← 狄摩西尼

控诉斯特凡诺斯一

§82-88

谴责福尔米昂的僭妄并以父亲功绩求决

演说者谴责曾经的奴隶福尔米昂侮辱旧主人的狂妄行径,对倒向福尔米昂的同母弟帕西克勒斯的生父提出质疑,并促请陪审官念及父亲帕西昂的公益贡献,严惩伪证者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§82

εἶτα κακῶς ἡμᾶς ἔλεγες καὶ τὸν ἡμέτερον πατέρʼ ἐξήταζες ὅστις ἦν;1 ἐφʼ οἷς τίς οὐκ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπῶς ἤνεγκεν; ἐγὼ γάρ, εἰ πάντων τῶν ἄλλων ὑμῶν ἔλαττον προσήκει μοι φρονεῖν, τούτου γε μεῖζον οἶμαι, καὶ τούτῳ γʼ εἰ μηδενὸς τῶν ἄλλων ἔλαττον, ἐμοῦ γʼ ἔλαττον· ὄντων γὰρ ἡμῶν τοιούτων ὁποίους τινὰς ἂν σὺ κατασκευάσῃς τῷ λόγῳ, σὺ δοῦλος ἦσθα.

那么,你竟敢辱骂我们,并查问我们的父亲究竟是何许人吗?雅典的男人们,面对这种行径,谁能不义愤填膺呢?因为对于我而言,即便我理应比诸位其他所有人更为自谦,但至少我认为自己远高于此人;而对此人而言,即便他不该比任何其他人自视低下,至少也该比我自视低下。因为无论你在言辞中把我们捏造成怎样的人,你曾经是个奴隶。

§83

τάχα τοίνυν ἂν ἴσως καὶ τοῦτό τις αὐτῶν εἴποι, ὡς ἀδελφὸς ὢν ἐμὸς Πασικλῆς οὐδὲν ἐγκαλεῖ τῶν αὐτῶν τούτῳ πραγμάτων. ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ Πασικλέους, παραιτησάμενος καὶ δεηθεὶς ὑμῶν συγγνώμην ἔχειν, εἰ προεληλυθὼς εἰς τοῦθʼ ὥσθʼ ὑπὸ τῶν ἐμαυτοῦ δούλων ὑβρισθεὶς οὐ δύναμαι κατασχεῖν, ἃ τέως οὐδὲ τῶν ἄλλων λεγόντων ἀκούειν ἐδόκουν, ἐρῶ καὶ οὐ σιωπήσομαι.

那么,他们之中或许有人会说:帕西克勒斯作为我的同胞兄弟,并未就同样的这些事项对此人提出任何指控。然而,雅典的男人们,关于帕西克勒斯,我也要在向诸位祈求并恳请宽恕之后——倘若我因遭受自己奴仆的侮辱而被逼到无法克制的地步——将那些此前别人提起时我甚至假装听不见的事情说出来,决不保持沉默。

§84

ἐγὼ γὰρ ὁμομήτριον μὲν ἀδελφὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δʼ οὐκ οἶδα, δέδοικα μέντοι μὴ τῶν Φορμίωνος ἁμαρτημάτων εἰς ἡμᾶς ἀρχὴ Πασικλῆς ᾖ. ὅταν γὰρ τῷ δούλῳ συνδικῇ τὸν ἀδελφὸν ἀτιμῶν, καὶ παραπεπτωκὼς θαυμάζῃ τούτους ὑφʼ ὧν αὐτῷ θαυμάζεσθαι προσῆκεν, τίνʼ ἔχει δικαίαν ταῦθʼ ὑποψίαν; ἄνελʼ οὖν ἐκ μέσου μοι Πασικλέα, καὶ σὸς μὲν υἱὸς ἀντὶ δεσπότου καλείσθω, ἐμὸς δʼ ἀντίδικος (βούλεται γὰρ) ἀντʼ ἀδελφοῦ.

因为我认为帕西克勒斯是我同母的兄弟,但他是否同父我却不知晓;我甚至担心,帕西克勒斯正是福尔米昂侵害我们的一系列恶行的开端。因为当他侮辱自己的兄长而与奴隶同流合污共同辩护,并屈膝逢迎、敬仰那些本该敬仰他的人时,这会引起怎样合理的怀疑呢?因此,请把帕西克勒斯从我们中间撇开吧,让他被称为你的儿子而不是主人,被称为我的诉讼对手(因为这正是他所渴望的)而不是兄弟!

§85

ἐγὼ δὲ τούτῳ μὲν χαίρειν λέγω,2 οὓς δʼ ὁ πατήρ μοι παρέδωκε βοηθοὺς καὶ φίλους, εἰς τούτους ἥκω, εἰς ὑμᾶς, ὦ ἄνδρες δικασταί. καὶ δέομαι καὶ ἀντιβολῶ καὶ ἱκετεύω, μὴ ὑπερίδητέ με καὶ τὰς θυγατέρας διʼ ἔνδειαν τοῖς ἐμαυτοῦ δούλοις καὶ τοῖς τούτου κόλαξιν ἐπίχαρτον γενόμενον. οὑμὸς ὑμῖν πατὴρ χιλίας ἔδωκεν ἀσπίδας, καὶ πολλὰ χρήσιμον αὑτὸν παρέσχε, καὶ πέντε τριήρεις ἐθελοντὴς ἐπιδοὺς καὶ παρʼ αὑτοῦ πληρώσας ἐτριηράρχησε τριηραρχίας. καὶ ταῦτα, οὐκ ὀφείλειν ὑμᾶς νομίζων χάριν ἡμῖν, ὑπομιμνῄσκω (ἡμεῖς γὰρ ὀφείλομεν ὑμῖν), ἀλλʼ ἵνα μὴ λάθω τι παθὼν3 τούτων ἀνάξιον· οὐδὲ γὰρ ὑμῖν ἂν γένοιτο καλόν.

至于我,我向此人道别,转而求助于父亲交托给我的援助者与朋友们——诸位陪审法官。我请求、恳求并祈求:切莫坐视我和我的女儿们因贫困而沦为我自己的奴仆以及此人的谄媚者们幸灾乐祸的对象。我的父亲曾赐予诸位一千面盾牌,在诸多方面显出自己的用处,自愿捐赠了五艘三列桨战船并自费配备船员,履行了三列桨战船船长的职务。我向诸位提醒这些,并非认为诸位对我们欠有恩情(因为是我们对诸位欠有恩情),而是为了使我不至于在不知不觉中遭受配不上这些功绩的待遇;因为那对诸位而言也绝非光彩之事。

§86

πολλὰ δʼ ἔχων εἰπεῖν περὶ ὧν ὕβρισμαι, οὐχ ἱκανὸν τὸ ὕδωρ ὁρῶ μοι. ὡς οὖν μάλιστʼ ἂν ἅπαντας ὑμᾶς ἡγοῦμαι γνῶναι τὴν ὑπερβολὴν ὧν ἠδικήμεθʼ ἡμεῖς, φράσω· εἰ σκέψαιτο πρὸς ἑαυτὸν ἕκαστος ὑμῶν τίνʼ οἴκοι κατέλιπεν οἰκέτην, εἶθʼ ὑπὸ τούτου πεπονθόθʼ ἑαυτὸν θείη ταὔθʼ ἅπερ ἡμεῖς ὑπὸ τούτου. μὴ γὰρ εἰ Σύρος ἢ Μάνης4 ἢ τίς ἕκαστος ἐκείνων, οὗτος δὲ Φορμίων· ἀλλὰ τὸ πρᾶγμα ταὐτό· δοῦλοι μὲν ἐκεῖνοι, δοῦλος δʼ οὗτος ἦν, δεσπόται δʼ ὑμεῖς, δεσπότης δʼ ἦν ἐγώ.

尽管对于我所遭受的凌辱我还有诸多要说,但我看到水钟的水已所剩无多。那么,以何种方式能让诸位最深切地体会我们所蒙受的不义之沉痛,我且道来:倘若诸位每一个人都扪心自问,在家里留下了哪一个家仆,然后设想自己正遭受着那个仆人的对待,恰如我们从眼前此人处所遭受的一样。切莫管那人是叫叙洛斯还是马涅斯,抑或各自叫什么名字,而此人名叫福尔米昂;实质是同一的:他们是奴隶,此人曾经也是奴隶;诸位是主人,而我也曾经是主人。

§87

ἣν τοίνυν ὑμῶν ἂν ἕκαστος δίκην ἀξιώσειε λαβεῖν, ταύτην νομίζετε κἀμοὶ προσήκειν νῦν· καὶ τὸν ἀφῃρημένον τῷ μαρτυρῆσαι τὰ ψευδῆ καὶ ὑπὲρ τῶν νόμων καὶ ὑπὲρ τῶν ὅρκων οὓς ὀμωμοκότες δικάζετε, τιμωρήσασθε καὶ παράδειγμα ποιήσατε τοῖς ἄλλοις, μνημονεύοντες πάνθʼ ὅσʼ ἀκηκόαθʼ ἡμῶν, καὶ φυλάττοντες, ἐὰν παράγειν ἐπιχειρῶσιν ὑμᾶς, πρὸς ἕκαστον ἀπαντῶντες· ἐὰν μὴ φῶσιν ἅπαντα μεμαρτυρηκέναι, τί οὖν ἐν τῷ γραμματείῳ γέγραπται; τί οὖν οὐ τότʼ ἀπηλείφου;

因此,诸位每一个人所认为理应讨得的制裁,请认定如今我也理应讨得;请为了法律,也为了诸位宣誓审理时所立下的誓言,惩罚这个以作伪证剥夺我权益之徒,将他树立为以儆效尤的鉴戒。请牢记从我们这里听取的一切,警惕他们企图误导诸位的举动,并针对每一个要点予以反驳:如果他们声称并未对全部内容作证,“那么文书中写了什么?当时为何不将其涂销?

§88

τίς ἡ παρὰ τοῖς ἄρχουσιν ἀντιγραφή; ἐὰν μεμαρτυρηκέναι τὸν μὲν ἐπιτροπευθῆναι κατὰ διαθήκας, τὸν δʼ ἐπιτροπεῦσαι, τὸν δʼ ἔχειν, ποίας; ἐν αἷς τί γέγραπται; ταῦτʼ ἐρωτᾶτε· ἃ γὰρ οὗτοι μεμαρτυρήκασιν, οὐδεὶς ἐκείνων προσμεμαρτύρηκεν. ἐὰν δʼ ὀδύρωνται, τὸν πεπονθότʼ ἐλεινότερον τῶν δωσόντων δίκην ἡγεῖσθε. ταῦτα γὰρ ἂν ποιῆτε, ἐμοί τε βοηθήσετε, καὶ τούτους τῆς ἄγαν κολακείας ἐπισχήσετε, καὶ αὐτοὶ τὰ εὔορκʼ ἔσεσθʼ ἐψηφισμένοι.

存放在执政官处的抗辩书又是怎么回事?” 如果他们声称有一人已作证说自己曾依据遗嘱被监护、另一人作证说自己曾担任监护人、第三人作证说自己持有〔遗嘱〕,“是怎样的遗嘱?其中写了什么?” 请质问这些问题;因为这帮人所作证的内容,那些人中没有一个曾追加作证。如果他们痛哭流涕,请诸位认定,受害之人远比将要受罚之人更值得同情。因为诸位若是这样做,不仅会救助我,遏制这些人的过分谄媚,诸位自己也将投下符合誓言的公正一票。

语法注4 条
  1. 82τὸν ἡμέτερον πατέρʼ ἐξήταζες ὅστις ἦν

    先行先取句式(prolepsis)。在逻辑上本为间接疑问从句 ὅστις ἦν 主语的名词短语 τὸν ἡμέτερον πατέρα,被提前至支配从句中充当动词 ἐξήταζες 的直接宾语(宾格)。

  2. 85τούτῳ μὲν χαίρειν λέγω

    支配与格的惯用表达 χαίρειν λέγω,意为“向……道别”或“摒弃/不再理会……”。说话人借此表示不再纠缠于帕西克勒斯,转而直接向陪审官呼吁。

  3. 85ἵνα μὴ λάθω τι παθὼν

    动词 λανθάνω 搭配补充性分词的结构(否定目的从句中的不定过去时虚拟式)。表示主语在不知不觉中陷入分词所指的状态:“以免我在不知不觉中遭受……”。分词 παθών 与 λάθω 的第一人称单数主语在主格上保持一致。

  4. 86μὴ γὰρ εἰ Σύρος ἢ Μάνης

    由 μὴ γάρ 引出的省略句式,省略了表示思考或言说的动词(如 σκοπεῖτε 或 λέγετε),意为“切勿考量是否……”或“不要计较是否……”。旨在否定奴隶常见名(叙洛斯或马涅斯)与福尔米昂之间表面名称差异的意义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg045.humanitext-grc2:82-88