- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg045.humanitext-grc2:26-32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗多洛斯要求当庭诵读伪造的遗嘱和银行租契,揭露福尔米昂如何通过设立巨额嫁妆和追加虚构债务,企图侵吞其全家财产并掩盖自身不法行为。
ἔχʼ αὐτοῦ.οὐδʼ ἂν εἷς ἔτι δήπου τοῦτʼ ἐμαρτύρησεν, εἰ μή τις καὶ παρῆν διατιθεμένῳ τῷ πατρὶ τῷ ἐμῷ· ἀλλʼ εὐθὺς ἂν εἶπε τί δʼ ἡμεῖς ἴσμεν εἴ τινές εἰσι διαθῆκαι Πασίωνος; καὶ γράφειν ἂν αὐτὸν ἠξίωσεν, ὥσπερ ἐν ἀρχῇ τῆς προκλήσεως εἰ μή φημʼ ἐγὼ ἀντίγραφα εἶναι τῶν διαθηκῶν, οὕτως ὧν φησι Φορμίων Πασίωνα καταλιπεῖν, οὐ τῶν Πασίωνος. τοῦτο μὲν γὰρ ἦν εἶναι διαθήκας μαρτυρεῖν, ὅπερ ἦν τούτοις βούλημα, ἐκεῖνο δὲ φάσκειν Φορμίωνα· πλεῖστον δὲ δήπου κεχώρισται τό τʼ εἶναι καὶ τὸ τοῦτον φάσκειν.
就在那里停下。除非有人在先父立遗嘱时确实在场,否则绝不可能有人会作这样的证明。相反,他必定会立刻说:“我们怎么知道是否存在帕西翁的遗嘱?”并且会要求他像质疑书开头的措辞那样写,即既然那里写着“若我声称这些并非遗嘱的副本”,这里就应当写成“福尔米昂声称帕西翁所遗留的文件”,而不是“帕西翁的遗嘱”。因为后者等于证明遗嘱确实存在——而这正是他们的企图——前者却仅仅是说福尔米昂如此声称;而某物实际存在与此人如此声称之间,显然存在着天壤之别。
ἵνα τοίνυν εἰδῆθʼ ὑπὲρ ἡλίκων καὶ ὅσων ἦν τὸ κατασκεύασμα τὸ τῆς διαθήκης, μίκρʼ ἀκούσατέ μου. ἦν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο πρῶτον μὲν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην ὧν διεφθάρκει, ἣν ἐμοὶ μὲν οὐ καλὸν λέγειν,1 ὑμεῖς δʼ ἴστε, κἂν ἐγὼ μὴ λέγω, ἔπειθʼ ὑπὲρ τοῦ κατασχεῖν ὅσʼ ἦν τῷ ἡμετέρῳ πατρὶ χρήματα παρὰ τῇ μητρί, πρὸς δὲ τούτοις ὑπὲρ τοῦ καὶ τῶν ἄλλων τῶν ἡμετέρων ἁπάντων κυρίῳ γενέσθαι. ὅτι δʼ οὕτω ταῦτʼ ἔχει, τῆς διαθήκης αὐτῆς ἀκούσαντες γνώσεσθε· φανήσεται γὰρ οὐ πατρὸς ὡς ὑπὲρ υἱέων γράφοντος ἐοικυῖα διαθήκῃ, ἀλλὰ δούλου λελυμασμένου τὰ τῶν δεσποτῶν, ὅπως μὴ δώσει δίκην σκοποῦντος.
为了让诸位知晓伪造这份遗嘱究竟是为了何等重大且数目庞大的利益,请诸位略微听我说明。雅典人啊,这一阴谋首先是为了逃避对他所玷污的女性所应受的惩处——提及她对我而言并非体面之事,但即使我不明言诸位也心知肚明——其次是为了侵吞先父留在母亲手中的一切钱财,此外更是为了霸占我们其余的所有财产。事情确系如此,诸位一听遗嘱本身便会明白;因为遗嘱所呈现的面貌,绝不像是一位父亲为儿子们着想所写的,倒像是一个毁坏了主人家产的奴隶,处心积虑谋划着如何免遭惩罚。
λέγε δʼ αὐτοῖς τὴν διαθήκην αὐτήν, ἣν οὗτοι μετὰ τῆς προκλήσεως μεμαρτυρήκασιν· ὑμεῖς δʼ ἐνθυμεῖσθʼ ἃ λέγω. ΔΙΑΘΗΚΗ. "τάδε διέθετο Πασίων Ἀχαρνεύς· δίδωμι τὴν ἐμαυτοῦ γυναῖκα Ἀρχίππην Φορμίωνι, καὶ προῖκα ἐπιδίδωμι Ἀρχίππῃ τάλαντον μὲν τὸ ἐκ Πεπαρήθου, τάλαντον δὲ τὸ αὐτόθεν, συνοικίαν ἑκατὸν μνῶν, θεραπαίνας καὶ τὰ χρυσία, καὶ τἄλλα ὅσα ἐστὶν αὐτῇ ἔνδον, ἅπαντα ταῦτα Ἀρχίππῃ δίδωμι." ἠκούσατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ πλῆθος τῆς προικός, τάλαντον ἐκ Πεπαρήθου, τάλαντον αὐτόθεν, συνοικίαν ἑκατὸν μνῶν, θεραπαίνας καὶ χρυσία, καὶ τἄλλα, φησίν, ὅσʼ ἔστιν αὐτῇ δίδωμι, τούτῳ τῷ γράμματι καὶ τοῦ ζητῆσαί τι τῶν καταλειφθέντων ἀποκλείων ἡμᾶς.
请向他们诵读这份由被告等人随同质疑书一并证明的遗嘱原文;诸位审判官请记住我所说的话。 遗嘱 “阿卡耳奈区的帕西翁立下如下处分:我将妻子阿尔基珀赠予福尔米昂,并追加赠予阿尔基珀作为嫁妆:佩帕雷托斯的一塔兰同,此地的一塔兰同,一座价值一百明那的出租公寓楼,女仆与金饰,以及屋内属于她的一切其他物品,所有这一切我都赠予阿尔基珀。” 雅典人啊,诸位已经听到了这笔嫁妆的数目之巨:佩帕雷托斯的一塔兰同,此地的一塔兰同,价值一百明那的出租公寓楼,女仆和金饰,以及他说“凡属于她的一切其他物品我都赠予”,企图借这一文句将我们甚至连搜寻所留遗产中任何物件的权利都一并剥夺。
φέρε δὴ δείξω τὴν μίσθωσιν ὑμῖν, καθʼ ἣν ἐμεμίσθωτο τὴν τράπεζαν παρὰ τοῦ πατρὸς οὗτος. καὶ γὰρ ἐκ ταύτης καίπερ ἐσκευωρημένης ὄψεσθʼ ὅτι πλάσμʼ ὅλον ἐστὶν ἡ διαθήκη. δείξω δʼ ἣν οὗτος παρέσχετο μίσθωσιν, οὐκ ἄλλην τινά, ἐν ᾗ προσγέγραπται ἕνδεκα τάλανθʼ ὁ πατὴρ ὀφείλων2 εἰς τὰς παρακαταθήκας τούτῳ. ἔστι δʼ οἶμαι ταῦτα τοιαῦτα.
且让我向诸位出示此人从先父手中承租银行的租赁契约。因为即使这份契约同样经过篡改,诸位也能从中看出遗嘱完全是一场捏造。我所要出示的正是此人亲自呈交的契约,绝非别物,其中追加记载着先父因储蓄存款欠他十一塔兰同。我想事情的底细是这样的:
τῶν μὲν οἴκοι χρημάτων ὡς ἐπὶ τῇ μητρὶ δοθέντων διὰ τῆς διαθήκης αὑτὸν ἐποίησε κύριον, ὥσπερ ἀκηκόατʼ ἄρτι, τῶν δʼ ἐπὶ τῆς τραπέζης ὄντων, ἃ πάντες ᾔδεσαν καὶ λαθεῖν οὐκ ἦν, διὰ τοῦ προσοφείλοντʼ ἀποφῆναι τὸν πατέρʼ ἡμῶν, ἵνα, ὅσʼ ἐξελέγχοιτʼ ἔχων, κεκομίσθαι φαίη. ὑμεῖς δʼ ἴσως αὐτὸν ὑπειλήφατε, ὅτι σολοικίζει τῇ φωνῇ, βάρβαρον καὶ εὐκαταφρόνητον εἶναι. ἔστι δὲ βάρβαρος οὗτος τῷ μισεῖν οὓς αὐτῷ προσῆκε τιμᾶν· τῷ δὲ κακουργῆσαι καὶ διορύξαι πράγματʼ οὐδενὸς λείπεται.3
对于家中的资财,他如诸位方才所听到的那样,通过遗嘱以作为配给母亲的嫁妆为名将其据为己有;而对于银行里的资金,因人尽皆知无法隐瞒,他便通过将先父列为追加债务人,以便无论查证出他占有多少钱款,他都可以声称是收回欠款。诸位或许因为他说话带有异邦口音,便以为他是个不开化的野蛮人而不足为虑。但他之所以是野蛮人,乃在于他憎恨那些他本应当敬重的人;至于作恶造假、颠倒黑白,他可绝不输于任何人。
λαβὲ δὴ τὴν μίσθωσιν καὶ λέγε, ἣν τὸν αὐτὸν τρόπον διὰ προκλήσεως ἐνεβάλοντο. ΜΙΣΘΩΣΙΣ ΤΡΑΠΕΖΗΣ. "κατὰ τάδε ἐμίσθωσε Πασίων τὴν τράπεζαν Φορμίωνι· μίσθωσιν φέρειν Φορμίωνα τῆς τραπέζης τοῖς παισὶ τοῖς Πασίωνος δύο τάλαντα καὶ τετταράκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, χωρὶς τῆς καθʼ ἡμέραν διοικήσεως· μὴ ἐξεῖναι δὲ τραπεζιτεῦσαι χωρὶς Φορμίωνι, ἐὰν μὴ πείσῃ τοὺς παῖδας τοὺς Πασίωνος. ὀφείλει δὲ Πασίων ἐπὶ τὴν τράπεζαν ἕνδεκα τάλαντα εἰς τὰς παρακαταθήκας."
请取来这份租契并念出来,这也是他们同样通过质疑书投入证据箱的文件。 银行租赁契约 “帕西翁依下列条款将银行租予福尔米昂:福尔米昂每年向帕西翁的儿子们缴纳银行租金二塔兰同四十明那,日常管理费用除外;除非取得帕西翁儿子们的同意,福尔米昂不得单独经营银行业务。此外,帕西翁因储蓄存款欠银行十一塔兰同。”
ἃς μὲν τοίνυν παρέσχετο συνθήκας ὡς κατὰ ταύτας μισθωσάμενος τὴν τράπεζαν, αὗταί εἰσιν, ὦ ἄνδρες δικασταί. ἀκούετε δʼ ἐν ταύταις ἀναγιγνωσκομέναις μίσθωσιν μὲν φέρειν τοῦτον, ἄνευ τῆς καθʼ ἡμέραν διοικήσεως, δύο τάλαντα καὶ τετταράκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, μὴ ἐξεῖναι δὲ τραπεζιτεύειν αὐτῷ, ἐὰν μὴ ἡμᾶς πείσῃ. προσγέγραπται δὲ τελευταῖον ὀφείλει δὲ Πασίων ἕνδεκα τάλαντα εἰς τὰς παρακαταθήκας.
审判官诸位,以上便是他声称依此承租银行而提交的契约。诸位听着这篇契约的诵读,其中规定此人每年须缴纳二塔兰同四十明那的租金(不含日常管理费用),且未经我们同意不得从事银行业务。而在契约的末尾追加记载着:“此外,帕西翁因储蓄存款欠十一塔兰同。”
- 27ὧν διεφθάρκει, ἣν ἐμοὶ μὲν οὐ καλὸν λέγειν
关系代名词 ὧν 是表示罪由的属格(作 μὴ δοῦναι δίκην 的宾语),系省略了先行词 τούτων 并发生格同化(或由 ἃ 诱引)。紧接着的阴性宾格 ἣν 构成破格句(anacoluthon),语义上指代被福尔米昂玷污/诱拐的母亲阿尔基珀,充当 λέγειν 的直接宾语。
- 29ἐν ᾗ προσγέγραπται ἕνδεκα τάλανθʼ ὁ πατὴρ ὀφείλων
此处动词 προσγέγραπται 采用了人称结构(personal construction),没有使用非人称的宾格加不定词结构(即 προσγέγραπται τὸν πατέρα ὀφείλειν),而是将主语 ὁ πατὴρ 与补充性分词 ὀφείλων 置于主格。
- 30ἔστι δὲ βάρβαρος οὗτος τῷ μισεῖν οὓς αὐτῷ προσῆκε τιμᾶν· τῷ δὲ κακουργῆσαι καὶ διορύξαι πράγματʼ οὐδενὸς λείπεται
带冠词不定词的与格 τῷ μισεῖν 与后文的 τῷ ... κακουργῆσαι καὶ διορύξαι 均为表示范围或视点的与格(dative of respect),分别修饰 βάρβαρος(“在憎恨……方面是野蛮人”)以及 οὐδενὸς λείπεται(“在作恶……方面不输于任何人”)。
