← 狄摩西尼

控诉马卡尔塔图斯

§37-42

关于波勒蒙与菲洛玛刻血缘的追加证言

演说者出示更多亲属证言以证实哈格尼亚斯之父波勒蒙与姑母菲洛玛刻系同父同母兄妹,谴责对手此前通过否认这一显而易见的事实欺骗审判官,并挑战任何人来否定己方无可辩驳的血统合法性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37

"μαρτυρεῖ πάππον εἶναι ἑαυτοῦ Ἀρχίμαχον καὶ ποιήσασθαι ἑαυτὸν υἱόν, καὶ εἶναι αὐτὸν συγγενῆ Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου, καὶ ἀκούειν Ἀρχιμάχου καὶ τῶν ἄλλων συγγενῶν, ὅτι ἀδελφὸς οὐδεὶς πώποτʼ ἐγένετο Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου, ἀδελφὴ δʼ ὁμοπατρία καὶ ὁμομητρία Φυλομάχη ἡ μήτηρ ἡ Εὐβουλίδου τοῦ πατρὸς τοῦ Φυλομάχης τῆς Σωσιθέου γυναικός." ΑΛΛΗ. "μαρτυρεῖ τὸν πατέρα τῆς ἑαυτοῦ γυναικὸς Καλλίστρατον ἀνεψιὸν εἶναι ἐκ πατραδέλφων Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου καὶ Χαριδήμῳ τῷ πατρὶ τῷ Θεοπόμπου, τὴν δὲ μητέρα τὴν ἑαυτοῦ ἀνεψιοῦ παῖδα εἶναι Πολέμωνι, καὶ λέγειν τὴν μητέρα τὴν αὑτῶν πρὸς αὑτοὺς πολλάκις, ὅτι Φυλομάχη ἡ μήτηρ ἡ Εὐβουλίδου ἀδελφὴ ἦν Πολέμωνος τοῦ πατρὸς τοῦ Ἁγνίου ὁμοπατρία καὶ ὁμομητρία, καὶ ὅτι ἀδελφὸς οὐδεὶς πώποτε γένοιτο Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου."

“证人作证,阿基马科斯是自己的祖父并收自己为养子;阿基马科斯本人是哈格尼亚斯之父波勒蒙的亲属;并且他从阿基马科斯及其他亲族那里听说,哈格尼亚斯的父亲波勒蒙未曾有过任何兄弟,只有同父同母的胞妹菲洛玛刻,即索西塞奥斯之妻菲洛玛刻的父亲欧布利得斯的母亲。” 另一份。 “证人作证,自己妻子的父亲卡利斯特拉托斯,是哈格尼亚斯之父波勒蒙以及塞奥庞波斯之父卡里得姆斯的父系堂兄弟;自己的母亲是波勒蒙的堂兄弟之女;并且他们的母亲曾多次对他们说,欧布利得斯的母亲菲洛玛刻是哈格尼亚斯之父波勒蒙同父同母的胞妹,且哈格尼亚斯的父亲波勒蒙从未有过任何兄弟。”

§38

τὸ πρότερον, ὦ ἄνδρες δικασταί, ὅτε συνώμοσαν ἀλλήλοις οὗτοι καὶ συστάντες ἠγωνίζοντο πολλοὶ ὄντες πρὸς τὴν γυναῖκα, ἡμεῖς μέν, ὦ ἄνδρες δικασταί, οὔτε μαρτυρίας ἐγράψαμεν περὶ τῶν ὁμολογουμένων, οὔτε μάρτυρας προσεκαλεσάμεθα, ἀλλʼ ᾠόμεθα ταῦτά γε ἀδεῶς ὑπάρχειν ἡμῖν· οὗτοι δὲ τά τε ἄλλα πολλὰ καὶ ἀναίσχυντα παρεσκευάσαντο εἰς τὸν ἀγῶνα, καὶ ἔμελεν αὐτοῖς οὐδὲν πλὴν τοῦ ἐξαπατῆσαι ἐν τῷ παρόντι τότε καιρῷ τοὺς δικαστάς, οἵτινες κατεχρῶντο ὡς τῷ Πολέμωνι1 τῷ πατρὶ τῷ Ἁγνίου τὸ παράπαν οὐδεμία γένοιτο ἀδελφὴ ὁμοπατρία καὶ ὁμομητρία· οὕτως ἦσαν ἀναίσχυντοι καὶ βδελυροί, τηλικουτονὶ πρᾶγμα παρακρουόμενοι τοὺς δικαστὰς καὶ οὑτωσὶ περιφανές, καὶ ἐσπούδαζον καὶ ἠγωνίζοντο περὶ τούτου μάλιστα. ἡμεῖς δέ γε νυνὶ μάρτυρας ὑμῖν τοσουτουσὶ παρεσχήμεθα περὶ τῆς Πολέμωνος ἀδελφῆς, τηθίδος δὲ Ἁγνίου.

审判官诸位,上一次诉讼时,当这些人彼此串通、纠集众人联手对付一个弱女子时,审判官诸位,我们既没有就公认的事实书写证词,也没有传唤证人,因为我们以为这些事实毫无疑问属于我们这一方;然而,他们却为那场诉讼策划了许多其他无耻的勾当,他们心中除了一心想在当时的紧要关头欺骗审判官之外,别无他念。他们竟然妄称哈格尼亚斯的父亲波勒蒙根本没有任何同父同母的胞妹。他们就是如此无耻可憎,在如此重大、如此昭然若揭的事情上蒙骗审判官,并且他们尤其在这一点上大做文章、极力争辩。然而现在,我们已经就波勒蒙的胞妹、哈格尼亚斯的姑母,向你们呈递了如此众多的证人。

§40

τούτῳ δʼ ὁ βουλόμενος μαρτυρησάτω, ἢ ὡς οὐκ ἦσαν ἀδελφοὶ ὁμοπάτριοι καὶ ὁμομήτριοι Πολέμων καὶ Φυλομάχη, ἢ ὅτι2 οὐκ ἦν ὁ μὲν Πολέμων υἱός, ἡ δὲ Φυλομάχη θυγάτηρ Ἁγνίου τοῦ Βουσέλου υἱέος, ἢ ὅτι ὁ Πολέμων οὐκ ἦν πατὴρ Ἁγνίου, οὗ ἐστιν ὁ κλῆρος, οὐδʼ ἡ ἀδελφὴ ἡ Πολέμωνος Φυλομάχη τηθίς, ἢ ὡς Εὐβουλίδης οὐκ ἦν Φυλομάχης υἱὸς οὐδὲ Φιλάγρου τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου, ἢ ἐκεῖνο ὅτι Εὐβουλίδου τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου οὐκ ἔστι Φυλομάχη θυγάτηρ ἡ νῦν ἔτι οὖσα, οὐδʼ υἱὸς οὑτοσὶ ὁ παῖς, εἰσπεποιημένος κατὰ τοὺς νόμους τοὺς ὑμετέρους εἰς τὸν Εὐβουλίδου οἶκον, ἢ ὡς ὁ Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου ἐκ τοῦ οἴκου ἦν τοῦ Ἁγνίου. τούτων ὅ τι βούλεταί τις μαρτυρησάτω αὐτῷ. ἀλλʼ εὖ οἶδʼ ὅτι οὐδεὶς οὕτω τολμηρὸς ἔσται οὐδὲ ἀπονενοημένος ἄνθρωπος.

有谁愿意,就让他来为这个家伙作证吧:或者证明波勒蒙与菲洛玛刻并非同父同母的兄妹;或者证明波勒蒙不是布塞洛斯之子哈格尼亚斯的儿子,菲洛玛刻也不是其女儿;或者证明波勒蒙不是遗产所有人哈格尼亚斯的父亲,波勒蒙的胞妹菲洛玛刻也不是他的姑母;或者证明欧布利得斯不是菲洛玛刻的儿子,也不是哈格尼亚斯堂兄菲拉格罗斯的儿子;或者证明如今尚在人世的菲洛玛刻不是哈格尼亚斯堂兄欧布利得斯的女儿,或者证明这个孩子不是依照你们的法律被收养进入欧布利得斯家族的儿子;或者证明这个马卡塔托斯的父亲塞奥庞波斯出身于哈格尼亚斯的家族。这些事项中无论哪一项,只要有人愿意,就来为他作证吧!但我深知,绝不会有人如此大胆妄为或丧心病狂。

§42

ὡς δὲ καταφανὲς ὑμῖν ἔσται, ὦ ἄνδρες δικασταί, ὅτι τὸ πρότερον ἀναισχυντοῦντες περιεγένοντο, δίκαιον δὲ οὐδὲν ἔλεγον, ἀναγίγνωσκε τὰς μαρτυρίας, ὅσαι εἰσὶν ἔτι ὑπόλοιποι. ΜΑΡΤΥΡΙΑΙ. "μαρτυρεῖ συγγενὴς εἶναι Πολέμωνι τῷ Ἁγνίου πατρί, καὶ ἀκούειν τοῦ πατρὸς τοῦ ἑαυτοῦ ἀνεψιοὺς εἶναι ἐκ πατραδέλφων Πολέμωνι Φίλαγρόν τε τὸν Εὐβουλίδου πατέρα καὶ Φανόστρατον τὸν Στρατίου πατέρα καὶ Καλλίστρατον τὸν πατέρα τῆς Σωσίου γυναικὸς καὶ Εὐκτήμονα τὸν βασιλεύσαντα καὶ Χαρίδημον τὸν πατέρα τὸν Θεοπόμπου καὶ Στρατοκλέους, καὶ εἶναι τοῖς τούτων υἱέσι καὶ Ἁγνίᾳ ἐν τῷ αὐτῷ γένει Εὐβουλίδην3 κατὰ τὸν πατέρα τὸν ἑαυτοῦ Φίλαγρον, κατὰ δὲ τὴν μητέρα τὴν ἑαυτοῦ Φυλομάχην νομιζόμενον ἀνεψιὸν εἶναι Εὐβουλίδην Ἁγνίᾳ πρὸς πατρός, ἐκ τηθίδος γεγονότα Ἁγνίᾳ τῆς πρὸς πατρός." ΑΛΛΗ.

审判官诸位,为了让你们清楚地看到,他们上一次是靠着无耻才侥幸获胜,并未讲出任何公正之言,请宣读尚存的全部证词。 证言。 “证人作证,他是哈格尼亚斯之父波勒蒙的亲属;他从自己的父亲那里听说,欧布利得斯之父菲拉格罗斯、斯特拉提奥斯之父法诺斯特拉托斯、索西亚斯之妻的父亲卡利斯特拉托斯、曾任巴西琉斯(王官)的欧克特蒙,以及塞奥庞波斯与斯特拉托克勒斯之父卡里得姆斯,皆为波勒蒙的父系堂兄弟;欧布利得斯就其父菲拉格罗斯而言,与这些人的儿子们及哈格尼亚斯处于相同的亲属等位;而就其母菲洛玛刻而言,欧布利得斯被公认为哈格尼亚斯的父系表兄弟,因为他出自哈格尼亚斯的父系姑母。” 另一份。

语法注3 条
  1. 39οἵτινες κατεχρῶντο ὡς τῷ Πολέμωνι

    关系代词 οἵτινες 的先行词为前面的 οὗτοι(对方一伙),引导一个用以说明其恶劣行径的说明性/原因性关系从句。动词 καταχράομαι(意为“曲解滥用”、“妄称”)接由 ὡς 引出的从句(“声称……”),充当其内容宾语。

  2. 40τούτῳ δʼ ὁ βουλόμενος μαρτυρησάτω, ἢ ὡς... ἢ ὅτι...

    第三人称单数祈使语气动词 μαρτυρησάτω(“就让他来作证吧”)置于句首,构成一种展示对方绝不可能反驳的修辞性挑战。其后并列了六个由 ἢ ὡς 和 ἢ ὅτι 引导的从句,均作 μαρτυρησάτω 的内容宾语从句;连词 ὡς 与 ὅτι 的交替仅为文体修辞变换,句法功能无异。

  3. 42καὶ εἶναι τοῖς τούτων υἱέσι καὶ Ἁγνίᾳ ἐν τῷ αὐτῷ γένει Εὐβουλίδην

    在证言的带宾格不定式结构中,Εὐβουλίδην 为不定式 εἶναι 的逻辑主语。与格短语 τοῖς τούτων υἱέσι καὶ Ἁγνίᾳ 与前置词短语 ἐν τῷ αὐτῷ γένει(“处于同一亲等/亲族身位中”)连用,表示相比照的标准基准,意为“欧布利得斯与这些人的儿子们及哈格尼亚斯处于同一亲族等位”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:37-42