← 狄摩西尼

控诉马卡尔塔图斯

§72-77

宗族的维系与被告导致哈格尼亚斯绝嗣之责

演说者指责被告践踏法律并摧残庄园,同时陈述自己如何通过命名与家族内通婚致力维系布塞洛斯宗族,并援引保护绝嗣家族的法律,控诉马卡塔托斯虽占有遗产却全然不顾哈格尼亚斯家族的香火延续。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§72

ὁ μὲν νόμος οὗτος οὕτως ἰσχυρός. ἐκεῖνο δʼ ἐνθυμεῖσθε πρὸς ὑμᾶς αὐτούς, ὦ ἄνδρες δικασταί, τί ποτʼ οἴεσθʼ ἡμᾶς πάσχειν ἐν τῷ παρεληλυθότι χρόνῳ ὑπὸ τούτων καὶ ὑπὸ τῆς ὕβρεως τῆς τούτων, ὅπου ὑμῶν, πόλεως τηλικαυτησί, κατεφρόνησαν καὶ τῶν νόμων τῶν ὑμετέρων, καὶ ἃ διαρρήδην ἀπαγορεύουσιν οἱ νόμοι μὴ ποιεῖν, οὑτωσὶ καταφρονητικῶς ᾐκίσαντο τὰ χωρία ἃ κατέλιπεν Ἁγνίας. ὁ δὲ νόμος ἀπαγορεύει μηδʼ ἐκ τοῦ αὑτοῦ χωρίου τοῦ πατρῴου μηδὲν τούτων ποιεῖν. πολύ γε αὐτοῖς μέλει ἢ τοῖς νόμοις τοῖς ὑμετέροις πείθεσθαι, ἢ ὅπως μὴ ἐξερημωθήσεται ὁ οἶκος ὁ Ἁγνίου.1

该法律便是如此严苛。审判官诸位,请在你们心中想一想:在过去的时日里,我们遭受了这些人何等的对待,遭受了他们何等的狂悖侮慢!他们竟然藐视你们——如此宏大的一座城邦——并藐视你们的法律,如此肆无忌惮地摧残哈格尼亚斯遗留的田庄,做出法律明文禁止之事。然而法律甚至禁止在自己祖传的田产上做出此类任何行径。他们对遵从你们的法律、或对防止哈格尼亚斯家族断绝,该是多么‘上心’啊!

§73

ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, βούλομαι περὶ ἐμαυτοῦ πρὸς ὑμᾶς εἰπεῖν διὰ βραχέων, καὶ ἐπιδεῖξαι ὅτι οὐχ ὁμοίως τούτοις ἐπιμέλειαν ἐποιησάμην τοῦ οἴκου τοῦ Ἁγνίου, ὅπως μὴ ἐξερημωθήσεται. καὶ αὐτὸς γάρ εἰμι τοῦ γένους τοῦ Βουσέλου. Ἅβρωνος γὰρ τοῦ Βουσέλου υἱέος ἔλαβεν τὴν θυγατριδῆν Καλλίστρατος, Εὐβουλίδου μὲν υἱὸς ὤν, Βουσέλου δʼ ὑϊδοῦς· καὶ ἐκ τῆς Ἅβρωνος θυγατριδῆς καὶ ἐκ Καλλιστράτου τοῦ ἀδελφιδοῦ τοῦ Ἅβρωνος ἐγένετο ἡ μήτηρ ἡ ἡμετέρα.

然而审判官诸位,我想就我自己向你们简短陈述,以表明我并非像这些人一样,而是时刻照管着哈格尼亚斯的家族,使之不致断绝。因为我本人亦出自布塞洛斯的世系。布塞洛斯之子哈布隆的孙女嫁给了卡利斯特拉托斯,他是欧布利德斯之子、布塞洛斯之孙;哈布隆的孙女与哈布隆的侄子卡利斯特拉托斯结合,生下了我们的母亲。

§74

ἐγὼ δὲ ἐπειδὴ ἐπεδικασάμην τῆς τούτου μητρὸς καὶ ἐγένοντό μοι υἱεῖς μὲν τέτταρες, θυγάτηρ δὲ μία, τὰ ὀνόματα ἐθέμην τούτοις, ὦ ἄνδρες δικασταί, τῷ μὲν πρεσβυτάτῳ τὸ τοῦ πατρὸς τοῦ ἐμαυτοῦ ὄνομα, Σωσίαν, ὥσπερ καὶ δίκαιόν ἐστιν, καὶ ἀπέδωκα τῷ πρεσβυτάτῳ τοῦτο τὸ ὄνομα· τῷ δὲ μετʼ αὐτὸν γενομένῳ τούτῳ ἐθέμην Εὐβουλίδην, ὅπερ ἦν ὄνομα τῷ πατρὶ τῷ τῆς μητρὸς τοῦ παιδὸς τουτουί· τῷ δὲ μετὰ τοῦτον Μενεσθέα ἐθέμην (καὶ γὰρ ὁ Μενεσθεὺς οἰκεῖος ἦν τῆς ἐμῆς γυναικός)· τῷ δὲ νεωτάτῳ ἐθέμην ὄνομα Καλλίστρατον, ὃ ἦν ὄνομα τῷ πατρὶ τῆς ἐμῆς μητρός. ἔτι δὲ πρὸς τούτοις καὶ τὴν θυγατέρα ἔδωκα οὐδαμόσε ἔξω, ἀλλὰ τῷ ἀδελφιδῷ τῷ ἐμαυτοῦ, ὅπως, ἐὰν ὑγιαίνωσιν, καὶ οἱ ἐκ τούτων ἐκ τοῦ αὐτοῦ γένους ὦσιν Ἁγνίᾳ.

当我获准审定此子之母的监护权,并与她生下了四个儿子和一个女儿时,审判官诸位,我为他们命名如下:给长子取了我父亲的名字索西亚斯,正如合乎礼法的那样,我将此名给予了长子;给继他之后出生的这个孩子取名为欧布利德斯,这正是在场这个少年的母亲之父的名字;给随后的孩子取名为墨涅斯透斯(因为墨涅斯透斯也是我妻子的亲族);给最小的儿子取名为卡利斯特拉托斯,这是我母亲之父的名字。此外,我并未将女儿嫁往外族,而是许配给了我自己的侄子,以便若是他们身体康健,其所出之子孙亦与哈格尼亚斯同属一个世族。

§75

ἐγὼ μὲν οὖν τοῦτον τὸν τρόπον διῴκησα, ὅπως ἂν διασῴζωνται ὅτι μάλιστα οἱ οἶκοι οἱ ἀπὸ τοῦ Βουσέλου· τούτους δὲ ἐξετάσωμεν πάλιν. καὶ πρώτιστον μὲν τὸν νόμον τουτονὶ ἀνάγνωθι. ΝΟΜΟΣ. "ὁ ἄρχων ἐπιμελείσθω τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων καὶ τῶν οἴκων τῶν ἐξερημουμένων καὶ τῶν γυναικῶν, ὅσαι μένουσιν ἐν τοῖς οἴκοις τῶν ἀνδρῶν τῶν τεθνηκότων φάσκουσαι κυεῖν. τούτων ἐπιμελείσθω καὶ μὴ ἐάτω ὑβρίζειν μηδένα περὶ τούτους. ἐὰν δέ τις ὑβρίζῃ ἢ ποιῇ τι παράνομον, κύριος ἔστω ἐπιβάλλειν κατὰ τὸ τέλος.2 ἐὰν δὲ μείζονος ζημίας δοκῇ ἄξιος εἶναι, προσκαλεσάμενος πρόπεμπτα καὶ τίμημα ἐπιγραψάμενος, ὅ τι ἂν δοκῇ αὐτῷ, εἰσαγέτω εἰς τὴν ἡλιαίαν. ἐὰν δʼ ἁλῷ, τιμάτω ἡ ἡλιαία περὶ τοῦ ἁλόντος, ὅ τι χρὴ αὐτὸν παθεῖν ἢ ἀποτεῖσαι."

因此,我便是以这种方式操持,以使源自布塞洛斯的各支宗族得以最大程度地延续。现在让我们反观这些人。首先,请朗读这桩法律。 法律 “执政官当照管孤儿、后嗣女、濒临断绝之家族,以及留居于已故丈夫家中且声称有孕之妇女。执政官当照管这些人,不许任何人对其施加侵害。若有人施加侵害或做出不法之举,执政官有权在法定限额内予以罚款。若被认为当受更重之惩处,执政官当提前五日发出传票并注明其认为恰当之处罚,将其解送至日光法庭。若被定罪,日光法庭当对定罪者评定其应受之刑罚或应缴纳之赔偿。”

§76

πῶς ἂν μᾶλλον ἐξερημώσαιεν ἄνθρωποι οἶκον, ἢ εἴ τινες τούς τε γένει ὄντας ἐγγυτάτω Ἁγνίᾳ, τούτους ἐξελαύνοιεν ἐξ ἑτέρου οἴκου ὄντες, τοῦ Στρατίου, καὶ πάλιν εἰ τὸν μὲν κλῆρον ἀξιοῖ ἔχειν τὸν Ἁγνίου ὡς γένει προσήκων, τὸ δʼ ὄνομα, ὅ ἐστιν αὐτῷ, μὴ ὅτι ἐκ τοῦ Ἁγνίου οἴκου, ἀλλʼ οὐδʼ ἐκ τοῦ Στρατίου3 ἐστὶν τοῦ ἑαυτοῦ προγόνου, οὐδὲ τῶν ἄλλων ἀπογόνων τῶν Βουσέλου, τοσούτων γενομένων, οὐδενὸς ἔχει τὸ ὄνομα;

如果有人出自另一个家族即斯特拉提奥斯家族,却把与哈格尼亚斯血缘最近之人逐出,而且自称作为亲族有权据有哈格尼亚斯的遗产,但他自己的名字不仅不出自哈格尼亚斯的家族,甚至也不出自他本人的祖先斯特拉提奥斯,亦不拥有布塞洛斯如此众多的其他后裔中任何一人的名字,那么,人们还能怎样更加彻底地使一个家族断绝绝嗣呢?

§77

ἀλλὰ πόθεν δή ἐστι τὸ ὄνομα ὁ Μακάρτατος; ἐκ τῶν πρὸς μητρός. εἰσεποιήθη γὰρ οὗτος εἰς τὸν οἶκον τὸν Μακαρτάτου τοῦ Προσπαλτίου, ἀδελφοῦ ὄντος τῆς μητρὸς τῆς τούτου, καὶ ἔχει καὶ ἐκεῖνον τὸν οἶκον. καὶ οὕτως ἐστὶν ὑβριστής, ὥστε γενομένου αὐτῷ υἱέος τοῦ μὲν εἰσαγαγεῖν εἰς τὸν οἶκον τὸν Ἁγνίου υἱὸν τῷ Ἁγνίᾳ ἐπελάθετο, καὶ ταῦτα ἔχων τὸν κλῆρον τὸν Ἁγνίου καὶ φάσκων πρὸς ἀνδρῶν αὐτῷ προσήκειν·

那么,“马卡塔托斯”这个名字究竟从何而来呢?来自母系。因为他被过继收养进了普罗斯帕尔塔的马卡塔托斯的家族,后者是他母亲的兄弟,而且他也占有着那个家族。他是如此狂妄,以至于当他生了一个儿子时,尽管他霸占着哈格尼亚斯的遗产并声称在男系上与哈格尼亚斯有亲属关系,却压根忘了为哈格尼亚斯向其家族过继引入一个儿子。

语法注3 条
  1. 72πολύ γε αὐτοῖς μέλει ἢ τοῖς νόμοις τοῖς ὑμετέροις πείθεσθαι, ἢ ὅπως μὴ ἐξερημωθήσεται ὁ οἶκος ὁ Ἁγνίου

    反讽表达。在语境中表达强烈的否定含义,意即“他们对遵从你们的法律或防止哈格尼亚斯家族绝嗣根本毫不在意”。以肯定的字面结构(πολύ... μέλει)借由反讽(irony)来突显事实上的完全相反。

  2. 75κατὰ τὸ τέλος

    副词短语,意为“在法定权限限额内”或“依其职权额度”,指执政官依法有权直接裁定的最高罚金限额。这与紧接着出现的、若案情需处以更重惩罚(ἐὰν δὲ μείζονος ζημίας δοκῇ ἄξιος εἶναι)则须移交法庭(日光法庭)审理的条款形成对照。

  3. 76μὴ ὅτι ἐκ τοῦ Ἁγνίου οἴκου, ἀλλʼ οὐδʼ ἐκ τοῦ Στρατίου

    惯用句式 μὴ ὅτι... ἀλλʼ οὐδέ...(“不仅不……甚至连……也不……”)。省略结构 μὴ ὅτι(“姑且不说……”)与后文的否定词 οὐδέ 相呼应,构成递进式的否定表达,意指他的名字不仅不是出自哈格尼亚斯家族,甚至连其自身直系先祖斯特拉提奥斯的名字都未继承。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:72-77