← 狄摩西尼

控诉斯特凡诺斯一

§33-40

租赁契约与遗嘱的矛盾及共谋伪证

阿波罗多洛斯指出银行租赁契约中的限制性条款与遗嘱中的优厚待遇自相矛盾,以此揭露遗嘱纯属伪造。他进一步揭露从犯分担伪证的诡计,并指出福尔米昂自身提出的妨诉抗辩与其依赖遗嘱的主张构成了自我指控。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33

ἔστιν οὖν ὅστις ἂν τοῦ ξύλου καὶ τοῦ χωρίου καὶ τῶν γραμματείων τοσαύτην ὑπέμεινε φέρειν μίσθωσιν;1 ἔστι δʼ ὅστις ἄν, διʼ ὃν ὠφειλήκει τοσαῦτα χρήμαθʼ ἡ τράπεζα, τούτῳ τὰ λοίπʼ ἐπέτρεψεν; εἰ γὰρ ἐνεδέησεν τοσούτων χρημάτων, τούτου διοικοῦντος ἐνεδέησεν. ἴστε γὰρ πάντες, καὶ ὅτʼ ἦν ὁ πατὴρ ἐπὶ τοῦ τραπεζιτεύειν, τοῦτον καθήμενον καὶ διοικοῦντʼ ἐπὶ τῇ τραπέζῃ, ὥστʼ ἐν τῷ μυλῶνι προσῆκεν αὐτὸν εἶναι μᾶλλον ἢ τῶν λοιπῶν κύριον γενέσθαι. ἀλλʼ ἐῶ ταῦτα καὶ τἄλλʼ ὅσʼ ἂν περὶ τῶν ἕνδεκα ταλάντων ἔχοιμʼ εἰπεῖν, ὡς οὐκ ὤφειλεν ὁ πατήρ, ἀλλʼ οὗτος ὑφῄρηται.

那么,有谁会愿意仅仅为了柜台、场地和账簿就承担如此巨额的租金呢?又有谁会把剩余的家产托付给正是由于其缘故才导致银行背负如此巨债的人呢?因为如果确实亏空了这么多的钱,那也是在此人经营管理时亏空的。诸位都清楚,即使先父亲自操持银行业务时,也是此人坐在账台前经办银行业务,因此他更应当被关进磨坊受罚,而不是成为其余财产的主人。然而,这些事,以及关于那十一塔兰同我本可说的、说明先父并未负债而是此人侵吞的其他一切,我且搁下不谈。

§34

ἀλλʼ οὗ ἀνέγνων εἵνεκα, τοῦ τὴν διαθήκην ψευδῆ δεῖξαι, τοῦθʼ ὑμᾶς ἀναμνήσω. γέγραπται γὰρ αὐτόθι, μὴ ἐξεῖναι δὲ τραπεζιτεύειν Φορμίωνι, ἐὰν μὴ ἡμᾶς πείσῃ. τοῦτο τοίνυν τὸ γράμμα παντελῶς δηλοῖ ψευδῆ τὴν διαθήκην οὖσαν. τίς γὰρ ἂν ἀνθρώπων, ἃ μὲν ἔμελλεν τραπεζιτεύων οὗτος ἐργάζεσθαι, ταῦθʼ ὅπως ἡμῖν τοῖς αὑτοῦ παισίν, ἀλλὰ μὴ τούτῳ γενήσεται προὐνοήθη, καὶ διὰ τοῦτο μὴ ἐξεῖναι τούτῳ τραπεζιτεύειν ἔγραψεν, ἵνα μὴ ἀφιστῆται ἀφʼ ἡμῶν· ἃ δʼ αὐτὸς εἰργασμένος ἔνδον κατέλειπε, ταῦθʼ ὅπως οὗτος λήψεται παρεσκεύασε;

但我之所以诵读这份租契,是为了证明遗嘱纯系伪造,现在我要提醒诸位注意这一点。因为租契中写道:“除非取得我们的同意,福尔米昂不得单独经营银行业务。”这一文句彻底揭示了该遗嘱是虚假的。因为世上哪有这样的人:他一方面深谋远虑,要使此人通过银行经营所赚取的收入归我们这些亲生儿子所有,而不是归此人自己,为此特意写明不许他单独开办银行,免得他脱离我们自立门户;另一方面,对于自己辛勤挣得并留在家中的财产,却又安排让此人占为己有?

§35

καὶ τῆς μὲν ἐργασίας ἐφθόνησεν, ἧς οὐδὲν αἰσχρὸν ἦν μεταδοῦναι· τὴν δὲ γυναῖκʼ ἔδωκεν, οὗ μεῖζον οὐδὲν ἂν κατέλιπεν ὄνειδος, τυχών γε τῆς παρʼ ὑμῶν δωρεᾶς, εἶθʼ ὥσπερ ἂν δοῦλος δεσπότῃ διδούς, ἀλλʼ οὐ τοὐναντίον, εἴπερ ἐδίδου, δεσπότης οἰκέτῃ, προστιθεὶς προῖκα ὅσην οὐδεὶς τῶν ἐν τῇ πόλει φαίνεται;

他既然吝于给予正当的业务——分享这种业务本无任何可耻之处——难道反而会把妻子许配给他?先父蒙受了诸位所赐予的公民权,绝不可能留下比这更大的耻辱,更何况他这桩许配简直就像奴隶赠予主人,而不是(如果要赠予的话)主人赠予家奴,甚至还附送了城邦中前所未见数额的巨额嫁妆?

§36

καίτοι τούτῳ μὲν αὐτὸ τοῦτʼ ἀγαπητὸν ἦν, τὸ τῆς δεσποίνης ἀξιωθῆναι· τῷ πατρὶ δʼ οὐδὲ λαμβάνοντι τοσαῦτα χρήματα, ὅσα φασὶ διδόνθʼ οὗτοι, εὔλογον ἦν πρᾶξαι ταῦτα. ἀλλʼ ὅμως ἃ τοῖς εἰκόσι, τοῖς χρόνοις, τοῖς πεπραγμένοις ἐξελέγχεται ψευδῆ, ταῦτα μαρτυρεῖν οὐκ ὤκνησεν οὑτοσὶ Στέφανος.

其实对于此人而言,单单被认为配得上女主人便已是莫大的非分之幸;而对于先父而言,即便收受他们声称〔先父〕所赠予的那样巨额的金钱,做出这种事也毫无合情合理之处。然而,这些依照常理、时间线和客观事实均被判定为虚假的事项,这位斯特法诺斯竟毫不犹豫地予以作证。

§37

εἶτα λέγει περιιών, ὡς ἐμαρτύρησε μὲν Νικοκλῆς ἐπιτροπεῦσαι κατὰ τὴν διαθήκην, ἐμαρτύρησε δὲ Πασικλῆς ἐπιτροπευθῆναι κατὰ τὴν διαθήκην. ἐγὼ δʼ αὐτὰ ταῦτʼ οἶμαι τεκμήριʼ εἶναι τοῦ μήτʼ ἐκείνους τἀληθῆ μήτε τούσδε μεμαρτυρηκέναι. ὁ γὰρ ἐπιτροπεῦσαι κατὰ διαθήκας μαρτυρῶν δῆλον ὅτι καθʼ ὁποίας ἂν εἰδείη, καὶ ὁ ἐπιτροπευθῆναι κατὰ διαθήκας μαρτυρῶν δῆλον ὅτι καθʼ ὁποίας ἂν εἰδείη.

接着,他到处宣称尼科克勒斯证明自己是依照遗嘱担任监护人,帕西克勒斯也证明自己是依照遗嘱受到监护。但我认为,恰恰是这一点证明了无论他们还是这些被告都没有说实话。因为证明自己依照遗嘱担任监护人的人,显然必定知道依凭的是何种遗嘱;而证明自己依照遗嘱接受监护的人,也显然必定知道依凭的是何种遗嘱。

§38

τί οὖν μαθόντες ἐμαρτυρεῖθʼ ὑμεῖς ἐν προκλήσει διαθήκας, ἀλλʼ οὐκ ἐκείνους εἰᾶτε;2 εἰ γὰρ αὖ μὴ φήσουσιν εἰδέναι τὰ γεγραμμένʼ ἐν αὐταῖς, πῶς ὑμᾶς οἷόν τʼ εἰδέναι τοὺς μηδαμῇ μηδαμῶς τοῦ πράγματος ἐγγύς; τί ποτʼ οὖν οἱ μὲν ἐκεῖνα, οἱ δὲ ταῦτʼ ἐμαρτύρησαν; ὅπερ εἴρηκα καὶ πρότερον, διείλοντο τἀδικήματα, καὶ ἐπιτροπεῦσαι μὲν κατὰ διαθήκην οὐδὲν δεινὸν ἡγεῖτο μαρτυρεῖν ὁ μαρτυρῶν, οὐδʼ ἐπιτροπευθῆναι κατὰ διαθήκην, ἀφαιρῶν ἑκάτερος τὸ μαρτυρεῖν τὰ ἐν ταῖς διαθήκαις ὑπὸ τούτου γεγραμμένα,3 οὐδὲ καταλιπεῖν τὸν πατέρʼ αὑτῷ ἐπιγεγραμμένον γραμματεῖον διαθήκην, οὐδὲ τὰ τοιαῦτα· διαθήκας δὲ μαρτυρεῖν, ἐν αἷς χρημάτων τοσούτων κλοπή, γυναικὸς διαφθορά, γάμοι δεσποίνης, πράγματʼ αἰσχύνην καὶ ὕβριν τοσαύτην ἔχοντα, οὐδεὶς ἤθελε πλὴν οὗτοι, πρόκλησιν κατασκευάσαντες, παρʼ ὧν δίκαιον τῆς ὅλης τέχνης καὶ κακουργίας δίκην λαβεῖν.

既然如此,你们究竟发了什么疯,不去让那些当事人作证,反倒在质疑书中证明遗嘱的存在?如果他们反过来说不知道遗嘱里写了什么,那么你们这些与此事毫无瓜葛的人又怎么可能知晓呢?那么,为什么一拨人作证证明那些,另一拨人作证证明这些呢?正如我先前所言,他们瓜分了犯罪行为。作证的人认为,仅仅证明依照遗嘱担任监护人或依照遗嘱接受监护并无大碍,他们各自回避去证明此人在遗嘱中所书写的具体条款,也不证明父亲曾留给他一份题名为“遗嘱”的文书或类似事项;至于证明一份包含侵吞巨款、玷污妻子、娶女主人为妻、充满如此奇耻大辱与暴行悖理的遗嘱,除了炮制这一质疑书的被告等人外,谁也不肯出面作证。对于这整套狡诈与作恶伎俩,理当向他们追究惩罚。

§40

ἵνα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ μόνον ἐξ ὧν ἐγὼ κατηγορῶ καὶ ἐλέγχω, δῆλος ὑμῖν γένηται τὰ ψευδῆ μεμαρτυρηκὼς οὑτοσὶ Στέφανος, ἀλλὰ καὶ ἐξ ὧν πεποίηκεν ὁ παρασχόμενος αὐτόν, τὰ πεπραγμένʼ ἐκείνῳ βούλομαι πρὸς ὑμᾶς εἰπεῖν. ὅπερ δʼ εἶπον ἀρχόμενος τοῦ λόγου, δείξω κατηγόρους γιγνομένους αὐτοὺς ἑαυτῶν. τὴν γὰρ δίκην, ἐν ᾗ ταῦτʼ ἐμαρτυρήθη, παρεγράψατο Φορμίων πρὸς ἐμὲ μὴ εἰσαγώγιμον εἶναι, ὡς ἀφέντος ἐμοῦ τῶν ἐγκλημάτων αὐτόν.4

雅典人啊,为了不仅从我的指控和反驳中,而且能从起用他的主使人的所作所为中,向诸位清楚表明这位斯特法诺斯作了伪证,我想向诸位陈述那人的行径。正如我在开篇时所言,我将向诸位表明他们正是他们自己的控告者。因为在提出这些证言的诉讼中,福尔米昂针对我提出了妨诉抗辩,声称由于我已免除他对我的责任,该诉讼不具受理性。

语法注4 条
  1. 33ἔστιν οὖν ὅστις ἂν τοῦ ξύλου καὶ τοῦ χωρίου καὶ τῶν γραμματείων τοσαύτην ὑπέμεινε φέρειν μίσθωσιν;

    关系从句中的 ἄν 配合直陈式不定过去时(ὑπέμεινε)表示与过去事实相反的潜在可能(“难道会有人愿意承担……吗?”)。τοῦ ξύλου 等属格名词表示租赁的具体标的(柜台、场地、账簿),整句为强烈的修辞性反问。

  2. 38τί οὖν μαθόντες ἐμαρτυρεῖθʼ ὑμεῖς ἐν προκλήσει διαθήκας, ἀλλʼ οὐκ ἐκείνους εἰᾶτε;

    成语性搭配 τί μαθών / τί μαθόντες(动词 μανθάνω 的分词)意为“凭什么理由”、“究竟出于何种企图/愚蠢”,用于对荒谬或不当行为提出诘问。此处严厉责问被告为何不让当事人作证,反而借质疑书自行作伪证。

  3. 39ἀφαιρῶν ἑκάτερος τὸ μαρτυρεῖν τὰ ἐν ταῖς διαθήκαις ὑπὸ τούτου γεγραμμένα

    主格分词 ἀφαιρῶν 搭配起分配性主语作用的 ἑκάτερος(各自),与前面复合谓语 διείλοντο(他们瓜分了)的主语构成同格。ἀφαιρῶν 支配带冠词的不定式短语 τὸ μαρτυρεῖν... 作宾语,意为“各自排除/回避去证明……”,说明作证者为了规避罪责而蓄意不触及遗嘱的具体诈伪条款。

  4. 40ὡς ἀφέντος ἐμοῦ τῶν ἐγκλημάτων αὐτόν

    由 ὡς 引出的属格绝对结构(genitive absolute),表示妨诉抗辩的主观主张理由(“以我已免除其诉由为由”)。动词 ἀφίημι 支配被免除者(αὐτόν)作宾格,以及免除的事项(τῶν ἐγκλημάτων)作分离属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg045.humanitext-grc2:33-40