理吗?

语法注4 条
  1. 74χωρὶς ὧν οὔσης τῆς μητρὸς κυρίας οὗτος ἐγκρατὴς γέγονεν πολλῶν χρημάτων

    介词 χωρίς(除……之外)支配关系代词 ὧν。此处先行词(如 τούτων τῶν χρημάτων)被省略,或先行词 πολλῶν χρημάτων 被纳入并吸引到关系从句中;同时从句内部插入了属格绝对结构 οὔσης τῆς μητρὸς κυρίας,整句结构表达“除了在我母亲掌管期间、此人所据为己有的巨额钱财之外”。

  2. 75οἱ παῖδες ἂν οἱ τούτου τῶν ἐμῶν θυγατέρων ἐπεδικάζοντο

    动词 ἐπιδικάζομαι 支配属格,是雅典法律中就法定继承女(epikleros)及其家产向执政官提出迎娶与继承权利请求的专门法庭术语。此处构成与过去事实相反的虚拟结果从句(ἄν 搭配未完成过去直陈式),意即“假如当时我们富足而我身故,他的儿子们便会向法庭申请迎娶我的女儿们”。

  3. 77τῆς μὲν ὄψεως τῇ φύσει καὶ τῷ ταχέως βαδίζειν καὶ λαλεῖν μέγα, οὐ τῶν εὐτυχῶς πεφυκότων ἐμαυτὸν κρίνω

    τῆς ὄψεως 是表示限制与视角的属格,与 τῇ φύσει(就天性而言)结合;与格不定词 τῷ ταχέως βαδίζειν 与 [τῷ] λαλεῖν μέγα 作为表示方式与方面的与格与其并列。句末的 τῶν εὐτυχῶς πεφυκότων 则是受 κρίνω(判定、视作)支配的部分属格(“视自己属于……之列”)。尽管语序存在倒置(hyperbaton),核心结构为:“就外貌天性、快步疾行和大声说话而言,我并不认为自己属于得天独厚的一类人”。

  4. 81εἰς τίνʼ ἂν αὔτʼ ἀνήγαγες;

    ἀνάγειν εἰς τινά 是雅典法律中被控持有赃物者指认物品来源(前手出卖人或担保人,即罗马法上的 auctorem laudare)的专门程序术语。承接前文的 ἀνάγειν ὅθεν εἴληφας,此处构成与过去事实相反的虚拟疑问句(ἄν 搭配不定过去直陈式),意为“你又能将这些财产的来源归溯到谁的名下呢?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg045.humanitext-grc2:74-81