- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg045.humanitext-grc2:41-48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗多罗斯指责福尔米昂所称的免责与虚假遗嘱之间的自相矛盾,并援引书面证言的法律规定与正式答辩状,预先驳斥了斯特法诺斯企图以质疑书形式规避证言责任的辩解。
τοῦτο τοίνυν ἐγὼ μὲν οἶδα ψεῦδος ὄν, καὶ ἐλέγξω δέ, ὅταν εἰσίω πρὸς τοὺς ταῦτα μεμαρτυρηκότας· τούτῳ δʼ οὐχ οἷόν τε τοῦτʼ εἰπεῖν. εἰ τοίνυν ἀληθῆ πιστεύσαιτʼ εἶναι τὴν ἄφεσιν, οὕτω καὶ μάλιστʼ ἂν οὗτος φανείη ψευδῆ μεμαρτυρηκὼς καὶ κατεσκευασμένης διαθήκης μάρτυς γεγονώς. τίς γὰρ οὕτως ἄφρων ὥστʼ ἄφεσιν μὲν ἐναντίον μαρτύρων ποιήσασθαι τοῦ βεβαίαν αὑτῷ τὴν ἀπαλλαγὴν εἶναι,1 τὰς δὲ συνθήκας καὶ τὰς διαθήκας καὶ τἄλλα, ὑπὲρ ὧν ἐποιεῖτο τὴν ἄφεσιν, σεσημασμένʼ ἐᾶσαι καθʼ αὑτοῦ κεῖσθαι;
关于这一点纯属虚构,我本人固然清楚,并且在向那些出具此等证言的人提起诉讼时我自会加以驳斥;但这位被告却绝无资格这般声辩。退一步说,纵使诸位相信免责之事确为真实,恰恰也是在这一前提下,此人才最确凿无疑地暴露出作了伪证,充当了一份虚构遗嘱的见证人。因为世上哪有这等愚人:一方面当着证人的面达成免责协议,以求对自己的豁免确凿无虞;另一方面却听任作为免责依据的契约、遗嘱以及其他文书,仍旧加盖印章留存着成为不利于自己的证据?
οὐκοῦν ἐναντία μὲν ἡ παραγραφὴ πᾶσι τοῖς μεμαρτυρημένοις, ἐναντία δʼ ἣν ἀνέγνων ὑμῖν ἄρτι μίσθωσιν, τῇδε τῇ διαθήκῃ· οὐδὲν δὲ τῶν πεπραγμένων οὔτʼ εὔλογον οὔθʼ ἁπλοῦν οὔθʼ ὁμολογούμενον αὐτὸ ἑαυτῷ φαίνεται. ἐκ δὲ τούτου τοῦ τρόπου πάντα πεπλασμένα καὶ κατεσκευασμένʼ ἐλέγχεται.
因此,这份妨诉抗辩与所有已被证实的陈述背道而驰,我方才向诸位诵读的租赁契约也与这份遗嘱背道而驰;他们的所作所为中,没有一样显得合乎情理、光明正大或能自圆其说。从这种种迹象中,整件事都被证实纯属捏造与构陷。
ὡς μὲν τοίνυν ἐστὶν ἀληθῆ τὰ μεμαρτυρημένα, οὔτʼ αὐτὸν τοῦτον οὔτʼ ἄλλον ὑπὲρ τούτου δεῖξαι δυνήσεσθαι νομίζω. ἀκούω δʼ αὐτὸν τοιοῦτόν τι παρεσκευάσθαι λέγειν, ὡς προκλήσεώς ἐστιν ὑπεύθυνος, οὐχὶ μαρτυρίας, καὶ δυοῖν αὐτῷ προσήκει δοῦναι λόγον,2 οὐ πάντων τῶν γεγραμμένων, εἴ τε προὐκαλεῖτό με ταῦτα Φορμίων ἢ μή, καὶ εἰ μὴ ἐδεχόμην ἐγώ· ταῦτα μὲν γὰρ ἁπλῶς αὐτὸς μεμαρτυρηκέναι φήσει, τὰ δʼ ἄλλʼ ἐκεῖνον προκαλεῖσθαι, εἰ δʼ ἐστὶν ἢ μὴ ταῦτα, οὐδὲν προσήκειν αὑτῷ σκοπεῖν.
至于说所作的证言属实,我认为无论他本人还是为他辩护的任何人都无法证明。但我听说他准备了类似这样的托词:声称自己只对质疑书负责,不对证言本身负责;他只需对两件事作出交代,而无需对文书所写的所有内容负责,即福尔米昂是否向我提出了这项质疑,以及我是否拒绝接受;因为他将辩称自己单单证明了这些事实,而其余部分则是福尔米昂所提的质疑,至于那些事项属实与否,则根本不关他的事。
πρὸς δὴ τὸν λόγον τοῦτον καὶ τὴν ἀναίδειαν βέλτιόν ἐστι μικρὰ προειπεῖν ὑμῖν, ἵνα μὴ λάθητʼ ἐξαπατηθέντες. πρῶτον μέν, ὅταν ἐγχειρῇ λέγειν τοῦτο, ὡς ἄρʼ οὐ πάντων ὑπεύθυνός ἐστιν, ἐνθυμεῖσθʼ ὅτι διὰ ταῦθʼ ὁ νόμος μαρτυρεῖν ἐν γραμματείῳ κελεύει, ἵνα μήτʼ ἀφελεῖν ἐξῇ μήτε προσθεῖναι τοῖς γεγραμμένοις μηδέν. τότʼ οὖν αὐτὸν ἔδει ταῦτʼ ἀπαλείφειν κελεύειν ἃ νῦν οὐ φήσει μεμαρτυρηκέναι, οὐ νῦν ἐνόντων ἀναισχυντεῖν.
针对这套说辞与这等厚颜无耻,我最好预先向诸位稍作说明,免得诸位在不知不觉中受其蒙蔽。首先,每当他企图声称自己无需对所有内容负责时,诸位应当记住:法律之所以责令以书面文书作证,正是为了使人既不得删削也不得增添书面所载的任何字句。因此,对于如今他声称并未作证的那些内容,他当时本应要求将其划去,而不应在字句赫然在案的今天还厚颜强辩。
ἔπειτα καὶ τόδε σκοπεῖτε, εἰ ἐάσαιτʼ ἂν ἐναντίον ὑμῶν ἐμὲ προσγράψαι τι λαβόντα τὸ γραμματεῖον. οὐ δήπου. οὔκουν οὐδὲ τοῦτον ἀφαιρεῖν τῶν γεγραμμένων ἐᾶν προσήκει. τίς γὰρ ἁλώσεταί ποτε ψευδομαρτυρίων, εἰ μαρτυρήσει θʼ ἃ βούλεται, καὶ λόγον ὧν βούλεται δώσει; ἀλλʼ οὐχ οὕτω ταῦτʼ οὔθʼ ὁ νόμος διεῖλεν οὔθʼ ὑμῖν ἀκούειν προσήκει· ἀλλʼ ἐκεῖνʼ ἁπλοῦν καὶ δίκαιον. τί γέγραπται; τί μεμαρτύρηκας; ταῦθʼ ὡς ἀληθῆ δείκνυε. καὶ γὰρ ἀντιγέγραψαι ταῦτα ἀληθῆ μεμαρτύρηκα, μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα,3 οὐ τὸ καὶ τὸ τῶν ἐν τῷ γραμματείῳ.
其次,诸位亦不妨设想:假如我拿到该文书,当着诸位的面擅自添写一些字句,诸位是否会容许?绝不可能容许。既然如此,容许此人从书面所载内容中随意删减同样是毫无道理的。因为如果一个人既可以任意证明自己想要证明的内容,又只对自己愿意交代的条款负责,那么世上还有谁会因伪证而被定罪呢?但法律绝无这般区分,诸位也不应当听信这种狡辩;直截了当而公正的原则乃是:书上写了什么?你作证证明了什么?请证明这些内容俱为事实!因为你在答辩状中确曾写下这样的反驳: ‘我作了真实的证言,证明了文书中所记载的事项’——而非文书中的某项与某项。
ὅτι δʼ οὕτω ταῦτʼ ἔχει, λαβὲ τὴν ἀντιγραφὴν αὐτήν μοι. λέγε. ΑΝΤΙΓΡΑΦΗ. "Ἀπολλόδωρος Πασίωνος Ἀχαρνεὺς Στεφάνῳ Μενεκλέους Ἀχαρνεῖ ψευδομαρτυρίων, τίμημα τάλαντον. τὰ ψευδῆ μου κατεμαρτύρησε Στέφανος μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα." "Στέφανος Μενεκλέους Ἀχαρνεὺς τἀληθῆ ἐμαρτύρησα μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα." ταῦθʼ οὗτος ἀντεγράψατο, ἃ χρὴ μνημονεύειν ὑμᾶς, καὶ μὴ τοὺς ἐπʼ ἐξαπάτῃ νῦν λόγους ὑπὸ τούτου ῥηθησομένους πιστοτέρους ποιεῖσθαι τῶν νόμων καὶ τῶν ὑπὸ τούτου γραφέντων εἰς τὴν ἀντιγραφήν.
为了证明确是如此,请为我取答辩状原件来。请诵读。 答辩状 “阿哈尔奈区的帕西昂之子阿波罗多罗斯,控告阿哈尔奈区的梅内克勒斯之子斯特法诺斯作伪证,诉讼标的额为一塔兰同。斯特法诺斯通过证明文书中所记载的事项,作出了不利于我的虚假证言。” “我,阿哈尔奈区的梅内克勒斯之子斯特法诺斯,通过证明文书中所记载的事项,作了真实的证言。” 这就是此人在答辩状中所作的反驳,诸位必须牢记这些字句,切不可将此人如今为了欺诈而编造的说辞,看得比法律以及此人自己在答辩状中所写的内容更为可信。
πυνθάνομαι τοίνυν αὐτοὺς καὶ περὶ ὧν ἔλαχον τὴν ἐξ ἀρχῆς δίκην, ἐρεῖν καὶ κατηγορήσειν, ὡς συκοφαντήματʼ ἦν. ἐγὼ δʼ ὃν μὲν τρόπον ἐσκευωρήσατο τὴν μίσθωσιν, ὅπως τὴν ἀφορμὴν τῆς τραπέζης κατάσχοι, εἶπον καὶ διεξῆλθον ὑμῖν, ὑπὲρ δὲ τῶν ἄλλων οὐκ ἂν οἷός τʼ εἴην λέγειν ἅμα καὶ τούτους ἐλέγχειν περὶ τῆς μαρτυρίας· οὐ γὰρ ἱκανόν μοι τὸ ὕδωρ ἐστίν.
此外,我获悉他们还打算就我最初提起诉讼所涉的那些事项大做文章并加以指责,诬称那些事项纯系敲诈勒索。然而,福尔米昂为了霸占银行的营运资金是如何伪造租赁契约的,我已经向诸位陈述并详加剖析;至于其余事项,我不可能在驳斥这伙人伪证的同时兼顾陈述,因为我水钟里的水并不足够。
ὅτι δʼ οὐδʼ ὑμεῖς ἐθέλοιτʼ ἂν εἰκότως ἀκούειν περὶ τούτων αὐτῶν, ἐκεῖθεν εἴσεσθε, ἂν λογίσησθε πρὸς ὑμᾶς αὐτούς, ὅτι οὔτε νῦν ἐστιν χαλεπὸν περὶ ὧν μὴ κατηγόρηται λέγειν, οὔτε τότε ψευδεῖς ἀναγνόντα μαρτυρίας ἀποφεύγειν. ἀλλʼ οὐδέτερόν γε δίκαιον τούτων οὐδʼ ἂν εἷς φήσειεν εἶναι, ἀλλʼ ὃ ἐγὼ προκαλοῦμαι νῦν. σκοπεῖτε δʼ ἀκούσαντες.
诸位自己理所当然不会愿意听取这些事项,只要诸位扪心自问便会明白这一点:如今去大谈未经起诉的事项固然毫无困难,正如当年念出虚假证言得以脱罪同样轻而易举。然而任何人都不可能认为这两者中有一件是正当的,唯独我现在所提议的才是正当的。请诸位听罢予以明察。
- 41τοῦ βεβαίαν αὑτῷ τὴν ἀπαλλαγὴν εἶναι
由中性单数属格定冠词 τοῦ 引导的带冠词不定式短语,在此表目的(属格不定式表目的),意为“为了使对自身的免责确凿有效”。
- 43δυοῖν αὐτῷ προσήκει δοῦναι λόγον
中性属格 δυοῖν 表示承担交代责任(λόγον δοῦναι)的对象,随后紧跟的两个间接疑问从句 εἴ τε... ἢ μή(“是否……”)以及 καὶ εἰ μὴ...(“以及是否未……”)作为同位语具体说明这二者。
- 45ἀληθῆ μεμαρτύρηκα, μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα
引自斯特法诺斯呈交的正式答辩状(ἀντιγραφή)。分词 μαρτυρήσας 表手段或方式(“通过证明文书所记载的内容”)。阿波罗多罗斯以此作为法律论据,强调其作证时并无任何保留或细分,而是对文书整体内容作了全面证明。
