← 狄摩西尼

控诉马卡尔塔图斯

§67-71

控告涉诉庄园内非法砍伐橄榄树

索西特奥斯指控塞奥庞波斯等人在遗产诉讼未决之际,将庄园内千余株珍贵橄榄树连根拔除并变卖,并通过证人证词与城邦法令证明该行径严重亵渎了死者与国法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§67

ἀκούετε, ἄνδρες δικασταί, ὅτι ταὐτὰ λέγει ὅ τε Σόλων ἐν τοῖς νόμοις καὶ ὁ θεὸς ἐν τῇ μαντείᾳ, κελεύων τοῖς κατοιχομένοις ποιεῖν τοὺς προσήκοντας ἐν ταῖς καθηκούσαις ἡμέραις. ἀλλὰ τούτων οὐδὲν ἔμελεν Θεοπόμπῳ οὐδὲ Μακαρτάτῳ τουτῳί, ἀλλὰ τοῦτο μόνον, τὰ μὴ προσήκοντα ἑαυτοῖς ἔχειν, καὶ ἐγκαλεῖν ὅτι πολὺν χρόνον ἐχόντων ἑαυτῶν1 τὸν κλῆρον νυνὶ ἀγωνίζονται. ἐγὼ δὲ ᾤμην, ὦ ἄνδρες δικασταί, προσήκειν τὸν τἀλλότρια ἀδίκως ἔχοντα οὐκ ἐγκαλεῖν, εἰ πλείω χρόνον εἶχεν, ἀλλὰ χάριν εἰδέναι, μὴ ἡμῖν, ἀλλὰ τῇ τύχῃ, ὅτι πολλαὶ καὶ ἀναγκαῖαι διατριβαὶ ἐγένοντο ἐν τῷ μεταξὺ χρόνῳ, ὥστε νῦν περὶ τούτων ἀγωνίζεσθαι.

审判官诸位,你们听到了梭伦在法律中所言与神在神谕中所谕完全一致,都命亲属在规定的日子为逝者举行应有的祭仪。然而塞奥庞波斯以及在场的这个马卡塔托斯对这些事全然不顾,唯独在乎据有不属于他们之物,并且抱怨说他们已占有该遗产多年,如今却遭到了争讼。然而审判官诸位,我认为,非分占有他人之物的人,即便据有时日更久,也不应心存怨怼,而当心存感激,不是感谢我们,而是感谢命运,因为在此期间发生了诸多不可避免的延搁,致使对此事的争讼拖延至今。

§68

οὗτοι μὲν οὖν τοιοῦτοί εἰσιν ἄνθρωποι, ὦ ἄνδρες δικασταί, καὶ μέλει αὐτοῖς οὐδὲν οὔτε τοῦ οἴκου ἐξερημουμένου τοῦ Ἁγνίου οὔτε τῶν ἄλλων ὅσα παρανομοῦσιν· οἵτινές γε, ὦ Ζεῦ καὶ θεοί, τὰ μὲν ἄλλα τί ἄν τις λέγοι περὶ τούτων; πολλὰ γὰρ ἂν εἴη λέγειν· ἓν δὲ ὃ παρανομώτατον καὶ μιαρώτατον διαπεπραγμένοι εἰσίν, καὶ μάλιστα ἐνδεικνύμενοι ὅτι οὐδὲν αὐτοῖς μέλει πλὴν τοῦ πλεονεκτεῖν·

审判官诸位,这些人便是这般货色,他们对哈格尼亚斯家族的绝嗣绝祀漠不关心,对其所犯的其他种种不法之事亦毫不在意。以宙斯及诸神起誓,关于他们的其他行径又何需多言?可说者委实太多;但有一桩恶行是他们所做最违法且最令人发指的,最能证明他们除了贪得无厌之外对一切皆漠不关心。

§69

οὐ γὰρ ἔφθη Θεόπομπος τὴν ἐπιδικασίαν ποιησάμενος τοῦ κλήρου τοῦ Ἁγνίου τὸν τρόπον τοῦτον ὃν ὑμεῖς ἀκηκόατε, καὶ εὐθὺς ἐνεδείξατο2 ὅτι τὰ οὐδὲν προσήκοντα ἑαυτῷ ἔχειν ἐνόμιζεν. ὃ γὰρ ἦν πλείστου ἄξιον ἐν τοῖς χωρίοις τοῖς Ἁγνίου καὶ ἐθαυμάζετο μάλιστα ὑπὸ τῶν προσχώρων καὶ ὑπὸ τῶν ἄλλων ἀνθρώπων, αἱ ἐλᾶαι, ταύτας ἐξώρυττον καὶ ἐξεπρέμνιζον, πλέον ἢ χίλια στελέχη, ὅθεν ἔλαιον πολὺ ἐγίγνετο. ταύτας οὗτοι ἀπέδοντο ἐκπρεμνίσαντες, καὶ ἀργύριον ὑπέρπολυ ἔλαβον. καὶ ταῦτʼ ἐποίουν οὗτοι ἐπιδίκου ὄντος τοῦ κλήρου τοῦ Ἁγνίου κατὰ τὸν νόμον, καθʼ ὅνπερ οὗτοι τὴν τουτουὶ μητέρα προσεκαλέσαντο.

因为塞奥庞波斯刚依照你们所听闻的那种方式获得哈格尼亚斯遗产的审定宣告,便立刻暴露出他认定自己所据有的是绝不属于他的东西。哈格尼亚斯庄园中最有价值、最为邻里和众人所称羡的产物,即橄榄树,他们竟然连根挖出并拔除了千株以上,那些树原可榨取大量橄榄油。他们将这些橄榄树连根拔起变卖,换取了巨额钱财。而且,当哈格尼亚斯的遗产按照他们传唤此子之母所依据的法律仍处于诉讼未决状态时,他们便干下了这等勾当。

§70

ὅτι δὲ ταῦτʼ ἀληθῆ λέγω, καὶ ἐξεπρέμνισαν οὗτοι τὰς ἐλάας ἐκ τῶν χωρίων ὧν Ἁγνίας κατέλιπεν, μάρτυρας ὑμῖν τούτων παρεξόμεθα τούς τε προσχώρους καὶ τῶν ἄλλων οὓς παρεκαλέσαμεν, ὅτʼ ἐπεμαρτυρόμεθα περὶ τούτων. λέγε τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑΙ "μαρτυροῦσιν ἀκολουθῆσαι Ἀραφῆνάδε παρακληθέντες ὑπὸ Σωσιθέου εἰς τοὺς Ἁγνίου ἀγρούς, ἐπειδὴ Θεόπομπος ἐπεδικάσατο τοῦ κλήρου τοῦ Ἁγνίου, καὶ ἐπιδεικνύναι αὑτοῖς Σωσίθεον τὰς ἐλάας πρεμνιζομένας ἐκ τοῦ Ἁγνίου ἀγροῦ."

为了证明我所言属实,确是他们从哈格尼亚斯遗留的庄园中把橄榄树连根拔除,我们将向你们提供邻里居民以及我们当时在此事上提出抗议时所召集的人作为证人。请朗读证词。 证词 “证人证明,在塞奥庞波斯获得哈格尼亚斯遗产的审定宣告后,他们应索西特奥斯之邀随同前往阿拉芬的哈格尼亚斯庄园,索西特奥斯向他们展示了正从哈格尼亚斯田庄中被连根拔起的橄榄树。”

§71

εἰ μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, τὸν τετελευτηκότα μόνον ὕβριζον ταῦτα διαπραξάμενοι, δεινὰ μὲν ἂν ἐποίουν, ἧττον δέ· νῦν δὲ καὶ εἰς ὅλην τὴν πόλιν ταυτὶ ὑβρίκασι καὶ παρανενομήκασιν. γνώσεσθε δέ, ἐπειδὰν τοῦ νόμου ἀκούσητε. ἀναγίγνωσκε τὸν νόμον. ΝΟΜΟΣ. "ἐάν τις ἐλάαν Ἀθήνησιν ἐξορύττῃ, ἐὰν μὴ εἰς ἱερὸν Ἀθηναίων δημόσιον ἢ δημοτικόν, ἢ ἑαυτῷ χρῆσθαι μέχρι δυοῖν ἐλάαιν3 τοῦ ἐνιαυτοῦ ἑκάστου, ἢ ἐπὶ ἀποθανόντα δέῃ χρήσασθαι, ὀφείλειν ἑκατὸν δραχμὰς τῷ δημοσίῳ τῆς ἐλάας ἑκάστης, τὸ δὲ ἐπιδέκατον τούτου τῆς θεοῦ εἶναι. ὀφειλέτω δὲ καὶ τῷ ἰδιώτῃ τῷ ἐπεξιόντι ἑκατὸν δραχμὰς καθʼ ἑκάστην ἐλάαν. τὰς δὲ δίκας εἶναι περὶ τούτων πρὸς τοὺς ἄρχοντας, ὧν ἕκαστοι δικασταί εἰσι. πρυτανεῖα δὲ τιθέτω ὁ διώκων τοῦ αὑτοῦ μέρους. ὅτου δʼ ἂν καταγνωσθῇ, ἐγγραφόντων οἱ ἄρχοντες, πρὸς οὓς ἂν ᾖ ἡ δίκη, τοῖς πράκτορσιν, ὃ τῷ δημοσίῳ γίγνεται· ὃ δὲ τῇ θεῷ γίγνεται, τοῖς ταμίαις τῶν τῆς θεοῦ. ἐὰν δὲ μὴ ἐγγράφωσιν, αὐτοὶ ὀφειλόντων."

审判官诸位,假使他们做出这等行径仅仅是亵渎了死者,那固然已极骇人,但恶劣程度尚轻;然而如今,他们这一暴行与违法是对整个城邦的冒犯。你们听罢法律便会明白。请朗读法律。 法律 “若有人在雅典挖掘橄榄树,除用于雅典人的公共圣所或村社圣所、或每年供自己使用至多两株橄榄树、或因丧事需用之外,每掘一株橄榄树,当向国库缴纳一百德拉克马,其中十分之一归于女神。对提起诉讼的普通公民,每株橄榄树亦当赔付一百德拉克马。关于此类案件的诉讼当向各自具有审判权的诸执政官提起。原告当就其应缴份额交纳诉讼押金。凡被判有罪者,受理该案的执政官当将归国库之款项登载于征收官处,将归女神之款项登载于女神财务官处。若执政官不予登载,则当由执政官本人偿付。”

语法注3 条
  1. 67πολὺν χρόνον ἐχόντων ἑαυτῶν

    属格绝对结构,其中反身代词 ἑαυτῶν 作逻辑主语,为主句动词 ἀγωνίζονται 的主语(塞奥庞波斯等人)之间接反身用法,表达让步或情况(“尽管他们自己已经占有了很长时间”)。

  2. 69οὐ γὰρ ἔφθη Θεόπομπος τὴν ἐπιδικασίαν ποιησάμενος ... καὶ εὐθὺς ἐνεδείξατο

    习惯句式“οὐ φθάνω + 分词 ... καί”(“刚……就……”)。不定过去时分词 ποιησάμενος 作动词 ἔφθη 的补充成分,连词 καί 引导后承分句(“便立刻表现出”),表示两动作紧密相连、即刻发生。

  3. 71δυοῖν ἐλάαιν

    名词 ἐλαία 的属格双数形式,受介词 μέχρι(“至多……”)支配。在古典期雅典法令中,涉及严格数量限制(“两株以内”)时通常保留传统的双数格位形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:67-71