← 狄摩西尼

控诉斯特凡诺斯一

§58-65

窃取证言之指控与斯特法诺斯的背信行径

阿波罗多罗斯通过斯特法诺斯拒绝交出奴隶接受拷讯等证据,证明正是斯特法诺斯在仲裁官面前窃取了关键证言,并揭露其以往奉承富人、在人破产后落井下石的背信行径与利己恶行,要求严惩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§58

τότε μὲν δὴ τῷ κακῷ πληγεὶς οὐδὲν ἄλλʼ εἶχον ποιῆσαι πλὴν ὑπολαμβάνειν τὴν ἀρχὴν ἠδικηκέναι με καὶ τὸν ἐχῖνον κεκινηκέναι. νῦν δʼ ἀφʼ ὧν ὕστερον πέπυσμαι, πρὸς αὐτῷ τῷ διαιτητῇ Στέφανον τουτονὶ αὐτὴν ὑφῃρημένον εὑρίσκω, πρὸς μαρτυρίαν τινʼ ἵνʼ ἐξορκώσαιμι, ἀναστάντος ἐμοῦ.1 καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, πρῶτον μὲν ὑμῖν μαρτυρήσουσιν τῶν τούτοις παρόντων οἱ ἰδόντες.

当时,我为这场灾祸所震惊,别无他法,只能认为是执政官陷害了我,动了证物罐的手脚。然而如今,根据我后来打听到的情况,我才发现在仲裁官面前,正当我站起身去为某份证言主持宣誓时,正是这位斯特法诺斯将它窃走的。为了证明我所言非虚,首先,当时与他们同在并且目睹此事的人将为诸位作证。

§59

οὐ γὰρ ἐξομνύναι ʼθελήσειν αὐτοὺς οἴομαι. ἐὰν δʼ ἄρα τοῦτο ποιήσωσιν ὑπʼ ἀναιδείας, πρόκλησιν ὑμῖν ἀναγνώσεται, ἐξ ἧς τούτους τʼ ἐπιορκοῦντας ἐπʼ αὐτοφώρῳ λήψεσθε, καὶ τοῦτον ὁμοίως ὑφῃρημένον τὴν μαρτυρίαν εἴσεσθε. καίτοι ὅστις, ὦ ἄνδρες Ἀθηναῖοι, κακῶν ἀλλοτρίων κλέπτης2 ὑπέμεινεν ὀνομασθῆναι, τί ἂν ἡγεῖσθε ποιῆσαι τοῦτον ὑπὲρ αὑτοῦ;

因为我想他们绝不至于愿意进行宣誓否认。但假若他们出于厚颜无耻当真这样做了,书记官将为诸位诵读一份挑战书,通过它诸位不仅能当场捉拿这些作伪誓的人,而且同样会知晓正是此人窃取了证言。然而雅典的男人们,一个人若是甘愿为了别人的不义之事而承受窃贼的骂名,诸位认为为了他自己的利益,他又会做出什么事来呢?

§60

λέγε τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. "μαρτυροῦσι φίλοι εἶναι καὶ ἐπιτήδειοι Φορμίωνι, καὶ παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε ἦν ἀπόφασις τῆς διαίτης Ἀπολλοδώρῳ πρὸς Φορμίωνα, καὶ εἰδέναι τὴν μαρτυρίαν ὑφῃρημένον Στέφανον, ἣν αἰτιᾶται αὐτὸν Ἀπολλόδωρος ὑφελέσθαι." ἢ μαρτυρεῖτε, ἢ ἐξομόσασθε. ΕΞΩΜΟΣΙΑ. οὐκ ἄδηλον ἦν, ὦ ἄνδρες δικασταί, ὅτι τοῦτʼ ἔμελλον ποιήσειν, προθύμως ἐξομεῖσθαι. ἵνα τοίνυν παραχρῆμʼ ἐξελεγχθῶσιν ἐπιωρκηκότες, λαβέ μοι ταύτην τὴν μαρτυρίαν καὶ τὴν πρόκλησιν. ἀναγίγνωσκε. ΜΑΡΤΥΡΙΑ. ΠΡΟΚΛΗΣΙΣ. "μαρτυροῦσι παρεῖναι ὅτε Ἀπολλόδωρος προὐκαλεῖτο Στέφανον παραδοῦναι τὸν παῖδα τὸν ἀκόλουθον εἰς βάσανον περὶ τῆς ὑφαιρέσεως τοῦ γραμματείου, καὶ γράμματα ἦν ἕτοιμος γράφειν Ἀπολλόδωρος καθʼ ὅ τι ἔσται ἡ βάσανος. ταῦτα δὲ προκαλουμένου Ἀπολλοδώρου οὐκ ἐθελῆσαι παραδοῦναι Στέφανον, ἀλλʼ ἀποκρίνασθαι Ἀπολλοδώρῳ δικάζεσθαι, εἰ βούλοιτο, εἴ τί φησιν ἀδικεῖσθαι ὑφʼ ἑαυτοῦ."

宣读证言。 证言 “他们证明自己是福尔米昂的朋友和密友,并在阿波罗多罗斯与福尔米昂之间的仲裁裁决作出时在仲裁官泰西亚斯面前在场,且知晓斯特法诺斯窃取了阿波罗多罗斯指控他窃取的那份证言。” 要么作证,要么宣誓否认。 宣誓否认审判员先生们,他们本就会这么做,即欣然宣誓否认,这原本就是显而易见的。为了使他们被当场揭露犯有伪誓罪,请为我拿取这份证言和挑战书。请诵读。 证言。挑战书。 “他们证明,当阿波罗多罗斯挑战斯特法诺斯、要求将其随从奴隶交出就盗窃文书一事进行严刑拷讯,且阿波罗多罗斯准备拟定拷讯条款的字据时,他们在场。但阿波罗多罗斯提出这一挑战时,斯特法诺斯不愿交出奴隶,反而回答阿波罗多罗斯说,如果阿波罗多罗斯自称受到他的侵害,大可去打官司。”

§62

τίς ἂν οὖν ὑπὲρ τοιαύτης αἰτίας, ὦ ἄνδρες δικασταί, εἴπερ ἐπίστευεν αὑτῷ, οὐκ ἐδέξατο τὴν βάσανον; οὐκοῦν τῷ φεύγειν τὴν βάσανον ὑφῃρημένος ἐξελέγχεται. ἆρʼ οὖν ἂν ὑμῖν αἰσχυνθῆναι δοκεῖ τὴν τοῦ τὰ ψευδῆ μαρτυρεῖν δόξαν ὁ τὴν τοῦ κλέπτης φανῆναι μὴ φυγών; ἢ δεηθέντος ὀκνῆσαι τὰ ψευδῆ μαρτυρεῖν, ὃς ἃ μηδεὶς ἐκέλευεν ἐθελοντὴς πονηρὸς ἦν;

那么,审判员先生们,面对如此指控,如果一个人当真问心无愧,又有谁会不接受严刑拷讯呢?因此,通过逃避严刑拷讯,他窃取文书的罪责便被坐实了。那么在诸位看来,一个连显露窃贼面目都不曾躲避的人,难道会顾忌作伪证的名声吗?或者一个在无人要求时就自愿为恶的人,当有人请求时,难道会迟疑于作伪证吗?

§63

δικαίως τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτων ἁπάντων δοὺς ἂν δίκην, πολὺ μᾶλλον ἂν εἰκότως διὰ τἄλλα κολασθείη παρʼ ὑμῖν.3 σκοπεῖτε δέ, τὸν βίον ὃν βεβίωκεν ἐξετάζοντες. οὗτος γάρ, ἡνίκα μὲν συνέβαινεν εὐτυχεῖν Ἀριστολόχῳ τῷ τραπεζίτῃ, ἴσα βαίνων ἐβάδιζεν ὑποπεπτωκὼς ἐκείνῳ, καὶ ταῦτʼ ἴσασι πολλοὶ τῶν ἐνθάδʼ ὄντων ὑμῶν.

因此,雅典的男人们,即便他为了所有这些事受到惩罚乃是理所应当,因其其余的行径而在诸位面前遭受惩罚更是合情合理得多。请审视并查验他迄今所过的生活。因为此人,当银行家阿里斯托洛科斯春风得意时,曾屈身依附于他、并肩而行,在座的诸位中有许多人都知晓此事。

§64

ἐπειδὴ δʼ ἀπώλετʼ ἐκεῖνος καὶ τῶν ὄντων ἐξέστη, οὐχ ἥκισθʼ ὑπὸ τούτου καὶ τῶν τοιούτων διαφορηθείς, τῷ μὲν υἱεῖ τῷ τούτου πολλῶν πραγμάτων ὄντων οὐ παρέστη πώποτε, οὐδʼ ἐβοήθησεν, ἀλλʼ Ἀπόληξις καὶ Σόλων καὶ πάντες ἄνθρωποι μᾶλλον βοηθοῦσι· Φορμίωνα δὲ πάλιν ἑόρακεν καὶ τούτῳ γέγονεν οἰκεῖος, ἐξ Ἀθηναίων ἁπάντων τοῦτον ἐκλεξάμενος, καὶ ὑπὲρ τούτου πρεσβευτὴς μὲν ᾤχετʼ εἰς Βυζάντιον πλέων, ἡνίκʼ ἐκεῖνοι τὰ πλοῖα τὰ τούτου κατέσχον, τὴν δὲ δίκην ἔλεγεν τὴν πρὸς τοὺς Καλχηδονίους, τὰ ψευδῆ δʼ ἐμοῦ φανερῶς οὕτως καταμεμαρτύρηκεν.

但当那人破产倾家荡产——这很大程度上正是被此人和类似之徒劫掠瓜分所致——其子深陷诸多困境之时,此人却从未站在他身旁,也未施以援手,反而是阿波勒克西斯、梭伦以及所有人都在帮助他。然而他转而看中了福尔米昂,并与他结为密友,在全雅典人中单单挑中了他,不仅在他船只被扣留时作为使节乘船前往拜占庭,为他针对卡尔西顿人辩护诉讼,而且还如此赤裸裸地对我作伪证。

§65

εἶθʼ ὃς εὐτυχούντων ἐστὶ κόλαξ, κἂν ἀτυχῶσι, τῶν αὐτῶν τούτων προδότης, καὶ τῶν μὲν ἄλλων πολιτῶν πολλῶν καὶ καλῶν κἀγαθῶν ὄντων μηδενὶ μηδʼ ἐξ ἴσου χρῆται, τοῖς δὲ τοιούτοις ἐθελοντὴς ὑποπίπτει, καὶ μήτʼ εἴ τινα τῶν οἰκείων ἀδικήσει μήτʼ εἰ παρὰ τοῖς ἄλλοις φαύλην δόξαν ἕξει ταῦτα ποιῶν μήτʼ ἄλλο μηδὲν σκοπεῖ, πλὴν ὅπως τι πλέον ἕξει, τοῦτον οὐ μισεῖν ὡς κοινὸν ἐχθρὸν τῆς φύσεως ὅλης τῆς ἀνθρωπίνης προσήκει; ἔγωγʼ ἂν φαίην.

那么,一个在人得势时奉承逢迎,而在其落魄时又背叛同一帮人,且在众多优秀善良的公民中不与任何人平等交往,却自甘堕落依附于这类人物,在做这些事时既不顾及是否会侵害亲族,也不顾及是否会在旁人中招致恶名,更不顾及其他任何事情,唯独盘算着如何多捞好处的人,难道不应当被作为全人类天性的公敌来痛恨吗?依我之见,理当如此。

语法注3 条
  1. 58πρὸς μαρτυρίαν τινʼ ἵνʼ ἐξορκώσαιμι, ἀναστάντος ἐμοῦ

    这是一个语序倒置(hyperbaton)结构,表示目的的从句 ἵνʼ ἐξορκώσαιμι 以及介词短语 πρὸς μαρτυρίαν τινʼ 被嵌入到属格独立结构 ἀναστάντος ἐμοῦ 之中。其句法骨干为 ἀναστάντος ἐμοῦ 受起身的目的所修饰,意为“正当我为了主持某份证言的宣誓而站起身来时”。

  2. 59κακῶν ἀλλοτρίων κλέπτης

    宾格性属格。κακῶν 指“罪行”或“恶行”,整句意为“为了他人的不义行径而充当盗贼”。此处并非指普通的盗取财物者,而是斥责他甘愿为了掩盖或协助他人的恶行而承担窃贼的骂名。

  3. 63δικαίως τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτων ἁπάντων δοὺς ἂν δίκην, πολὺ μᾶλλον ἂν εἰκότως διὰ τἄλλα κολασθείη παρʼ ὑμῖν

    分词 δοὺς ἄν 带有潜在/虚拟语气的结果含义(相当于 ἄν 与希求法连用),与主句的希求法 κολασθείη ἄν 形成呼应。整个句子构成让步与比较的逻辑结构:“即便他为了这一切理应受罚,因其余的恶行而在诸位面前遭受惩处更是合情合理得多”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg045.humanitext-grc2:58-65