← 狄摩西尼

控诉马卡尔塔图斯

§43-48

亲属证词与马卡塔托斯的别系血统

演说者宣读了多份亲属证词,证明欧布利得斯享有无可争议的继承权且此前从未有人提出异议;随后通过对其家系的逐层追问,揭露马卡塔托斯完全属于另一支系斯特拉提奥斯家族。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§43

"μαρτυροῦσι συγγενεῖς εἶναι Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου καὶ Φιλάγρῳ τῷ πατρὶ τῷ Εὐβουλίδου καὶ Εὐκτήμονι τῷ βασιλεύσαντι, καὶ εἰδέναι Εὐκτήμονα ἀδελφὸν ὄντα ὁμοπάτριον Φιλάγρῳ τῷ πατρὶ τῷ Εὐβουλίδου· καὶ ὁπότε ἡ ἐπιδικασία ἦν τοῦ κλήρου τοῦ Ἁγνίου Εὐβουλίδῃ πρὸς Γλαύκωνα, ἔτι ζῆν Εὐκτήμονα, ἐκ πατραδέλφων ἀνεψιὸν ὄντα Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου, καὶ μὴ ἀμφισβητῆσαι Εὐκτήμονα Εὐβουλίδῃ τοῦ κλήρου τοῦ Ἁγνίου, μηδʼ ἄλλον μηδένα κατὰ γένος τότε." ΑΛΛΗ.

“证人们作证,他们是哈格尼亚斯之父波勒蒙、欧布利得斯之父菲拉格罗斯,以及曾任巴西琉斯(王官)的欧克特蒙的亲属,并且他们知晓欧克特蒙是欧布利得斯之父菲拉格罗斯的同父兄弟;当欧布利得斯与格劳孔就哈格尼亚斯的遗产进行裁定诉讼时,欧克特蒙依然在世,他是哈格尼亚斯之父波勒蒙的父系堂兄弟,欧克特蒙当时并未对欧布利得斯就哈格尼亚斯的遗产提出异议,血统亲属中也没有其他任何人提出异议。” 另一份。

§44

"μαρτυροῦσι τὸν πατέρα τὸν ἑαυτῶν Στράτωνα συγγενῆ εἶναι Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου καὶ Χαριδήμῳ τῷ πατρὶ τῷ Θεοπόμπου καὶ Φιλάγρῳ τῷ πατρὶ τῷ Εὐβουλίδου, καὶ ἀκούειν τοῦ ἑαυτῶν πατρός, ὅτι Φίλαγρος λάβοι γυναῖκα πρώτην μὲν Φυλομάχην ἀδελφὴν Πολέμωνος τοῦ πατρὸς τοῦ Ἁγνίου ὁμοπατρίαν καὶ ὁμομητρίαν, καὶ γενέσθαι Φιλάγρῳ ἐκ μὲν τῆς Φυλομάχης Εὐβουλίδην, ἀποθανούσης δὲ Φυλομάχης ἑτέραν λαβεῖν γυναῖκα Φίλαγρον Τελεσίππην, καὶ γενέσθαι ὁμοπάτριον μὲν ἀδελφὸν Εὐβουλίδῃ Μενεσθέα, ὁμομήτριον δὲ μή· καὶ Εὐβουλίδου ἀμφισβητήσαντος τοῦ κλήρου τοῦ Ἁγνίου κατὰ γένος, Μενεσθέα μὴ ἀμφισβητῆσαι τοῦ κλήρου τοῦ Ἁγνίου, μηδʼ Εὐκτήμονα τὸν ἀδελφὸν τὸν Φιλάγρου, μηδʼ ἄλλον μηδένα κατὰ γένος πρὸς Εὐβουλίδην τότε." ΑΛΛΗ.

“证人们作证,他们的父亲斯特拉通是哈格尼亚斯之父波勒蒙、塞奥庞波斯之父卡里得姆斯以及欧布利得斯之父菲拉格罗斯的亲属;他们从自己的父亲那里听说,菲拉格罗斯首先娶了哈格尼亚斯之父波勒蒙同父同母的胞妹菲洛玛刻为妻,菲拉格罗斯与菲洛玛刻生下了欧布利得斯;菲洛玛刻去世后,菲拉格罗斯另娶特勒西佩为妻,生下了梅内斯透斯,他是欧布利得斯同父异母的兄弟;当欧布利得斯依照血统亲属权请求哈格尼亚斯的遗产时,梅内斯透斯并未对哈格尼亚斯的遗产提出异议,菲拉格罗斯的兄弟欧克特蒙没有提出异议,当时血统亲属中也没有其他任何人向欧布利得斯提出异议。” 另一份。

§45

"μαρτυρεῖ τὸν πατέρα τὸν ἑαυτοῦ Ἀρχίμαχον συγγενῆ εἶναι Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου καὶ Χαριδήμῳ τῷ πατρὶ τῷ Θεοπόμπου καὶ Φιλάγρῳ τῷ πατρὶ τῷ Εὐβουλίδου, καὶ ἀκούειν τοῦ πατρὸς τοῦ ἑαυτῶν, ὅτι Φίλαγρος λάβοι γυναῖκα πρώτην μὲν Φυλομάχην ἀδελφὴν Πολέμωνος τοῦ πατρὸς τοῦ Ἁγνίου ὁμοπατρίαν καὶ ὁμομητρίαν, καὶ γενέσθαι ἐκ μὲν Φυλομάχης Εὐβουλίδην, ἀποθανούσης δὲ Φυλομάχης ἑτέραν λαβεῖν γυναῖκα Φίλαγρον Τελεσίππην, καὶ γενέσθαι Φιλάγρῳ ἐκ Τελεσίππης Μενεσθέα, ὁμοπάτριον μὲν ἀδελφὸν Εὐβουλίδῃ, ὁμομήτριον δὲ μή· ἀμφισβητήσαντος δὲ Εὐβουλίδου τοῦ κλήρου τοῦ Ἁγνίου κατὰ γένος, Μενεσθέα μὴ ἀμφισβητῆσαι τοῦ κλήρου, μηδʼ Εὐκτήμονα τὸν ἀδελφὸν τὸν Φιλάγρου, μηδʼ ἄλλον μηδένα κατὰ γένος πρὸς Εὐβουλίδην τότε." ΑΛΛΗ.

“证人作证,自己的父亲阿基马科斯是哈格尼亚斯之父波勒蒙、塞奥庞波斯之父卡里得姆斯以及欧布利得斯之父菲拉格罗斯的亲属;他从他们的父亲那里听说,菲拉格罗斯首先娶了哈格尼亚斯之父波勒蒙同父同母的胞妹菲洛玛刻为妻,菲洛玛刻生下了欧布利得斯;菲洛玛刻去世后,菲拉格罗斯另娶特勒西佩为妻,菲拉格罗斯与特勒西佩生下了梅内斯透斯,他是欧布利得斯同父异母的兄弟;当欧布利得斯依照血统亲属权请求哈格尼亚斯的遗产时,梅内斯透斯并未对该遗产提出异议,菲拉格罗斯的兄弟欧克特蒙没有提出异议,当时血统亲属中也没有其他任何人向欧布利得斯提出异议。” 另一份。

§46

"μαρτυρεῖ τὸν πατέρα τῆς ἑαυτοῦ μητρὸς Καλλίστρατον ἀδελφὸν εἶναι Εὐκτήμονι τῷ βασιλεύσαντι καὶ Φιλάγρῳ τῷ πατρὶ τῷ Εὐβουλίδου, ἀνεψιοὺς δʼ εἶναι τούτους Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου καὶ Χαριδήμῳ τῷ πατρὶ τῷ Θεοπόμπου, καὶ ἀκούειν τῆς μητρὸς τῆς ἑαυτοῦ, ὅτι ἀδελφὸς οὐ γένοιτο Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου, ἀδελφὴ δὲ γένοιτο ὁμοπατρία καὶ ὁμομητρία Φυλομάχη, καὶ ταύτην λάβοι τὴν Φυλομάχην Φίλαγρος, καὶ γένοιτο ἐξ αὐτῶν Εὐβουλίδης ὁ πατὴρ ὁ Φυλομάχης τῆς Σωσιθέου γυναικός."

“证人作证,自己母亲的父亲卡利斯特拉托斯是曾任巴西琉斯(王官)的欧克特蒙以及欧布利得斯之父菲拉格罗斯的兄弟;这些人是哈格尼亚斯之父波勒蒙以及塞奥庞波斯之父卡里得姆斯的堂兄弟;并且他从自己的母亲那里听说,哈格尼亚斯的父亲波勒蒙未曾有过兄弟,而是有一位同父同母的胞妹菲洛玛刻,菲拉格罗斯娶了这位菲洛玛刻,他们生下了索西塞奥斯之妻菲洛玛刻的父亲欧布利得斯。”

§47

ἀναγνῶναι μὲν τὰς μαρτυρίας ταύτας ἐξ ἀνάγκης ἦν, ὦ ἄνδρες δικασταί, ἵνα μὴ τὸ αὐτὸ πάθοιμεν ὅπερ τὸ πρότερον, ἀπαράσκευοι ληφθέντες ὑπὸ τούτων. πολὺ δὲ σαφέστερον ἔτι αὐτὸς ἑαυτοῦ Μακάρτατος οὑτοσὶ καταμαρτυρήσει,1 ὅτι οὔτε Θεοπόμπῳ τῷ πατρὶ τῷ αὑτοῦ οὔτε αὐτῷ τούτῳ προσήκει οὐδενὸς κληρονομεῖν τῶν Ἁγνίου, γένει ἀπωτέρω ὄντος τοῦ Θεοπόμπου2 καὶ οὐδʼ ἐκ τοῦ αὐτοῦ οἴκου τὸ παράπαν.

审判官诸位,宣读这些证言实属必要,免得我们重蹈覆辙,被这伙人打得措手不及。然而,这个马卡塔托斯本人将更清楚地自证其伪,证明无论是他的父亲塞奥庞波斯还是他本人,都无权继承哈格尼亚斯遗产的分毫,因为塞奥庞波斯在亲属等位上更为疏远,根本不属于同一个家族。

§48

εἰ γάρ τις ἀνακρίνοι, ὦ ἄνδρες δικασταί, οὑτοσὶ τίς ἐστιν ὁ ἀμφισβητῶν τῷ παιδὶ τούτῳ τοῦ κλήρου τοῦ Ἁγνίου; εὖ οἶδʼ ὅτι ἀποκρίναιτʼ ἄν, Μακάρτατος. τίνος ὢν πατρός;3 Θεοπόμπου. μητρὸς δὲ τίνος; Ἀπολήξιδος θυγατρὸς Προσπαλτίου, ἀδελφῆς δὲ Μακαρτάτου Προσπαλτίου. ὁ δὲ Θεόπομπος τίνος ἦν πατρός; Χαριδήμου. ὁ δὲ Χαρίδημος τίνος; Στρατίου. ὁ δὲ Στρατίος τίνος; Βουσέλου. οὑτοσί, ὦ ἄνδρες δικασταί, ἐστιν ὁ Στρατίου οἶκος, ἑνὸς τῶν Βουσέλου υἱέων, καὶ ἔκγονοι οὗτοί εἰσιν Στρατίου, οὓς ὑμεῖς ἀκηκόατε· καὶ ἐνταῦθα οὐδαμοῦ ἐστιν οὐδὲν ὄνομα τῶν ἐκ τοῦ οἴκου τοῦ Ἁγνίου, ἀλλʼ οὐδὲ παραπλήσιον.

因为审判官诸位,如果有人盘问:“这个同这孩子争夺哈格尼亚斯遗产的人到底是谁?”我深知他必然会回答:“马卡塔托斯。”“他的父亲是谁?”“塞奥庞波斯。”“他的母亲又是谁?”“普罗斯帕尔塔区阿波勒克西斯的女儿,普罗斯帕尔塔区马卡塔托斯的妹妹。”“塞奥庞波斯的父亲又是谁?”“卡里得姆斯。”“卡里得姆斯的父亲是谁?”“斯特拉提奥斯。”“斯特拉提奥斯的父亲是谁?”“布塞洛斯。”审判官诸位,这就是布塞洛斯诸子之一斯特拉提奥斯的家族,你们所听到的这些人都是斯特拉提奥斯的后代;而在这里面,完全没有任何属于哈格尼亚斯家族的名字,甚至连沾边的都没有。

语法注3 条
  1. 47αὐτὸς ἑαυτοῦ Μακάρτατος οὑτοσὶ καταμαρτυρήσει

    复合动词 καταμαρτυρέω(作不利于……的证言)支配反身代词属格(宾格性属格)ἑαυτοῦ。主格强调代词 αὐτός 与宾格性属格 ἑαυτοῦ 并置,构成“马卡塔托斯本人将提供不利于他自身的证言”之义。

  2. 47γένει ἀπωτέρω ὄντος τοῦ Θεοπόμπου

    尽管前面的主句中已有与格 Θεοπόμπῳ,但此处未采用一致关系的与格分词,而是使用了独立属格(genitive absolute)来充当原因。这种句法处理凸显了塞奥庞波斯在亲等上更加疏远这一客观事实作为独立理由。

  3. 48τίνος ὢν πατρός

    πατρός 与疑问代词 τίνος 及分词 ὤν 构成表出身/来源的属格(genitive of origin),意为“出身于哪位父亲之下”。这一问答句式在后文接连复现(如 τίνος ἦν πατρός 等),是法庭演说中逐级追溯世系的程式化提问构式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:43-48