- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:30-36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者出示证据文件,证明己方的菲洛玛刻此前在哈格尼亚斯遗产争讼中依法获胜,以此揭露塞奥庞波斯的欺诈行径。随后,他宣读了来自亲属和同区人的证词,证实波勒蒙确实只有一位同父同母的胞妹菲洛玛刻,而无任何兄弟。
ταῦτα δὲ πάντα ἀδεῶς ἔλεγεν ὁ Θεόπομπος, μάρτυρα μὲν οὐδένα παρασχόμενος, ὅστις ἔμελλεν ὑπεύθυνος ἡμῖν ἔσεσθαι, συνομολογοῦντας δʼ ἑαυτῷ ἔχων τοὺς κοινωνούς, οἳ ἦσαν ἀλλήλοις συναγωνισταὶ καὶ ἅπαντα ἔπραττον κοινῇ, ὅπως ἀφέλωνται τὴν γυναῖκα τὴν τουτουὶ μητέρα τοῦ παιδὸς τὸν κλῆρον, ὃν αὐτῇ ὑμεῖς ἐψηφίσασθε.
塞奥庞波斯毫无顾忌地说出所有这些话,既未提供任何须对我们承担法律责任的证人,反倒让他那些合谋者与他随声附和;这些人彼此同谋,共同策划了一切,企图从这位女当事人——即这个孩子的母亲——手中夺走你们曾通过投票判给她的遗产。
βούλομαι οὖν, ὦ ἄνδρες δικασταί, περὶ ὧν εἴρηκα πρὸς ὑμᾶς, μαρτυρίας παρασχέσθαι, πρῶτον μὲν ὡς ἐνίκησεν τοῦ κλήρου τοῦ Ἁγνίου1 ἡ Εὐβουλίδου θυγάτηρ Φυλομάχη, γένει οὖσα ἐγγυτάτω, ἔπειτα περὶ τῶν ἄλλων ἁπάντων. ἀναγίγνωσκε τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. "μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ ἐπὶ Νικοφήμου ἄρχοντος, ὅτε ἐνίκησε Φυλομάχη ἡ Εὐβουλίδου θυγάτηρ τοῦ κλήρου τοῦ Ἁγνίου τοὺς ἀμφισβητοῦντας αὐτῇ πάντας."
因此,审判官诸位,关于我对你们谈及的这些事,我希望提供证言:首先证明由于血统最近,欧布利得斯的女儿菲洛玛刻曾赢得哈格尼亚斯的遗产,随后再就其余一切事项提供证言。请宣读证词。 证言。 “证人们作证,当尼科费穆斯担任执政官之时,他们曾在仲裁人面前到场;当时,欧布利得斯的女儿菲洛玛刻在哈格尼亚斯遗产的争讼中胜过了所有向她提出异议的人。”
ὅτι μὲν ἐνίκησεν ἡ Εὐβουλίδου θυγάτηρ τοῦ κλήρου τοῦ Ἁγνίου, ἀκηκόατε, ὦ ἄνδρες δικασταί. καὶ αὕτη ἐνίκησεν οὐδεμιᾷ παρασκευῇ ἀδίκῳ οὐδὲ συνωμοσίᾳ, ἀλλʼ ὡς οἷόν τε δικαιότατα, ἐπιδειξάντων ἡμῶν ὅτι γένει ἐγγυτάτω ἦν Ἁγνίᾳ, οὗ ἐστιν ὁ κλῆρος, ἀνεψιοῦ παῖς οὖσα πρὸς πατρὸς καὶ ἐκ τοῦ οἴκου οὖσα τοῦ Ἁγνίου.
审判官诸位,你们已经听到,欧布利得斯的女儿确实曾赢得哈格尼亚斯的遗产。而她的胜诉绝非依靠任何不义的密谋与勾结,而是极其合法地取得的;因为我们证明了她与遗产所有人哈格尼亚斯的血统最近,是哈格尼亚斯父系堂兄弟的孩子,且出身于哈格尼亚斯的家族。
ἐπειδὰν οὖν λέγῃ Μακάρτατος, ὅτι ἐνίκησεν ὁ πατὴρ αὐτοῦ Θεόπομπος τοῦ κλήρου τούτου, ὑπολαμβάνετε αὐτῷ2 ὑμεῖς, ὦ ἄνδρες δικασταί, ὅτι καὶ ἡ γυνὴ ἐνίκησεν πρότερον ἢ Θεόπομπος ὁ τουτουὶ πατήρ, καὶ ὅτι δικαίως ἐνίκησεν ἡ γυνὴ ἐκ τοῦ οἴκου οὖσα τοῦ Ἁγνίου, Εὐβουλίδου θυγάτηρ οὖσα, τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου, ὁ δὲ Θεόπομπος ὅτι οὐκ ἐνίκησεν, ἀλλὰ παρεκρούσατο, οὐκ ὢν ἐκ τοῦ οἴκου τὸ παράπαν τοῦ Ἁγνίου.
因此,每当马卡塔托斯声称其父塞奥庞波斯曾赢得这份遗产时,审判官诸位,你们应当当面驳斥他:那位女士早在该人的父亲塞奥庞波斯之前就已胜诉;女士由于出自哈格尼亚斯的家族、身为哈格尼亚斯堂兄弟欧布利得斯的女儿,胜诉乃是理所应当,而塞奥庞波斯绝非胜诉,而是通过欺诈得逞,因为他根本不属于哈格尼亚斯的家族。
ταῦτα αὐτῷ ὑμεῖς, ὦ ἄνδρες δικασταί, ὑπολαμβάνετε, καὶ ὅτι τὸν παῖδα τουτονὶ Εὐβουλίδην, τὸν Εὐβουλίδου υἱόν, Ἁγνίου δέ, οὗ ἐστιν ὁ κλῆρος, ἀνεψιοῦ παῖδα πρὸς πατρός, οὔτε Θεόπομπος ὁ Μακαρτάτου πατὴρ οὔτε ἄλλος οὐδεὶς πώποτε ἀνθρώπων ἐνίκησεν. νυνὶ δʼ ἐστὶν ὁ ἀγὼν καὶ ἡ διαδικασία περὶ τοῦ κλήρου τοῦ Ἁγνίου τῷ Εὐβουλίδου υἱεῖ τούτῳ καὶ Μακαρτάτῳ τουτῳὶ τῷ Θεοπόμπου υἱεῖ· καὶ ὁπότερος τούτων δικαιότερα λέγειν δόξει καὶ κατὰ τοὺς νόμους μᾶλλον, δῆλον ὅτι τούτῳ ὑμεῖς οἱ δικασταὶ προσθήσεσθε.
审判官诸位,请用这些话驳斥他,并且指出,对于这个孩子欧布利得斯——他是欧布利得斯的儿子,就遗产所有人哈格尼亚斯而言是父系堂兄弟之子——无论是马卡塔托斯的父亲塞奥庞波斯,还是世上任何其他人,都从未胜过他。如今,关于哈格尼亚斯遗产的诉讼与确权审理,正是在欧布利得斯的这个儿子与塞奥庞波斯的儿子这个马卡塔托斯之间展开;他们两人之中,谁的说辞显得更具正义且更符合法律,显而易见,作为审判官的你们就会支持谁。
ἀναγίγνωσκε τὰς μαρτυρίας τὰς ὑπολοίπους, πρῶτον μὲν ὅτι ἡ Φυλομάχη ἡ τοῦ Ἁγνίου τηθὶς ἀδελφὴ ἦν ὁμοπατρία καὶ ὁμομητρία τῷ Πολέμωνι τῷ Ἁγνίου πατρί· ἔπειτα τὰς ἄλλας ἁπάσας ἀναγνώσεται τὰς περὶ τοῦ γένους. ΜΑΡΤΥΡΙΑΙ. "μαρτυροῦσι δημόται εἶναι Φιλάγρῳ τῷ Εὐβουλίδου πατρὶ καὶ Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου, καὶ εἰδέναι Φυλομάχην τὴν μητέρα τὴν Εὐβουλίδου νομιζομένην ἀδελφὴν εἶναι Πολέμωνος τοῦ πατρὸς τοῦ Ἁγνίου ὁμοπατρίαν καὶ ὁμομητρίαν, καὶ μηδενὸς πώποτʼ ἀκοῦσαι ὡς γένοιτο ἀδελφὸς Πολέμωνι τῷ Ἁγνίου." ΑΛΛΗ.
请宣读其余的证言:首先是证明哈格尼亚斯的姑母菲洛玛刻与哈格尼亚斯的父亲波勒蒙乃同父同母的兄妹;接着他将宣读有关血缘亲属关系的其他所有证言。 证言。 “证人们作证,他们与欧布利得斯的父亲菲拉格罗斯以及哈格尼亚斯的父亲波勒蒙同属一个德莫(地方区);他们知晓欧布利得斯的母亲菲洛玛刻被公认为哈格尼亚斯之父波勒蒙的同父同母胞妹;并且他们从未听任何人说过哈格尼亚斯的〔父亲〕波勒蒙曾有任何兄弟。”
"μαρτυροῦσιν Οἰνάνθην, τὴν μητέρα τοῦ πάππου τοῦ ἑαυτῶν Στρατωνίδου, ἀνεψιὰν εἶναι ἐκ πατραδέλφων3 Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου, καὶ ἀκούειν τοῦ πατρὸς τοῦ ἑαυτῶν, ὅτι Πολέμωνι ἀδελφὸς οὐδεὶς γένοιτο πώποτε, τῷ πατρὶ τῷ Ἁγνίου, ἀδελφὴ δὲ Φυλομάχη ὁμοπατρία καὶ ὁμομητρία, ἡ μήτηρ ἡ Εὐβουλίδου τοῦ πατρὸς τοῦ Φυλομάχης τῆς Σωσιθέου γυναικός." ΑΛΛΗ. "μαρτυρεῖ συγγενὴς εἶναι καὶ φράτηρ καὶ δημότης Ἁγνίᾳ καὶ Εὐβουλίδῃ, καὶ ἀκούειν τοῦ πατρὸς τοῦ ἑαυτῶν καὶ τῶν ἄλλων συγγενῶν, ὅτι ἀδελφὸς οὐδεὶς ἐγένετο Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου, ἀδελφὴ δʼ ὁμοπατρία καὶ ὁμομητρία Φυλομάχη ἡ μήτηρ ἡ Εὐβουλίδου τοῦ πατρὸς τοῦ Φυλομάχης τῆς Σωσιθέου γυναικός." ΑΛΛΗ.
另一份。 “证人们作证,他们祖父斯特拉托尼得斯的母亲奥伊南塞,是哈格尼亚斯之父波勒蒙的父系堂妹;并且他们从自己的父亲那里听说,哈格尼亚斯的父亲波勒蒙从未有过任何兄弟,只有同父同母的胞妹菲洛玛刻,即索西塞奥斯之妻菲洛玛刻的父亲欧布利得斯的母亲。” 另一份。 “证人作证,他是哈格尼亚斯与欧布利得斯的亲属、同胞族成员及同区人;并且他从自己的父亲及其他亲族那里听说,哈格尼亚斯的父亲波勒蒙未曾有过任何兄弟,只有同父同母的胞妹菲洛玛刻,即索西塞奥斯之妻菲洛玛刻的父亲欧布利得斯的母亲。” 另一份。
- 31ἐνίκησεν τοῦ κλήρου τοῦ Ἁγνίου
动词 νικάω 支配属格(τοῦ κλήρου)表示争夺的标的物或胜诉所获的财产。与之相对,诉讼中的对手通常作宾格(如后文证词中的 τοὺς ἀμφισβητοῦντας)。
- 33ὑπολαμβάνετε αὐτῷ
动词 ὑπολαμβάνω 接与格人称代词(αὐτῷ),意为“当面反驳他”或“针对他的话予以驳斥”,指示审判官应当如何回应对方当事人马卡塔托斯的说法。
- 36ἀνεψιὰν εἶναι ἐκ πατραδέλφων
介词短语 ἐκ πατραδέλφων 字面为“出自父亲的兄弟(叔伯)”,与 ἀνεψιάν 连用,精确界定了“父系堂姐妹(叔伯之女)”的亲属关系。
