← 狄摩西尼

控诉马卡尔塔图斯

§49-54

少年的世系与法定继承及救助女继承人法

演说者追溯了欧布利得斯一方的世系,证明他们直接属于哈格尼亚斯的家族,并宣读了无遗言法定继承法及有关无力自保的女继承人的嫁资救助法,以此证明对手毫无权利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§49

πάλιν δὴ ἀνακρίνω τὸν παῖδα τουτονί, τίς ὢν ἀμφισβητεῖ Μακαρτάτῳ τοῦ κλήρου τοῦ Ἁγνίου. οὐκ ἂν ἔχοι, ὦ ἄνδρες δικασταί, ἄλλʼ οὐδʼ ὁτιοῦν ἀποκρίνασθαι ὁ παῖς, ἢ ὅτι Εὐβουλίδης. τίνος ὢν πατρός; Εὐβουλίδου τοῦ Ἁγνίου ἀνεψιοῦ. μητρὸς δὲ τίνος; Φυλομάχης, ἣ ἦν Ἁγνίᾳ ἀνεψιοῦ παῖς πρὸς πατρός. ὁ Εὐβουλίδης δὲ τίνος ἦν πατρός; Φιλάγρου τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου. μητρὸς δὲ τίνος; Φυλομάχης τῆς τηθίδος τῆς Ἁγνίου. ὁ δʼ Ἁγνίας τίνος ἦν υἱός; Πολέμωνος. ὁ δὲ Πολέμων τίνος; Ἁγνίου. ὁ δʼ Ἁγνίας τίνος; Βουσέλου.

现在让我反过来盘问这个少年,问他是以何种身份同马卡塔托斯争夺哈格尼亚斯的遗产。审判官诸位,这孩子绝不可能给出任何别的回答,只能回答他是“欧布利得斯”。“你的父亲是谁?”“哈格尼亚斯的堂兄弟欧布利得斯。”“你的母亲是谁?”“菲洛玛刻,她在父系上是哈格尼亚斯堂兄弟的女儿。”“那么欧布利得斯的父亲是谁?”“哈格尼亚斯的堂兄弟菲拉格罗斯。”“母亲是谁?”“哈格尼亚斯的姑母菲洛玛刻。”“哈格尼亚斯又是谁的儿子?”“波勒蒙。”“波勒蒙又是谁的儿子?”“哈格尼亚斯。”“那哈格尼亚斯又是谁的儿子?”“布塞洛斯。”

§50

οὑτοσὶ ἕτερος οἶκός ἐστιν ὁ Ἁγνίου, ἑνὸς τῶν Βουσέλου υἱέων, καὶ ἐνταῦθʼ οὐδʼ ὁτιοῦν ἔνεστι τὸ αὐτὸ ὄνομα τῶν ἐν τῷ Στρατίου οἴκῳ ὄντων ἐκγόνων, ἀλλʼ οὐδὲ παραπλήσιον· ἀλλʼ αὐτοὶ διʼ αὑτῶν πορεύονται ἐν τῷ οἴκῳ τῷ Ἁγνίου, τὰ ὀνόματα παρʼ ἀλλήλων παραλαμβάνοντες. πανταχῇ δὴ καὶ πάντα τρόπον ἐξελέγχονται ἐξ ἑτέρου οἴκου καὶ γένει ἀπωτέρω ὄντες, καὶ οὐ προσῆκον αὐτοῖς κληρονομεῖν οὐδενὸς τῶν Ἁγνίου. οἷς γὰρ δίδωσιν ὁ νομοθέτης τὴν ἀγχιστείαν καὶ τὴν κληρονομίαν, τούτους ἀναγνώσεται ὑμῖν τοὺς νόμους. ΝΟΜΟΣ. "ὅστις ἂν μὴ διαθέμενος ἀποθάνῃ, ἐὰν μὲν παῖδας καταλίπῃ θηλείας, σὺν ταύτῃσιν,1 ἐὰν δὲ μή, τούσδε κυρίους εἶναι τῶν χρημάτων. ἐὰν μὲν ἀδελφοὶ ὦσιν ὁμοπάτορες· καὶ ἐὰν παῖδες ἐξ ἀδελφῶν γνήσιοι, τὴν τοῦ πατρὸς μοῖραν λαγχάνειν· ἐὰν δὲ μὴ ἀδελφοὶ ὦσιν ἢ ἀδελφῶν παῖδες, ἐξ αὐτῶν κατὰ ταὐτὰ λαγχάνειν· κρατεῖν δὲ τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων, ἐὰν ἐκ τῶν αὐτῶν ὦσι, καὶ ἐὰν γένει ἀπωτέρω.2 ἐὰν δὲ μὴ ὦσι πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων, τοὺς πρὸς μητρὸς τοῦ ἀνδρὸς κατὰ ταὐτὰ κυρίους εἶναι. ἐὰν δὲ μηδετέρωθεν ᾖ ἐντὸς τούτων, τὸν πρὸς πατρὸς ἐγγυτάτω κύριον εἶναι. νόθῳ δὲ μηδὲ νόθῃ μὴ εἶναι ἀγχιστείαν μήθʼ ἱερῶν μήθʼ ὁσίων3 ἀπʼ Εὐκλείδου ἄρχοντος."

这就是布塞洛斯诸子之一哈格尼亚斯的另一个家族;而在其中,完全没有任何与斯特拉提奥斯家族后代相同的名字,甚至连相近的都没有;相反,他们在哈格尼亚斯的家族内部独立繁衍,彼此承袭着姓名。因此,在各个方面、以各种方式都可以证明,他们(对方)属于另一个家族,在血统上更为疏远,根本无权继承哈格尼亚斯的任何财产。因为立法者究竟把继承权和亲属权赋予了谁,书记官将向你们宣读有关的法律。 法律“凡未立遗嘱而去世者,若留有女性子女,继承人当与她们共同继承;若无女性子女,则以下人员为财产的所有人。若有同父兄弟,归其所有;若有兄弟之婚生子女,则继承其父之份额;若既无兄弟亦无兄弟之子女,则其(姐妹的)后裔以同样方式继承;但同源所出者,即便血统代数更为疏远,男子及其男系后裔亦享优先权。若父系亲属直至堂表兄弟之子女皆无人,则由死者母系亲属以同样方式继承。若两方在此范围之内皆无亲属,则由父系最近之亲属继承。自欧克莱得斯任执政官之年起,无论男女私生子,在神事与世俗权利上皆无亲属继承权。”

§52

διαρρήδην λέγει ὁ νόμος, ὦ ἄνδρες δικασταί, οἷς δεῖ τὴν κληρονομίαν εἶναι· οὐ μὰ Δίʼ οὐ Θεοπόμπῳ οὐδὲ Μακαρτάτῳ τῷ Θεοπόμπου υἱεῖ, τοῖς μηδὲ τὸ παράπαν ἐν τῷ οἴκῳ οὖσι τῷ Ἁγνίου. ἀλλὰ τίνι καὶ δίδωσιν; τοῖς ἐκγόνοις τοῖς Ἁγνίου, τοῖς οὖσιν ἐν τῷ οἴκῳ τῷ ἐκείνου. ταῦτα καὶ ὁ νόμος λέγει, καὶ τὸ δίκαιον οὕτως ἔχει.

审判官诸位,法律明确规定了遗产当归何人所有;凭宙斯起誓,绝不是归塞奥庞波斯,也不是归塞奥庞波斯之子马卡塔托斯,因为他们根本不属于哈格尼亚斯的家族。那么法律究竟赋予了谁?赋予了哈格尼亚斯的后裔,即留在其家族中的人。这既是法律的明文规定,亦是公理所在。

§53

οὐ τοίνυν, ὦ ἄνδρες δικασταί, ταῦτα μὲν ἔδωκεν ὁ νομοθέτης τοῖς προσήκουσιν, ἕτερα δὲ οὐ προσέταξεν πολλὰ πάνυ ἐν τῷ νόμῳ, ἃ δεῖ ποιεῖν τοὺς προσήκοντας ἐπάναγκες· ἀλλὰ πολλὰ πάνυ ἐστὶν ἃ προστάττει ποιεῖν τοῖς προσήκουσιν, καὶ πρόφασιν οὐδεμίαν δίδωσιν, ἀλλʼ ἐξ ἀνάγκης δεῖ ποιεῖν. μᾶλλον δὲ λέγε αὐτὸν τὸν νόμον τὸν πρῶτον. ΝΟΜΟΣ.

再者,审判官诸位,立法者在把这些权利赋予近亲的同时,并非没有在法律中规定亲属必须履行的诸多其他义务;相反,他责令亲属去履行的义务极其繁多,且不给任何借口,必须强制执行。现在,请朗读那部法律的第一条。

§54

"τῶν ἐπικλήρων ὅσαι θητικὸν τελοῦσιν, ἐὰν μὴ βούληται ἔχειν ὁ ἐγγύτατα γένους, ἐκδιδότω ἐπιδοὺς ὁ μὲν πεντακοσιομέδιμνος πεντακοσίας δραχμάς, ὁ δʼ ἱππεὺς τριακοσίας, ὁ δὲ ζευγίτης ἑκατὸν πεντήκοντα, πρὸς οἷς αὐτῆς.4 ἐὰν δὲ πλείους ὦσιν ἐν τῷ αὐτῷ γένει, τῇ ἐπικλήρῳ πρὸς μέρος ἐπιδιδόναι ἕκαστον. ἐὰν δʼ αἱ γυναῖκες πλείους ὦσι, μὴ ἐπάναγκες εἶναι πλέον ἢ μίαν ἐκδοῦναι τῷ γʼ ἑνί, ἀλλὰ τὸν ἐγγύτατα ἀεὶ ἐκδιδόναι ἢ αὐτὸν ἔχειν. ἐὰν δὲ μὴ ἔχῃ ὁ ἐγγυτάτω γένους ἢ μὴ ἐκδῷ, ὁ ἄρχων ἐπαναγκαζέτω ἢ αὐτὸν ἔχειν ἢ ἐκδοῦναι. ἐὰν δὲ μὴ ἐπαναγκάσῃ ὁ ἄρχων, ὀφειλέτω χιλίας δραχμὰς ἱερὰς τῇ Ἥρᾳ. ἀπογραφέτω δὲ τὸν μὴ ποιοῦντα ταῦτα ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα."

法律 “凡属于雇工等级的女继承人,若其血统最近之亲属不愿娶其为妻,当为其备齐嫁妆将其出嫁:五百斗级者出资五百德拉克马,骑士级出三百,双牛级出一白五十,作为其自身财产之外的附加嫁妆。若同一亲等内有多人,每人应当按比例为女继承人分摊出资。若有数名女性继承人,不强制单个人出嫁一名以上,但最近者当始终将其出嫁或亲自娶之。若最近亲属既不娶亦不出嫁,执政官当强制其亲自娶之或将其出嫁。若执政官不予强制,当欠负奉献给赫拉女神的罚金一千德拉克马。凡有意愿者皆可向执政官告发不履行此规定者。”

语法注4 条
  1. 51σὺν ταύτῃσιν

    修饰后接不定式 κυρίους εἶναι 的介词短语。在雅典法律中,若死者未留男嗣而仅留女性后嗣(女继承人),继承人须“与她们一起”(即以娶其为妻为前提)取得对财产的支配权。

  2. 51κρατεῖν δὲ τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων, ἐὰν ἐκ τῶν αὐτῶν ὦσι, καὶ ἐὰν γένει ἀπωτέρω

    确立男系优先原则的条款。ἐὰν ἐκ τῶν αὐτῶν ὦσι 意为“如果(男女亲属)出自相同的祖先”,而 καὶ ἐὰν γένει ἀπωτέρω 为让步条件分句,意为“即使(男系亲属在亲等或代数上)更为疏远”,表明在同等始祖的范围内,男系后代即便世代较远亦优先于女性近亲。

  3. 51μήθʼ ἱερῶν μήθʼ ὁσίων

    修饰名词 ἀγχιστείαν 的宾格性(或关涉)属格。ἱερά(神事、祖先祭祀)与 ὅσια(世俗事务、财产继承)并举,是雅典法律的程式化用语,表明私生子女在宗教仪轨和世俗继承权两方面均被完全剥夺亲属权。

  4. 54πρὸς οἷς αὐτῆς

    省略先行词并发生格同化(吸引)的介词短语习用表达,相当于 πρὸς τούτοις ἃ αὐτῆς ἐστιν(“在她自己拥有的财产之外”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:49-54