- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:61-66
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出本案的核心在于维护哈格尼亚斯真正亲属的继承权,并通过引述梭伦的葬礼法与德尔斐神谕,论证唯有依法承担安葬与祭祀死者之义务的亲属才享有合法的遗产继承权。
ἔστιν δʼ ὁ νῦν ἀγὼν καὶ ἡ διαδικασία οὐκ εἴ τις ἕτερος ἑτέρου πρότερος ἢ ὕστερος τετελεύτηκεν, ἀλλʼ εἰ μὴ προσήκει ἐξελαθῆναι1 ἐκ τοῦ οἴκου τοῦ Ἁγνίου τοὺς οἰκείους τοὺς Ἁγνίου, ἀνεψιοὺς ὄντας καὶ ἀνεψιῶν παῖδας Ἁγνίᾳ πρὸς πατρός, ὑπὸ τῶν ἐκ τοῦ Στρατίου οἴκου καὶ μηδὲν προσηκόντων ὥστε κληρονομεῖν τῶν Ἁγνίου, ἀλλὰ γένει ἀπωτέρω ὄντων. περὶ τούτου νῦν ἐσθʼ ὁ ἀγών.
当前的诉讼与权属审定,其争议焦点并不在于某人是否比另一人先死或后死,而在于哈格尼亚斯的父系堂表兄弟及其子女等亲属,是否不应被斯特拉提奥斯家族中毫无权利继承哈格尼亚斯财产且血统更远的人逐出哈格尼亚斯的家族。当前的争论正是围绕此事展开的。
ἔτι δὲ σαφέστερον γνώσεσθε, ὦ ἄνδρες δικασταί, καὶ ἐκ τοῦδε τοῦ νόμου, ὅτι Σόλων ὁ νομοθέτης σπουδάζει περὶ τοὺς οἰκείους, καὶ οὐ μόνον δίδωσιν τὰ καταλειφθέντα, ἀλλὰ καὶ προστάγματα ποιεῖται τὰ δυσχερῆ ἅπαντα τοῖς προσήκουσι. λέγε τὸν νόμον. ΝΟΜΟΣ. "τὸν ἀποθανόντα προτίθεσθαι ἔνδον, ὅπως ἂν βούληται. ἐκφέρειν δὲ τὸν ἀποθανόντα τῇ ὑστεραίᾳ ᾗ ἂν προθῶνται, πρὶν ἥλιον ἐξέχειν. βαδίζειν δὲ τοὺς ἄνδρας πρόσθεν, ὅταν ἐκφέρωνται, τὰς δὲ γυναῖκας ὄπισθεν. γυναῖκα δὲ μὴ ἐξεῖναι εἰσιέναι εἰς τὰ τοῦ ἀποθανόντος μηδʼ ἀκολουθεῖν ἀποθανόντι, ὅταν εἰς τὰ σήματα ἄγηται, ἐντὸς ἑξήκοντʼ ἐτῶν γεγονυῖαν, πλὴν ὅσαι ἐντὸς ἀνεψιαδῶν εἰσι·2 μηδʼ εἰς τὰ τοῦ ἀποθανόντος εἰσιέναι, ἐπειδὰν ἐξενεχθῇ ὁ νέκυς, γυναῖκα μηδεμίαν πλὴν ὅσαι ἐντὸς ἀνεψιαδῶν εἰσίν."
审判官诸位,从以下这条法律中你们将更清楚地看到,立法者梭伦对亲属何等关切,他不仅将遗留的财产授予他们,更将所有繁难的义务加诸亲属之身。请朗读法律。 法律 “死者当停尸于室内,任凭主人如何处置。出殡当在停尸次日、日出之前进行。出殡之时,男子在前行走,女子在后跟随。未满六十岁之妇人,除堂表兄弟之子女范围内的亲属之外,一律不得进入死者之家,亦不得在死者被送往墓地时随行;尸体出殡之后,除堂表兄弟之子女范围内的亲属之外,任何妇人皆不得进入死者之家。”
οὐκ ἐᾷ εἰσιέναι οὗ ἂν ᾖ ὁ τετελευτηκώς, οὐδεμίαν γυναῖκα ἄλλην ἢ τὰς προσηκούσας μέχρι ἀνεψιότητος, καὶ πρὸς τὸ μνῆμα ἀκολουθεῖν τὰς αὐτὰς ταύτας. Φυλομάχη τοίνυν ἡ Πολέμωνος ἀδελφὴ τοῦ πατρὸς τοῦ Ἁγνίου οὐκ ἀνεψιὰ ἦν Ἁγνίᾳ, ἀλλὰ τηθίς· ἀδελφὴ γὰρ ἦν Πολέμωνος τοῦ πατρὸς τοῦ Ἁγνίου. Εὐβουλίδης δὲ ὁ υἱὸς ταύτης τῆς γυναικὸς ἀνεψιὸς ἦν πρὸς πατρὸς Ἁγνίᾳ, οὗ ἐστιν ὁ κλῆρος. τοῦ δʼ Εὐβουλίδου ἦν θυγάτηρ ἡ τούτου τοῦ παιδὸς μήτηρ.
法律不允许除直至堂表之服以内的女亲属外的任何女子进入停放死者之处,且亦只准这些女亲属随行前往墓地。哈格尼亚斯之父波勒蒙的姐妹菲洛玛刻并非哈格尼亚斯的堂表姐妹,而是其姑母;因为她是哈格尼亚斯之父波勒蒙的姐妹。而这位妇人的儿子欧布利得斯,则是遗产所有人哈格尼亚斯在父系上的堂表兄弟;这个孩子的母亲正是欧布利得斯的女儿。
ταύτας κελεύει τὰς προσηκούσας καὶ παρεῖναι τῇ προθέσει τοῦ τετελευτηκότος καὶ ἐπὶ τὸ μνῆμα ἀκολουθεῖν, οὐ τὴν Μακαρτάτου μητέρα οὐδὲ τὴν Θεοπόμπου γυναῖκα· οὐδὲν γὰρ προσήκουσα Ἁγνίᾳ αὕτη, ἀλλʼ ἐξ ἑτέρας φυλῆς, Ἀκαμαντίδος, καὶ ἐξ ἑτέρου δήμου, Προσπαλτόθεν, ὥστε τὸ παράπαν οὐδʼ ᾔσθετο, ὅτε ἦν τετελευτηκὼς Ἁγνίας.
法律所责令出席死者停尸仪式并随行前往墓地的,正是这些女亲属,绝非马卡塔托斯之母或塞奥庞波斯之妻;因为她与哈格尼亚斯毫无亲属关系,而是属于另一个部落阿卡曼提斯,以及另一个村社普罗斯帕尔塔,以至于哈格尼亚斯去世时她根本未曾发觉。
ὑπεραναίσχυντον δὴ οὗτοι κατασκευάζουσι πρᾶγμα, ὡς ἄρα δεῖ ἡμᾶς καὶ τὰς γυναῖκας τὰς ἡμετέρας τοῦ μὲν σώματος τοῦ Ἁγνίου, ὅτε ἐτετελευτήκει, κληρονόμους εἶναι3 καὶ ποιεῖν ἅπαντα τὰ νομιζόμενα, ὡς προσήκοντας καὶ γένει ὄντας ἐγγυτάτω, τὸν δὲ κλῆρον οἴεσθαι δεῖν ἔχειν τὸν Ἁγνίου τοῦ τετελευτηκότος Μακάρτατον, ἐκ τοῦ Στρατίου οἴκου ὄντα καὶ ἐκ τῆς Ἀπολήξιδος τοῦ Προσπαλτίου θυγατρός, Μακαρτάτου δὲ ἀδελφῆς. ἀλλʼ οὔτε δίκαιον οὔθʼ ὅσιον τοῦτʼ ἔστιν, ὦ ἄνδρες δικασταί.
然而他们却捏造出极其不知廉耻的主张,硬要我们及其妻子在哈格尼亚斯亡故时充当其遗体的继承人,作为最近亲属去履行一切既定礼仪,却以为亡故之哈格尼亚斯的遗产当由出身于斯特拉提奥斯家族、由普罗斯帕尔塔人阿波勒克西斯之女即马卡塔托斯之姐妹所生的马卡塔托斯所据有。然而审判官诸位,这既不合正义,亦不合虔敬。
ἀνάγνωθι δέ μοι τὰ ἐκ τῆς μαντείας τῆς ἐκ Δελφῶν κομισθείσης παρὰ τοῦ θεοῦ, ἵνα αἴσθησθε ὅτι ταὐτὰ λέγει περὶ τῶν προσηκόντων τοῖς νόμοις τοῖς τοῦ Σόλωνος. ΜΑΝΤΕΙΑ. "ἀγαθῇ τύχῃ. ἐπερωτᾷ ὁ δῆμος ὁ Ἀθηναίων περὶ τοῦ σημείου τοῦ ἐν τῷ οὐρανῷ γενομένου, ὅ τι ἂν δρῶσιν Ἀθηναίοις ἢ ὅτῳ θεῷ θύουσιν ἢ εὐχομένοις εἴη ἐπὶ τὸ ἄμεινον ἀπὸ τοῦ σημείου. συμφέρει Ἀθηναίοις περὶ τοῦ σημείου τοῦ ἐν τῷ οὐρανῷ γενομένου θύοντας καλλιερεῖν Διὶ ὑπάτῳ, Ἀθηνᾷ ὑπάτῃ, Ἡρακλεῖ, Ἀπόλλωνι σωτῆρι, καὶ ἀποπέμπειν Ἀμφιόνεσσι· περὶ τύχας ἀγαθᾶς Ἀπόλλωνι ἀγυιεῖ, Λατοῖ, Ἀρτέμιδι, καὶ τὰς ἀγυιὰς κνισῆν, καὶ κρατῆρας ἱστάμεν καὶ χορούς, καὶ στεφαναφορεῖν καττὰ πάτρια· θεοῖς Ὀλυμπίοις καὶ Ὀλυμπίαις πάντεσσι καὶ πάσαις, δεξιὰς καὶ ἀριστερὰς ἀνίσχοντας, μνασιδωρεῖν καττὰ πάτρια· ἥρῳ ἀρχαγέτᾳ, οὗ ἐπώνυμοί ἐστε, θύειν καὶ δωροτελεῖν καττὰ πάτρια· τοῖς ἀποφθιμένοις ἐν ἱκνουμένᾳ ἁμέρᾳ τελεῖν τοὺς ποθίκοντας καττὰ ἁγημένα.4"
请为我朗读从德尔斐由神那里求得的神谕,以便你们明白关于亲属之事,神谕所说的与梭伦的法律完全相同。 神谕 “祈求吉祥。雅典人民就天空中出现的征兆求问,雅典人当行何事,或当向何神献祭祈祷,方可因该征兆而得转祸为福。关于天空中出现的征兆,雅典人当向至高者宙斯、至高者雅典娜、赫拉克勒斯、救主阿波罗献祭以求吉兆,并向安菲翁族人送去供品,此举大有裨益;为祈求好运,当向街巷之神阿波罗、勒托、阿耳忒弥斯献祭,使街巷充溢油脂香气,设立酒缸与歌舞队,依祖制佩戴花冠;向所有奥林匹斯男女诸神高举左右双手,依祖制献上铭念之礼;向你们赖以命名的始祖英雄,依祖制献祭并供奉礼物;至于已故之人,亲属于规定之日当依相沿之礼履行应行之祭。”
- 61ἀλλʼ εἰ μὴ προσήκει ἐξελαθῆναι
在 οὐκ εἴ τις... ἀλλʼ εἰ μὴ προσήκει 的对比结构中作间接疑问从句。此处含有强烈的反诘意味(“是否不应当被驱逐……”)。不应将 εἰ 视作引导单纯的条件从句,而应理解为承接前面的 ἀγὼν καὶ διαδικασία 所提出的争议论点(间接疑问)。
- 62ἐντὸς ἑξήκοντʼ ἐτῶν γεγονυῖαν, πλὴν ὅσαι ἐντὸς ἀνεψιαδῶν εἰσι
宾格分词 γεγονυῖαν 修饰不定式结构(μὴ ἐξεῖναι εἰσιέναι)的逻辑主语 γυναῖκα。此处规定了葬礼法规中的限制,构成双重限定:在“未满六十岁的妇人”中,仅有“在堂表兄弟之子女范围内的亲属”可作为例外获准参与和进入。
- 65τοῦ μὲν σώματος ... κληρονόμους εἶναι
虽然 κληρονόμος 通常指“财产的继承人”,但在此处与属格 τοῦ σώματος(遗体)连用,带有强烈的讽刺意味。演说者通过与 τὸν κλῆρον 的对比,突出了荒谬之处:己方仅被当成承担安葬收殓义务的“尸体继承人”,而实际的财产却被对方侵占。
- 66τοῖς ἀποφθιμένοις ἐν ἱκνουμένᾳ ἁμέρᾳ τελεῖν τοὺς ποθίκοντας καττὰ ἁγημένα
包含德尔斐神谕所特有的多立斯方言形式。τελεῖν 为承接上文的命令不定式;其逻辑主语为宾格 τοὺς ποθίκοντας(相当于雅典方言的 τοὺς προσήκοντας,即亲属)。καττὰ ἁγημένα 为介词 κατὰ 与冠词分词 τὰ ἡγημένα 的同化混合形式,意为“按照既定礼俗”。与格 τοῖς ἀποφθιμένοις 为间接宾语(向死者)。
