- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg045.humanitext-grc2:66-73
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗多罗斯谴责斯特法诺斯虽拥巨富却逃避城邦义务、欺凌他人,并强烈斥责推举其作证的昔日家奴福尔米昂忘恩负义。
ταῦτα μέντοι τὰ τοσαύτην ἔχοντʼ αἰσχύνην, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τῷ τὴν πόλιν φεύγειν καὶ τὰ ὄντʼ ἀποκρύπτεσθαι1 προῄρηται πράττειν, ἵνʼ ἐργασίας ἀφανεῖς διὰ τῆς τραπέζης ποιῆται, καὶ μήτε χορηγῇ μήτε τριηραρχῇ μήτʼ ἄλλο μηδὲν ὧν προσήκει ποιῇ. καὶ κατείργασται τοῦτο. τεκμήριον δέ· ἔχων γὰρ οὐσίαν τοσαύτην ὥσθʼ ἑκατὸν μνᾶς ἐπιδοῦναι τῇ θυγατρί, οὐδʼ ἡντινοῦν ἑώραται λῃτουργίαν ὑφʼ ὑμῶν λῃτουργῶν, οὐδὲ τὴν ἐλαχίστην. καίτοι πόσῳ κάλλιον φιλοτιμούμενον ἐξετάζεσθαι καὶ προθυμούμενον εἰς ἃ δεῖ τῇ πόλει, ἢ κολακεύοντα καὶ τὰ ψευδῆ μαρτυροῦντα; ἀλλʼ ἐπὶ τῷ κερδαίνειν πᾶν ἂν οὗτος ποιήσειε.
雅典的男人们,他之所以选择做出这些招致极大羞辱的事情,正是为了逃避城邦的义务并隐匿自己的财产,以便通过银行进行隐秘的交易,既不担任歌队主管,也不担任三列桨座战船长,更不履行任何应尽的职责。而且他已经达到了这一目的。证据就在于:他拥有如此巨额的财产,以至于能给女儿陪送一百明纳的嫁妆,却从未被诸位看见履行过任何公共捐造,哪怕是微不足道的一项。然而,作为一个为城邦之所需而怀抱抱负、踊跃奉献的人接受审视,岂不比作为一个谄媚逢迎、作伪证的人高尚得多吗?但为了牟利,此人什么事都做得出来。
καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, μᾶλλον ἄξιον ὀργίλως ἔχειν τοῖς μετʼ εὐπορίας πονηροῖς ἢ τοῖς μετʼ ἐνδείας. τοῖς μὲν γὰρ ἡ τῆς χρείας ἀνάγκη φέρει τινὰ συγγνώμην παρὰ τοῖς ἀνθρωπίνως λογιζομένοις· οἱ δʼ ἐκ περιουσίας, ὥσπερ οὗτος, πονηροὶ οὐδεμίαν πρόφασιν δικαίαν ἔχοιεν ἂν εἰπεῖν, ἀλλʼ αἰσχροκερδίᾳ καὶ πλεονεξίᾳ καὶ ὕβρει καὶ τῷ τὰς αὑτῶν συστάσεις κυριωτέρας τῶν νόμων ἀξιοῦν εἶναι ταῦτα φανήσονται πράττοντες. ὑμῖν δʼ οὐδὲν τούτων συμφέρει, ἀλλὰ τὸν ἀσθενῆ παρὰ τοῦ πλουσίου δίκην, ἂν ἀδικῆται, δύνασθαι λαβεῖν. ἔσται δὲ τοῦτο, ἐὰν κολάζητε τοὺς φανερῶς οὕτως ἐξ εὐπορίας πονηρούς.
再者,雅典的男人们,对那些在富足之中作恶的人所怀的愤怒,理应甚于对那些在贫困之中作恶的人。因为对于后者,匮乏的逼迫会在具有同情心的人那里带来某种宽恕;而对于那些由于家产丰厚而作恶的人——就像此人一样——则说不出任何正当的借口,反而会显露出他们做出这些事完全是出于唯利是图、贪婪无度、傲慢不逊,以及自以为他们的小圈子比法律更具权威。但这些对诸位毫无益处,对诸位有益的反倒是让弱者在受到侵害时能够从富人那里讨回公道。而如果诸位惩罚那些在富足之中公然作恶的人,这一点就能得以实现。
οὐ τοίνυν οὐδʼ ἃ πέπλασται οὗτος καὶ βαδίζει παρὰ τοὺς τοίχους ἐσκυθρωπακώς,2 σωφροσύνης ἄν τις ἡγήσαιτʼ εἰκότως εἶναι σημεῖα, ἀλλὰ μισανθρωπίας. ἐγὼ γάρ, ὅστις αὐτῷ μηδενὸς συμβεβηκότος δεινοῦ, μηδὲ τῶν ἀναγκαίων σπανίζων, ἐν ταύτῃ τῇ σχέσει διάγει τὸν βίον, τοῦτον ἡγοῦμαι συνεορακέναι καὶ λελογίσθαι παρʼ αὑτῷ, ὅτι τοῖς μὲν ἁπλῶς, ὡς πεφύκασι, βαδίζουσι καὶ φαιδροῖς καὶ προσέλθοι τις ἂν καὶ δεηθείη καὶ ἐπαγγείλειεν οὐδὲν ὀκνῶν, τοῖς δὲ πεπλασμένοις καὶ σκυθρωποῖς ὀκνήσειέ τις ἂν προσελθεῖν πρῶτον.
此外,此人所装出的一副面孔,阴沉着脸贴着墙根走路,任何人也绝不能合情合理地将其视为克制谨慎的标志,而只能视为厌世憎人的表征。因为依我看来,一个没有遭遇任何厄运、也未匮乏日用必需之物的人,若是以这种仪态度日,此人必定是暗自察觉并盘算过:对于那些自然而率真、步履快活的人,任何人都毫不犹豫地愿意走上前去、提出请求并托付事务;但对于装模作样、阴沉着脸的人,任何人首先连走上前去都会感到迟疑。
οὐδὲν οὖν ἄλλʼ ἢ πρόβλημα τοῦ τρόπου τὸ σχῆμα τοῦτʼ ἔστι, καὶ τὸ τῆς διανοίας ἄγριον καὶ πικρὸν ἐνταῦθα δηλοῖ. σημεῖον δέ· τοσούτων γὰρ ὄντων τὸ πλῆθος Ἀθηναίων, πράττων πολὺ βέλτιον ἢ σὲ προσῆκον ἦν, τῷ πώποτʼ εἰσήνεγκας, ἢ τίνι συμβέβλησαί πω, ἢ τίνʼ εὖ πεποίηκας;
因此,这种外表不过是他性情的防卫屏障,在此恰恰暴露了他心思的凶暴与刻薄。证据就在于:在人数如此众多的雅典人中,你过着远优于你本分的生活,你究竟曾为谁捐助过,或者曾向谁资助过款项,抑或曾善待过任何人?
οὐδένʼ ἂν εἰπεῖν ἔχοις· ἀλλὰ τοκίζων καὶ τὰς τῶν ἄλλων συμφορὰς καὶ χρείας εὐτυχήματα σαυτοῦ νομίζων, ἐξέβαλες μὲν τὸν ἀφῄρησαι δὲ τὴν σαυτοῦ πενθερὰν ταῦτʼ ἀφʼ ὧν ἔζη,3 ἀοίκητον δὲ τὸν Ἀρχεδήμου παῖδα τὸ σαυτοῦ μέρος πεποίηκας. οὐδεὶς δὲ πώποθʼ οὕτω πικρῶς οὐδʼ ὑπερήμερον εἰσέπραξεν ὡς σὺ τοὺς ὀφείλοντας τοὺς τόκους. εἶθʼ ὃν ὁρᾶτʼ ἐπὶ πάντων οὕτως ἄγριον καὶ μιαρόν, τοῦτον ὑμεῖς ἠδικηκότʼ ἐπʼ αὐτοφώρῳ λαβόντες οὐ τιμωρήσεσθε; δείνʼ ἄρʼ, ὦ ἄνδρες δικασταί, ποιήσετε καὶ οὐχὶ δίκαια.
你连一个人也说不出来;相反,你放高利贷,把别人的不幸与匮乏当作自己的幸事,不仅驱逐了一人,剥夺了你自己岳母赖以维生的财物,而且在你力所能及的范围内,让阿耳刻得摩斯的孩子流离失所。从来没有人哪怕是对逾期违约者索债,曾像你向欠债者索要利息那样刻薄。既然如此,面对这个在一切事上诸位都见其如此凶暴污秽的人,诸位当场抓获其行不义,难道还不予以严惩吗?审判员先生们,若是那样,诸位所做的事就将是骇人听闻且极不公正的了。
ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ Φορμίωνι τῷ παρασχομένῳ τουτονὶ νεμεσῆσαι τοῖς πεπραγμένοις, τὴν ἀναίδειαν τοῦ τρόπου καὶ τὴν ἀχαριστίαν ἰδόντας. οἶμαι γὰρ ἅπαντας ὑμᾶς εἰδέναι, ὅτι τοῦτον, ἡνίκʼ ὤνιος ἦν, εἰ συνέβη μάγειρον ἤ τινος ἄλλης τέχνης δημιουργὸν πρίασθαι, τὴν τοῦ δεσπότου τέχνην ἂν μαθὼν πόρρω τῶν νῦν παρόντων ἦν ἀγαθῶν.
因此,雅典的男人们,对于提供此人作证的福尔米昂,诸位在看清其性格的无耻与忘恩负义之后,也理当对其所作所为感到愤慨。因为我想诸位全都知道,当年他〔福尔米昂〕作为奴隶待售时,如果碰巧是一个厨师或其他行业的工匠买下了他,他学会了主人的手艺,就会远离如今拥有的这一切福分。
ἐπειδὴ δʼ ὁ πατὴρ ὁ ἡμέτερος τραπεζίτης ὢν ἐκτήσατʼ αὐτὸν καὶ γράμματʼ ἐπαίδευσεν καὶ τὴν τέχνην ἐδίδαξεν καὶ χρημάτων ἐποίησε κύριον πολλῶν, εὐδαίμων γέγονεν, τὴν τύχην, ᾗ πρὸς ἡμᾶς ἀφίκετο, ἀρχὴν λαβὼν πάσης τῆς νῦν παρούσης εὐδαιμονίας.
但由于我们的父亲是一位银行家,买下了他,教他识字,传授他业务手艺,并让他掌管大批钱财,他才得以富贵,并将借以来到我们家的这份命运,当作如今所有富贵生活的开端。
οὐκοῦν δεινόν, ὦ γῆ καὶ θεοί, καὶ πέρᾳ δεινοῦ, τοὺς Ἕλληνα μὲν ἀντὶ βαρβάρου ποιήσαντας, γνώριμον δʼ ἀντʼ ἀνδραπόδου, τοσούτων δʼ ἀγαθῶν ἡγεμόνας, τούτους περιορᾶν ἐν ταῖς ἐσχάταις ἀπορίαις ὄντας ἔχοντα καὶ πλουτοῦντα,4 καὶ εἰς τοῦθʼ ἥκειν ἀναιδείας ὥστε, ἧς παρʼ ἡμῶν τύχης μετέσχε, ταύτης ἡμῖν μὴ τολμᾶν μεταδοῦναι.
因此,大地与诸神啊,那些将他从蛮族人塑造成希腊人、从家奴塑造成有名望的自由人、成为如此多福祉的引路人的人,如今正处于极度的匮乏之中,而他自己身拥巨资、家境富足,却对此冷眼旁观,甚至无耻到竟不肯将从我们这里分得的命运分享给我们,这难道不是一件骇人听闻、甚至超出骇人听闻之度的事吗?
- 66ἐπὶ τῷ τὴν πόλιν φεύγειν καὶ τὰ ὄντʼ ἀποκρύπτεσθαι
介词 ἐπί 接带定冠词的中性单数与格不定词 τῷ ... φεύγειν 和 ἀποκρύπτεσθαι,表目的(“为了逃避城邦并隐匿财产”)。此处 τὴν πόλιν φεύγειν 并非指逃离城邦,而是转义为“逃避城邦所规定的公民义务与税捐”。
- 68οὐ τοίνυν οὐδʼ ἃ πέπλασται οὗτος καὶ βαδίζει παρὰ τοὺς τοίχους ἐσκυθρωπακώς
相对于主句动词 ἡγήσαιτʼ ἄν,关系代词 ἅ 作为中被动态完成体 πέπλασται(“伪装、假扮”)的内制宾格/同族宾格,其引导的关系分句整体充当 ἡγήσαιτο 所带的不定词 εἶναι 的对格主语。紧随其后的 βαδίζει ... ἐσκυθρωπακώς 则是与其并列的具体行为描摹。
- 70ἐξέβαλες μὲν τὸν ἀφῄρησαι δὲ τὴν σαυτοῦ πενθερὰν ταῦτʼ ἀφʼ ὧν ἔζη
手抄本传统中 ἐξέβαλες μὲν τὸν 之后通常被认为脱落了一个名词(残缺),但在句法上可将 τὸν 视作代词性用法(“将某人”),与后文形成 μὲν ... δέ 的对照。动词 ἀφῄρησαι 支配双重宾格:受剥夺的人(τὴν σαυτοῦ πενθερὰν)与被剥夺的物(ταῦτα)。
- 73τοὺς Ἕλληνα μὲν ἀντὶ βαρβάρου ποιήσαντας... τούτους περιορᾶν... ἔχοντα καὶ πλουτοῦντα
该句是由非人称结构 οὐκοῦν δεινόν [ἐστι] 所统领的带对格的不定词结构。不定词 περιορᾶν(冷眼旁观、置之不理)的逻辑主语由阳性单数分词 ἔχοντα καὶ πλουτοῦντα(指福尔米昂)表示,而其宾语则是 τούτους(指阿波罗多罗斯一家),指示代词 τούτους 复指并强调了前文长修饰分词短语 τοὺς ... ποιήσαντας ... ἡγεμόνας。
