← 狄摩西尼

控诉马卡尔塔图斯

§78-84

共有家族墓地与保护哈格尼亚斯家族的恳求

演说者指出对方将儿子过继入母族而任由哈格尼亚斯家族断绝,且其父祖未葬入布塞洛斯共有墓地,从而否定其血亲关系;他又提及马卡塔托斯在胞族接纳该少年时投了赞成票,以此恳请陪审团保护死者的家族不致绝嗣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§78

τοῦτον δὲ τὸν υἱὸν τὸν γενόμενον τῷ Μακαρτάτῳ εἰσπεποίηκεν τῷ πρὸς μητρὸς εἰς τοὺς Προσπαλτίους, τὸν δὲ Ἁγνίου οἶκον εἴακεν ἔρημον εἶναι τὸ τούτου μέρος·1 φησὶ δὲ τὸν πατέρα τὸν ἑαυτοῦ Θεόπομπον προσήκειν Ἁγνίᾳ. ὁ δὲ νόμος κελεύει ὁ τοῦ Σόλωνος κρατεῖν τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων· οὗτος δὲ οὑτωσὶ ῥᾳδίως κατεφρόνησεν καὶ τῶν νόμων καὶ τοῦ Ἁγνίου, καὶ εἰσεποίησεν τὸν υἱὸν εἰς τὸν οἶκον τὸν πρὸς μητρός. πῶς ἂν γένοιντο τούτων ἄνθρωποι παρανομώτεροι ἢ βιαιότεροι;

然而对于生给马卡塔托斯的这个儿子,他却将其过继给了母方那边的普罗斯帕尔塔人家族,而对于哈格尼亚斯的家族,依他的一己之力所能做到的,却任其荒废绝嗣;然而他却声称自己的父亲忒奥庞普斯与哈格尼亚斯有亲属关系!梭伦的法律规定男系及出自男系者享有优先权,而他却如此轻率地蔑视法律与哈格尼亚斯,将儿子过继进了母系的家族。人们怎可能比这些人更加违法或更加蛮横霸道?

§79

οὐ τοίνυν ταῦτα μόνον, ὦ ἄνδρες δικασταί, ἀλλὰ καὶ μνήματος ὄντος κοινοῦ ἅπασιν τοῖς ἀπὸ τοῦ Βουσέλου γενομένοις (καὶ καλεῖται τὸ μνῆμα Βουσελιδῶν, πολὺς τόπος περιβεβλημένος, ὥσπερ οἱ ἀρχαῖοι ἐνόμιζον), ἐν τούτῳ τῷ μνήματι οἱ μὲν ἄλλοι ἅπαντες οἱ ἀπὸ τοῦ Βουσέλου κεῖνται, καὶ ὁ Ἁγνίας καὶ ὁ Εὐβουλίδης καὶ ὁ Πολέμων καὶ οἱ ἄλλοι ἅπαντες τοσοῦτοι ὄντες συγγενεῖς, οἱ ἀπὸ τοῦ Βουσέλου, ἅπαντες οὗτοι κοινωνοῦσιν τοῦ μνήματος τούτου· ὁ δὲ τουτουὶ πατὴρ Μακαρτάτου καὶ ὁ πάππος οὐ κεκοινωνήκασιν τούτου, ἀλλʼ αὑτοῖς ἰδίᾳ ἐποιήσαντο μνῆμα ἄπωθεν τοῦ Βουσελιδῶν μνήματος. δοκοῦσιν ὑμῖν, ὦ ἄνδρες δικασταί, προσήκειν τι τῷ οἴκῳ τῷ Ἁγνίου, πλὴν τοῦ ἔχειν ἁρπάσαντες τὰ μὴ προσήκοντα; εἰ δʼ ἐξερημωθήσεται ἢ ἀνώνυμος ἔσται ὁ οἶκος ὁ Ἁγνίου καὶ ὁ Εὐβουλίδου τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου, οὐδὲ κατὰ τοὐλάχιστον πώποτʼ αὐτοῖς ἐμέλησεν.

不仅如此,审判官诸位,凡出自布塞洛斯者皆拥有一处共有的墓地(此墓被称为‘布塞利代家族之墓’,周围有一大片围墙圈起的地皮,正如古人的风俗习惯那样),在这座墓地中,出自布塞洛斯的其他所有人都安葬于此——哈格尼亚斯、欧布利德斯、波勒蒙,以及所有如此众多的其他亲族,凡出自布塞洛斯者,全都共有此墓地;然而在场这个马卡塔托斯的父亲和祖父却未曾共享此墓,反而在远离布塞利代之墓的地方为自己单独建造了坟墓。审判官诸位,他们看起来与哈格尼亚斯的家族有任何关系吗,除了强夺并霸占不属于他们的产业之外?至于哈格尼亚斯的家族,以及哈格尼亚斯的堂兄弟欧布利德斯的家族是否会断绝或归于无名,他们何曾有过哪怕一丁点的挂念!

§81

ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, βοηθῶ μὲν ὡς οἷός τʼ εἰμὶ μάλιστα τοῖς τετελευτηκόσιν ἐκείνοις· οὐ πάνυ δʼ ἐστὶ ῥᾴδιον ταῖς τούτων παρασκευαῖς ἀνταγωνίζεσθαι. παραδίδωμι οὖν ὑμῖν τὸν παῖδα τουτονί, ὦ ἄνδρες δικασταί, ἐπιμεληθῆναι, ὅπως ὑμῖν δοκεῖ δικαιότατον εἶναι. οὗτος εἰσπεποίηται εἰς τὸν οἶκον τὸν Εὐβουλίδου, καὶ εἰσῆκται εἰς τοὺς φράτερας, οὐκ εἰς τοὺς ἐμούς, ἀλλʼ εἰς τοὺς Εὐβουλίδου καὶ Ἁγνίου καὶ Μακαρτάτου τουτουί.

至于我,审判官诸位,我正在尽我最大所能协助那些已故之人;然而要与这些人的阴谋图谋相抗衡,绝非轻而易举之事。因此,审判官诸位,我将这个孩子交付给你们照管,任凭你们认为何为最公正。他已被过继入欧布利德斯的家族,并被引入了胞族——不是引入我的胞族,而是引入了欧布利德斯、哈格尼亚斯以及在场的这个马卡塔托斯所在的胞族。

§82

καὶ ὅτε εἰσήγετο, οἱ μὲν ἄλλοι φράτερες κρύβδην ἔφερον τὴν ψῆφον, οὑτοσὶ δὲ Μακάρτατος φανερᾷ τῇ ψήφῳ ἐψηφίσατο ὀρθῶς εἰσάγεσθαι Εὐβουλίδῃ υἱὸν τὸν παῖδα τουτονί, οὐκ ἐθελήσας ἅψασθαι τοῦ ἱερείου οὐδὲ ἀπαγαγεῖν ἀπὸ τοῦ βωμοῦ ὑπεύθυνον αὑτὸν ποιήσας,2 ἀλλὰ καὶ τὴν μερίδα τῶν κρεῶν ᾤχετο λαβὼν παρὰ τοῦ παιδὸς τουτουί, ὥσπερ καὶ οἱ ἄλλοι φράτερες.

当他被引入之时,其他胞族成员皆秘密投票,而这位马卡塔托斯却公开投票赞成将这个孩子作为儿子正当地引入欧布利德斯名下;他既不愿去触摸祭牲,也不愿将其从祭坛上拉开而使自己承担法律责任,反而像其他胞族成员一样,从这个孩子手中领取了自己那份肉才离去。

§83

νομίζετε δὴ τὸν παῖδα τοῦτον, ὦ ἄνδρες δικασταί, ἱκετηρίαν ὑμῖν προκεῖσθαι ὑπὲρ τῶν τετελευτηκότων3 Ἁγνίου καὶ Εὐβουλίδου καὶ τῶν ἄλλων τῶν ἀπὸ τοῦ Ἁγνίου, καὶ ἱκετεύειν αὐτοὺς ὑμᾶς τοὺς δικαστάς, ὅπως μὴ ἐξερημωθήσεται αὐτῶν ὁ οἶκος ὑπὸ τῶν μιαρῶν τούτων θηρίων, οἵ εἰσιν ἐκ τοῦ Στρατίου οἴκου, ἐν δὲ τῷ Ἁγνίου οὐδεπώποτʼ ἐγένοντο· μηδʼ ἐπιτρέψητε τούτοις ἔχειν τὰ μὴ προσήκοντα, ἀλλʼ ἀποδοῦναι ἀναγκάσατε εἰς τὸν Ἁγνίου οἶκον τοῖς προσήκουσιν τοῖς Ἁγνίου.

审判官诸位,请你们认定,这个孩子是代表已故的哈格尼亚斯、欧布利德斯以及哈格尼亚斯的其他后裔,作为祈愿者陈于你们面前;并认定是他们本人在恳求你们这些审判官,不要让他们的家族被这些出自斯特拉提奥斯家族、却从未属于哈格尼亚斯家族的可憎畜生弄得断绝绝嗣;也不要听任这些人霸占不属于他们的财产,而要强迫他们将财产归还给哈格尼亚斯的家族,归还给哈格尼亚斯的亲族。

§84

ἐγὼ μὲν οὖν ἐκείνοις τε βοηθῶ τοῖς τετελευτηκόσιν καὶ τοῖς νόμοις τοῖς περὶ τούτων κειμένοις, δέομαι δὲ καὶ ὑμῶν, ὦ ἄνδρες δικασταί, καὶ ἱκετεύω καὶ ἀντιβολῶ, μὴ περιίδητε μήτε τὸν παῖδα τουτονὶ ὑβρισθέντα ὑπὸ τούτων, μήτε τοὺς προγόνους τοὺς τούτου ἔτι μᾶλλον καταφρονουμένους ἢ νῦν καταπεφρόνηνται, ἐὰν διαπράξωνται οὗτοι ἃ βούλονται· ἀλλὰ τοῖς τε νόμοις βοηθεῖτε καὶ τῶν τετελευτηκότων ἐπιμελεῖσθε, ὅπως μὴ ἐξερημωθῇ αὐτῶν ὁ οἶκος. καὶ ταῦτα ποιοῦντες τά τε δίκαια ψηφιεῖσθε καὶ τὰ εὔορκα καὶ τὰ ὑμῖν αὐτοῖς συμφέροντα.

因此,我本人既是在协助那些已故之人,也是在维护就这些事情所设立的法律;审判官诸位,我也乞求、恳请并拜托你们,若这些人实现了他们的企图,切莫坐视这个孩子遭受他们的侵害,亦莫坐视他的祖先受到比现在所受更加严重的蔑视;而是要协助法律,照管那些逝去之人,使他们的家族不致断绝。你们若如此行,便是投下了公正、合乎誓言且对你们自身有益的一票。

语法注3 条
  1. 78τὸ τούτου μέρος

    副词性宾格(限制性宾格),意为“就他而言”或“依他的一己之力所能及”。表明马卡塔托斯这一方完全没有采取任何延续哈格尼亚斯家族的行动,完全由他个人造成了家族的荒废。

  2. 82οὐκ ἐθελήσας ἅψασθαι τοῦ ἱερείου οὐδὲ ἀπαγαγεῖν ἀπὸ τοῦ βωμοῦ ὑπεύθυνον αὑτὸν ποιήσας

    此构文反映了雅典胞族(phratry)接纳新成员时的法律程序:若有人提出异议,必须在祭坛前触碰或拉开祭牲(ἱερεῖον),并使自己承担法律责任(ὑπεύθυνον αὑτὸν ποιήσας)。分词 ποιήσας 说明了与不定词 ἀπαγαγεῖν 相关的伴随状态或后果。

  3. 83ἱκετηρίαν ὑμῖν προκεῖσθαι ὑπὲρ τῶν τετελευτηκότων

    带不定词的宾格结构,其中 ἱκετηρίαν 作 τὸν παῖδα τοῦτον 的谓语性宾格。ἱκετηρία 原指祈愿者所持的缠有羊毛的橄榄枝,此处转喻为“祈愿者”本身,表示该少年象征着一份陈列在法庭面前、代表死者的请愿。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:78-84