- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:55-60
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者引述有关女继承人诉请、杀人追诉与安葬死者等法定的亲属义务,指出塞奥庞波斯父子在法律上从未承担过该家族的任何义务,却企图非法占有遗产,以此痛斥其荒谬与虚伪。
ἃ μὲν λέγει ὁ νόμος, ὦ ἄνδρες δικασταί, ἀκούετε. ὅτε δὲ τῆς ἐπικλήρου ἔδει ἐπιδικάζεσθαι Φυλομάχης τῆς τουτουὶ μητρὸς τοῦ παιδός, Ἁγνίου δὲ ἀνεψιοῦ παιδὸς οὔσης πρὸς πατρός, ἐγὼ μὲν ἧκον φοβούμενος τὸν νόμον καὶ ἐπεδικαζόμην γένει ὢν ἐγγυτάτω, Θεόπομπος δὲ ὁ Μακαρτάτου πατὴρ οὐδὲ προσῆλθεν τὸ παράπαν οὐδὲ ἠμφεσβήτησεν διὰ τὸ μηδʼ ὁτιοῦν αὐτῷ προσήκειν, καὶ ταῦτα ἐν τῇ ἡλικίᾳ ὢν τῇ αὐτῇ.
审判官诸位,你们听到了法律是怎么说的。然而,当理应为这个孩子的母亲、在父系上是哈格尼亚斯堂兄弟之女的继承人菲洛玛刻提起审定之诉时,我出于对法律的敬畏而出面,因血统最近而提出了诉求;但马卡塔托斯的父亲塞奥庞波斯却根本未曾出面,亦未曾提出异议,因为他完全没有任何权利,更何况他当时与我年纪相仿。
καίτοι πῶς οἴεσθε, ὦ ἄνδρες δικασταί, ἄτοπον εἶναι, τῆς μὲν ἐπικλήρου, ἣ ἦν Ἁγνίᾳ ἀνεψιοῦ παῖς πρὸς πατρός, ταύτης μὲν μηδεπώποτε ἀμφισβητῆσαι Θεόπομπον, τὸν δὲ κλῆρον τὸν Ἁγνίου ἀξιοῦν ἔχειν παρὰ τοὺς νόμους; τούτων γένοιντʼ ἂν ἄνθρωποι ἀναισχυντότεροι ἢ μιαρώτεροι; ἀναγίγνωσκε καὶ τοὺς ἑτέρους νόμους. ΝΟΜΟΙ. "προειπεῖν τῷ κτείναντι ἐν ἀγορᾷ ἐντὸς ἀνεψιότητος καὶ ἀνεψιοῦ,1 συνδιώκειν δὲ καὶ ἀνεψιοὺς καὶ ἀνεψιῶν παῖδας καὶ γαμβροὺς καὶ πενθεροὺς καὶ φράτερας. αἰδέσασθαι δέ, ἐὰν μὲν πατὴρ ᾖ ἢ ἀδελφὸς ἢ υἱεῖς, ἅπαντας, ἢ τὸν κωλύοντα κρατεῖν.2 ἐὰν δὲ τούτων μηδεὶς ᾖ, κτείνῃ δὲ ἄκων, γνῶσι δὲ οἱ πεντήκοντα καὶ εἷς, οἱ ἐφέται, ἄκοντα κτεῖναι, ἐσέσθων οἱ φράτερες, ἐὰν ἐθέλωσι, δέκα· τούτους δὲ οἱ πεντήκοντα καὶ εἷς ἀριστίνδην αἱρείσθων. καὶ οἱ πρότερον κτείναντες ἐν τῷδε τῷ θεσμῷ ἐνεχέσθων. —τοὺς δʼ ἀπογιγνομένους ἐν τοῖς δήμοις, οὓς ἂν μηδεὶς ἀναιρῆται, ἐπαγγελλέτω ὁ δήμαρχος τοῖς προσήκουσιν ἀναιρεῖν καὶ θάπτειν καὶ καθαίρειν τὸν δῆμον, τῇ ἡμέρᾳ ᾗ ἂν ἀπογένηται ἕκαστος αὐτῶν."
然而,审判官诸位,对于在父系上身为哈格尼亚斯堂兄弟之女的女继承人,塞奥庞波斯从未提出过任何争求,如今却要求违背法律占有哈格尼亚斯的遗产,你们认为这是多么荒谬啊!难道还能有比这些人更不知廉耻、更令人厌恶的吗?请朗读其余的法律。 法律“当在集市上向杀人者宣布通告,由在堂表亲及堂表兄弟范围内的亲属提出;堂表兄弟、堂表兄弟之子女、女婿、岳父及宗族同人当共同追诉。若有父亲、兄弟或儿子,须得全员同意方可宽宥,否则反对者之意见有效。若无上述亲人,且系过失杀人,经五十一人的追诉裁判官判定确为过失杀人,则宗族同人十人当接纳〔之〕,若其自愿如此;此十人由五十一人的裁判官依门第挑选。此前杀人者亦受本法约束。——凡死于各村社而无人收殓者,村社长当命令其亲属在死者死亡当天予以收殓、安葬并净化村社。”
"ἐπαγγέλλειν δὲ περὶ μὲν τῶν δούλων τῷ δεσπότῃ, περὶ δὲ τῶν ἐλευθέρων τοῖς τὰ χρήματʼ ἔχουσιν· ἐὰν δὲ μὴ ᾖ χρήματα τῷ ἀποθανόντι, τοῖς προσήκουσι τοῦ ἀποθανόντος ἐπαγγέλλειν. ἐὰν δὲ τοῦ δημάρχου ἐπαγγείλαντος μὴ ἀναιρῶνται οἱ προσήκοντες, ὁ μὲν δήμαρχος ἀπομισθωσάτω ἀνελεῖν καὶ καταθάψαι καὶ καθῆραι τὸν δῆμον αὐθημερόν, ὅπως ἂν δύνηται ὀλιγίστου· ἐὰν δὲ μὴ ἀπομισθώσῃ, ὀφειλέτω χιλίας δραχμὰς τῷ δημοσίῳ. ὅ τι δʼ ἂν ἀναλώσῃ, διπλάσιον πραξάσθω παρὰ τῶν ὀφειλόντων· ἐὰν δὲ μὴ πράξῃ, αὐτὸς ὀφειλέτω τοῖς δημόταις.—τοὺς δὲ μὴ ἀποδιδόντας τὰς μισθώσεις τῶν τεμενῶν τῶν τῆς θεοῦ καὶ τῶν ἄλλων θεῶν καὶ τῶν ἐπωνύμων ἀτίμους εἶναι καὶ αὐτοὺς καὶ γένος καὶ κληρονόμους τοὺς τούτων, ἕως ἂν ἀποδῶσιν."
“奴隶之事当通知其主人,自由人之事当通知占有其财产者;若死者无财产,则当通知死者之亲属。村社长通知后亲属若不收殓,村社长当即日以尽可能低廉之费用包工雇人收殓、安葬并净化村社;若不予包工,当罚欠公库一千德拉克马。其所耗费用,当向负有义务者加倍索取;若不索取,村社长本人当对社民负债。——凡不缴纳女神、其他众神及名祖英雄圣域租金者,本人及其族系与继承人皆被剥夺公民权,直至缴纳为止。”
ταῦτα πάντα, ὅσα οἱ νόμοι προστάττουσιν τοὺς προσήκοντας ποιεῖν, ἡμῖν προστάττουσιν καὶ ἀναγκάζουσιν ποιεῖν, ὦ ἄνδρες δικασταί. Μακαρτάτῳ δὲ τουτῳὶ οὐδὲν διαλέγονται οὐδὲ Θεοπόμπῳ τῷ πατρὶ τῷ τούτου· οὐδὲ γάρ εἰσιν ἐκ τοῦ οἴκου τοῦ Ἁγνίου τὸ παράπαν· πῶς ἂν οὖν τούτοις τι προστάττοιεν;
审判官诸位,法律责令亲属所行的一切事项,所责令并强制去履行的正是我们。而对这个马卡塔托斯及其父亲塞奥庞波斯,法律未曾对他们作任何言说;因为他们根本不属于哈格尼亚斯的家族。既然如此,法律又怎会对他们有所责令呢?
ἀλλʼ οὗτος, ὦ ἄνδρες δικασταί, πρὸς μὲν τοὺς νόμους καὶ τὰς μαρτυρίας, ἃς ἡμεῖς παρεχόμεθα, δίκαιον οὐδʼ ὁτιοῦν ἔχει λέγειν, ἀγανακτεῖ δὲ καὶ δεινά φησι πάσχειν, ὅτι τοῦ πατρὸς τετελευτηκότος ἀγωνίζεται. ἐκεῖνο δʼ οὐκ ἐνθυμεῖται Μακάρτατος, ὦ ἄνδρες δικασταί, ὅτι ὁ πατὴρ αὐτοῦ ἄνθρωπος ἦν θνητός, καὶ τετελεύτηκεν μετʼ ἄλλων πολλῶν καὶ νεωτέρων καὶ πρεσβυτέρων. ἀλλʼ εἰ Θεόπομπος τετελεύτηκεν ὁ τουτουὶ πατήρ, οἱ νόμοι οὐ τετελευτήκασιν, οὐδὲ τὸ δίκαιον, οὐδʼ οἱ δικασταὶ οἱ τὴν ψῆφον ἔχοντες.
然而此人,审判官诸位,面对我们所呈示的法律和证言,完全无任何合乎正义之辞可言,反而愤愤不平,声称自己在父亲亡故后被起诉是蒙受了莫大冤屈。但是马卡塔托斯并未想到,审判官诸位,他的父亲不过是个必死之人,是与许多或年轻或年长的他人一样死去的。纵使此人之父塞奥庞波斯已死,法律并未死亡,正义并未死亡,握有表决权的审判官诸位亦未死亡。
- 57ἐντὸς ἀνεψιότητος καὶ ἀνεψιοῦ
介词 ἐντός(在……之内)统辖两个属格 ἀνεψιότητος(堂表亲等关系)与 ἀνεψιοῦ(堂表兄弟)。这是雅典杀人法中界定追诉亲属范围的固定法律用语,意为“在堂表亲关系及堂表兄弟的范围以内(即直至堂表兄弟之子女)”。
- 57αἰδέσασθαι δέ, ἐὰν μὲν πατὴρ ᾖ ἢ ἀδελφὸς ἢ υἱεῖς, ἅπαντας, ἢ τὸν κωλύοντα κρατεῖν
不定式 αἰδέσασθαι(和解/宽宥)与 κρατεῖν(占优势/优先)作法律条文中常见的命令性不定式使用。在条件从句(ἐὰν μὲν...)之后,ἅπαντας 充当 αἰδέσασθαι 的逻辑主语宾格(意为“须全体一致予以宽宥”);随后的选择支 ἢ τὸν κωλύοντα κρατεῖν 则规定了否决权,即“否则反对者之意见占优”。
