- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg045.humanitext-grc2:49-57
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗多罗斯强调法庭应当严格审理起诉书中所控告的伪证事实,严厉谴责斯特法诺斯为图私利竟作伪证陷害自己亲属的背德行径,并揭露在先前的审判中关键证据神秘失踪的重大舞弊。
ἐγὼ γὰρ ἀξιῶ, οὓς μὲν ἀφείλοντό μʼ ἐλέγχους περὶ τῶν ἐγκλημάτων, οὓς προσῆκον ἦν ῥηθῆναι, μὴ ζητεῖν αὐτοὺς νῦν, αἷς δʼ ἀφείλοντο μαρτυρίαις, ὡς εἰσὶν ἀληθεῖς, δεικνύναι.1 εἰ δʼ ὅταν μὲν τὴν δίκην εἰσίω, τὰς μαρτυρίας μʼ ἐλέγχειν ἀξιώσουσιν, ὅταν δὲ ταύταις ἐπεξίω, περὶ τῶν ἐξ ἀρχῆς ἐγκλημάτων λέγειν με κελεύσουσιν, οὔτε δίκαιʼ οὔθʼ ὑμῖν συμφέροντʼ ἐροῦσιν.
因为我认为,既然他们剥夺了我本应陈述的关于各项起诉的证据,他们现在就不该索要这些证据,而应当证明他们赖以剥夺这些证据的证言是真实的。如果每当我进入原案审理时,他们要求我质证这些证言,而每当我起诉这些证言时,他们又勒令我陈述原初的指控,那么他们的这番说辞既不正当,也对诸位毫无益处。
δικάσειν γὰρ ὀμωμόκαθʼ ὑμεῖς οὐ περὶ ὧν ἂν ὁ φεύγων ἀξιοῖ, ἀλλʼ ὑπὲρ αὐτῶν ὧν ἂν ἡ δίωξις ᾖ. ταύτην δʼ ἀνάγκη τῇ τοῦ διώκοντος λήξει δηλοῦσθαι, ἣν ἐγὼ τούτῳ ψευδομαρτυρίων εἴληχα. μὴ δὴ τοῦτʼ ἀφεὶς περὶ ὧν οὐκ ἀγωνίζεται λεγέτω· μηδʼ ὑμεῖς ἐᾶτε, ἂν ἄρʼ οὗτος ἀναισχυντῇ.
因为诸位宣誓审理的,并不是被告所要求的任何事项,而是原告起诉所针对的事项本身。而这些事项必须由起诉人的起诉书来表明,这也正是我控告此人作伪证的诉状所载明的内容。因此,切不可听任他舍弃本案而去谈论未经审理的事项;假如此人厚颜无耻,诸位也绝不能容许他得逞。
οἴομαι τοίνυν αὐτὸν οὐδὲν οὐδαμῇ δίκαιον ἔχοντα λέγειν ἥξειν καὶ ἐπὶ τοῦτο, ὡς ἄτοπον ποιῶ, παραγραφὴν ἡττημένος, τοὺς διαθήκην μαρτυρήσαντας διώκων, καὶ τοὺς δικαστὰς τοὺς τότε φήσειν διὰ τοὺς ἀφεῖναι μεμαρτυρηκότας ἀποψηφίσασθαι μᾶλλον ἢ διὰ τοὺς διαθήκην μαρτυρήσαντας. ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω πάντας ὑμᾶς εἰδέναι, ὅτι οὐχ ἧττον τὰ πεπραγμένʼ εἰώθατε σκοπεῖν ἢ τὰς ὑπὲρ τούτων παραγραφάς· περὶ δὴ τῶν πραγμάτων αὐτῶν τὰ ψευδῆ καταμαρτυρήσαντες οὗτοί μου, ἀσθενεῖς τοὺς περὶ τῆς παραγραφῆς ἐποίησαν λόγους.
因此我料想,他在任何方面都找不到正当托辞,定会诉诸这套说辞:声称我在妨诉抗辩中败诉之后,却来起诉那些证明遗嘱的人,乃是荒唐之举;并且他还会声称,当年的陪审官之所以裁定无罪,主要是因为那些证明免责的人,而非因为证明遗嘱的人。然而雅典的男人们,我认为诸位都清楚,诸位向来不仅审视针对案情提出的妨诉抗辩,也同样审视实际发生的事实;恰恰正是由于这些人就事件本身作伪证陷害我,才使得关于妨诉抗辩的辩白变得苍白无力。
χωρὶς δὲ τούτων ἄτοπον, πάντων τὰ ψευδῆ μαρτυρησάντων, τίς μάλιστʼ ἔβλαψεν ἀποφαίνειν, ἀλλʼ οὐχ ὡς αὐτὸς ἕκαστος ἀληθῆ μεμαρτύρηκε δεικνύναι. οὐ γάρ, ἂν ἕτερον δείξῃ δεινότερʼ εἰργασμένον, ἀποφεύγειν αὐτῷ προσήκει, ἀλλʼ ἂν αὐτὸς ὡς ἀληθῆ μεμαρτύρηκεν ἀποφήνῃ.
除此之外,当所有人都作了伪证时,不去证明自己每个人是如何作了真实证言,反而去指出谁造成的损害最大,这是极其荒谬的。因为如果他只是证明别人犯下了更严重的恶行,他并不应当因此获判无罪,而唯有在他自己证明所作的证言属实时,他才理应脱罪。
ἐφʼ ᾧ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστʼ ἀπολωλέναι δίκαιός ἐστιν οὑτοσὶ Στέφανος,2 τοῦτʼ ἀκούσατέ μου. δεινὸν μὲν γάρ ἐστιν εἰ καὶ καθʼ ὅτου τις οὖν τὰ ψευδῆ μαρτυρεῖ, πολλῷ δὲ δεινότερον καὶ πλείονος ὀργῆς ἄξιον εἰ κατὰ τῶν συγγενῶν· οὐ γὰρ τοὺς γεγραμμένους νόμους ὁ τοιοῦτος ἄνθρωπος μόνον, ἀλλὰ καὶ τὰ τῆς φύσεως οἰκεῖʼ ἀναιρεῖ.
因此,雅典的男人们,请诸位听我陈述这位斯特法诺斯最应当被判处毁灭的缘由。因为无论针对何人作伪证固然都是可恶之事,但若是针对自己的亲属作伪证,则要恶劣得多,也理应招致更大的愤怒;因为这样的人不仅践踏了成文法律,更摧毁了源于天性的骨肉亲情。
τοῦτο τοίνυν ἐπιδειχθήσεται πεποιηκὼς οὗτος. ἔστι γὰρ ἡ τούτου μήτηρ καὶ ὁ τῆς ἐμῆς γυναικὸς πατὴρ ἀδελφοί, ὥστε τὴν μὲν γυναῖκα τὴν ἐμὴν ἀνεψιὰν εἶναι τούτῳ, τοὺς δὲ παῖδας τοὺς ἐκείνης καὶ τοὺς ἐμοὺς ἀνεψιαδοῦς. ἆρʼ οὖν δοκεῖ ποτʼ ἂν ὑμῖν οὗτος, εἴ τι διʼ ἔνδειαν εἶδε ποιούσας ὧν οὐ χρὴ τὰς αὑτοῦ συγγενεῖς, ὅπερ ἤδη πολλοὶ πεποιήκασι, παρʼ αὑτοῦ προῖκʼ ἐπιδοὺς ἐκδοῦναι, ὃς ὑπὲρ τοῦ μηδʼ ἃ προσήκει κομίσασθαι ταύτας τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησεν,3 καὶ περὶ πλείονος ἐποιήσατο τὸν Φορμίωνος πλοῦτον ἢ τὰ τῆς συγγενείας ἀναγκαῖα; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν τὴν Δεινίου καὶ ἀναγίγνωσκε, καὶ κάλει Δεινίαν. ΜΑΡΤΥΡΙΑ. "Δεινίας Θεομνήστου Ἀθμονεὺς μαρτυρεῖ τὴν θυγατέρα τὴν αὑτοῦ ἐκδοῦναι Ἀπολλοδώρῳ κατὰ τοὺς νόμους γυναῖκα ἔχειν, καὶ μηδεπώποτε παραγενέσθαι μηδὲ αἰσθέσθαι ὅτι Ἀπολλόδωρος ἀφῆκε τῶν ἐγκλημάτων ἁπάντων Φορμίωνα."
而此人将被证明正是做下了这等恶行。因为此人的母亲与我妻子的父亲是同胞兄妹,因此我的妻子是他的表妹,而她的孩子以及我的孩子们则是他的表甥辈。那么诸位认为,如果此人见到自己的女性亲属因穷困而做出不体面的事情,他会像许多人曾经做过的那样,自掏腰包添置嫁妆将她们体面出嫁吗?此人为了让这些女性亲属连应得的财产都无法收回,竟甘愿出具伪证,并将福尔米昂的财富看得重于血亲的义务!然而,为了证明我所言非虚,请拿取戴尼亚斯的证言并诵读,并传唤戴尼亚斯。 证言 “阿特莫农区的特奥姆涅斯托斯之子戴尼亚斯证明,他依照法律将自己的女儿许配给阿波罗多罗斯为妻,并且他从未在场也从未获知阿波罗多罗斯曾免除福尔米昂的一切诉由。”
ὅμοιός γʼ ὁ Δεινίας, ὦ ἄνδρες δικασταί, τούτῳ, ὃς ὑπὲρ τῆς θυγατρὸς καὶ τῶν θυγατριδῶν καὶ ἐμοῦ τοῦ κηδεστοῦ διὰ τὴν συγγένειαν οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλει κατὰ τούτου.4 ἀλλʼ οὐχ οὑτοσὶ Στέφανος, οὐκ ὤκνησε καθʼ ἡμῶν τὰ ψευδῆ μαρτυρεῖν, οὐδʼ, εἰ μηδένα τῶν ἄλλων, τὴν αὑτοῦ μητέρα ᾐσχύνθη τοῖς ἀπʼ ἐκείνης οἰκείοις τῆς ἐσχάτης ἐνδείας αἴτιος γενόμενος.
审判员先生们,戴尼亚斯与此人是何等不同啊!他为了女儿、外孙女们以及我这位女婿,念及亲情甚至不愿就事实真相作证指控此人。然而这位斯特法诺斯却非如此,他毫不犹豫地作伪证陷害我们,即使不顾及任何人,也丝毫不顾惜自己的母亲,成为了让其母亲的至亲骨肉陷入极度穷困的罪魁祸首。
ὃ τοίνυν ἔπαθον δεινότατον καὶ ἐφʼ ᾧ μάλιστʼ ἐξεπλάγην ὅτʼ ἠγωνιζόμην, ὦ ἄνδρες δικασταί, τοῦθʼ ὑμῖν εἰπεῖν βούλομαι· τήν τε γὰρ τούτου πονηρίαν ἔτι μᾶλλον ὑμεῖς ὄψεσθε, καὶ ἐγὼ τῶν γεγενημένων ἀποδυράμενος τὰ πλεῖστα πρὸς ὑμᾶς ὡσπερεὶ ῥᾴων ἔσομαι. τὴν γὰρ μαρτυρίαν ἣν ᾤμην εἶναι καὶ διʼ ἧς ἦν ὁ πλεῖστος ἔλεγχός μοι, ταύτην οὐχ ηὗρον ἐνοῦσαν ἐν τῷ ἐχίνῳ.
因此,审判员先生们,我还想向诸位讲述我在出庭争辩时所遭受的最可怕的遭遇,以及令我最惊骇莫名的一幕;因为这样诸位将更清楚地看清此人的奸恶,而我在诸位面前倾诉所发生的大部分遭遇,心里也会多少感到宽慰。因为那份我自以为在案、且本可作为我最有力反驳依据的证言,我竟然未能在证物罐中找到它。
- 49οὓς μὲν ἀφείλοντό μʼ ἐλέγχους περὶ τῶν ἐγκλημάτων, οὓς προσῆκον ἦν ῥηθῆναι, μὴ ζητεῖν αὐτοὺς νῦν, αἷς δʼ ἀφείλοντο μαρτυρίαις, ὡς εἰσὶν ἀληθεῖς, δεικνύναι
包含先行词倒置吸收与多重从句的平行句式。ἀφείλοντό με ἐλέγχους 中,表示“剥夺”的动词支配双宾格(人的宾格 με 与物的宾格 ἐλέγχους),且先行词 ἐλέγχους 被吸收到关系代词 οὕς 的从句中。后半句 αἷς... μαρτυρίαις 同样将先行词吸收至以手段与格 αἷς 引导的关系从句中。主句动词 ἀξιῶ 支配由 μέν... δέ 对应的两个不定式 μὴ ζητεῖν 与 δεικνύναι,其逻辑主语均为 αὐτούς(被告等人)。
- 53δίκαιός ἐστιν οὑτοσὶ Στέφανος
形容词 δίκαιος 构成的代人称句式,用以替代非人称句式 δίκαιόν ἐστι 加宾格不定式。字面直译为“这位斯特法诺斯毁灭是正当的”,即希腊语习惯表达“这位斯特法诺斯最应该遭受灭顶之灾”。
- 54ἆρʼ οὖν δοκεῖ ποτʼ ἂν ὑμῖν οὗτος, εἴ τι διʼ ἔνδειαν εἶδε ποιούσας ὧν οὐ χρὴ τὰς αὑτοῦ συγγενεῖς, ὅπερ ἤδη πολλοὶ πεποιήκασι, παρʼ αὑτοῦ προῖκʼ ἐπιδοὺς ἐκδοῦναι, ὃς ὑπὲρ τοῦ μηδʼ ἃ προσήκει κομίσασθαι ταύτας τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησεν
该反问句的核心结构为 ἆρα... δοκεῖ ἂν ὑμῖν οὗτος... ἐκδοῦναι(“诸位难道会认为此人会置办嫁妆将她们出嫁吗?”)。在主语 οὗτος 与不定式 ἐκδοῦναι 之间插入了假设条件从句(εἴ τι... εἶδε),句末则以带有因果或转折意味的关系代词从句 ὃς... ἠθέλησεν(“一个竟然甘愿作伪证……的人”)作结,通过对比其真实的自私恶行强化反问语气。
- 56ὅμοιός γʼ ὁ Δεινίας, ὦ ἄνδρες δικασταί, τούτῳ, ὃς ὑπὲρ τῆς θυγατρὸς καὶ τῶν θυγατριδῶν καὶ ἐμοῦ τοῦ κηδεστοῦ διὰ τὴν συγγένειαν οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλει κατὰ τούτου
带有语气小词 γε 的 ὅμοιός γε 属于反语与讽刺用法,表面上称“戴尼亚斯确实与此人相仿”,实际意为“戴尼亚斯与此人有着天壤之别”。紧接其后的关系从句 ὃς... οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλει(“念及亲情甚至不愿就事实真相作证”)说明了戴尼亚斯顾念亲情的厚道,并与下文以 ἀλλʼ οὐχ οὑτοσὶ Στέφανος 引出的斯特法诺斯的无耻背叛形成鲜明对照。
