← 狄摩西尼

控诉马卡尔塔图斯

§10-16

孩子的收养登记与传唤马卡塔托斯

演说者解释了在前次诉讼中因对方合谋施计而以微弱票差落败的经过,叙述了随后将新生的孩子作为欧布利得斯的养子登记加入胞族的事实,并引证法律说明该孩子由其兄长代理传唤马卡塔托斯进行财产裁决的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

καὶ τοῦτον τὸν τρόπον ἐπιβουλευσάντων καὶ συναγωνιζομένων ἀλλήλοις ἐφʼ ἡμᾶς, καδίσκων τεττάρων τεθέντων κατὰ τὸν νόμον, εἰκότως οἶμαι οἱ δικασταὶ ἐξηπατήθησαν καὶ ἐστασίασαν ἀλλήλοις καὶ παρακρουσθέντες ὑπὸ τῆς παρασκευῆς ἐψηφίζοντο ὅ τι ἔτυχεν ἕκαστος. καὶ αἱ ψῆφοι ὀλίγαις πάνυ ἐγένοντο πλείους, ἢ τρισὶν ἢ τέτταρσιν, ἐν τῷ Θεοπόμπου καδίσκῳ ἢ ἐν τῷ τῆς γυναικός.

他们就是以这种方式同谋,并相互协助针对我们;由于按照法律设置了四个投票罐,我认为审判官们自然受到了欺骗,彼此意见不一,在对方的预先串通下被误导,每个人都随意投下了选票。结果塞奥庞波斯罐中的选票仅比那位妇女的罐中多出极少几张,不过三四张而已。

§11

καὶ τότε μὲν ταῦτα, ὦ ἄνδρες δικασταί, ἦν τὰ πραχθέντα. ἐπειδὴ δʼ οὑτοσὶ ὁ παῖς ἐγένετο καὶ ἐδόκει καιρὸς εἶναι, οὐκ ὀργισθεὶς ἐγὼ τοῖς γενομένοις, ἀλλʼ ἡγούμενος εἰκός τι παθεῖν τοὺς τότε δικάζοντας, εἰσήγαγον εἰς τοὺς φράτερας τοὺς τοῦ Ἁγνίου Εὐβουλίδῃ τὸν παῖδα τουτονί,1 ἐκ τῆς θυγατρὸς ὄντα τῆς ἐκείνου, ἵνα μὴ ἐξερημωθῇ ὁ οἶκος.

审判官诸位,当时发生的事情就是这样。但是,当这个孩子出生,而且时机看来成熟时,我并未对所发生的事心怀愤怒,而是认为当时的审判官受到蒙蔽实属人之常情,于是为了不让家族断绝,我便为欧布利得斯将这个孩子——即他女儿所生的儿子——引介加入了哈格尼亚斯的胞族。

§12

ἐκεῖνος γάρ, ὦ ἄνδρες δικασταί, ὁ Εὐβουλίδης, ὁ τῷ Ἁγνίᾳ γένει ὢν ἐγγυτάτω, μάλιστα μὲν ηὔχετο τοῖς θεοῖς υἱὸν αὑτῷ γενέσθαι, ὥσπερ καὶ ἡ θυγάτηρ ἡ τουτουὶ μήτηρ τοῦ παιδὸς αὐτῷ ἐγένετο· ἐπειδὴ δὲ τούτου ἀπέτυχεν καὶ οὐκ ἐγένετο παῖς ἄρρην αὐτῷ οὐδὲ εἷς, μετὰ ταῦτʼ ἤδη ἐσπούδαζεν ὅπως ἐκ τῆς θυγατρὸς εἰσποιηθῇ αὑτῷ υἱὸς εἰς τὸν οἶκον τὸν ἑαυτοῦ καὶ τὸν Ἁγνίου, καὶ εἰς τοὺς φράτερας εἰσαχθῇ τοὺς ἐκείνου, ἡγούμενος, ὦ ἄνδρες δικασταί, ἐκ τῶν ὑπολοίπων τοῦτον εἶναι ἑαυτῷ οἰκειότατον, καὶ οὕτως ἂν μάλιστα τὸν οἶκον τὸν ἑαυτῶν διασῴζεσθαι καὶ οὐκ ἂν ἐξερημωθῆναι.

因为,审判官诸位,那位欧布利得斯,作为在血统上与哈格尼亚斯最近的人,原本最向神明祈求的就是能有一个儿子降生,正如他的女儿、即这个孩子的母亲降生给他一样;但是当他未能如愿、没有一个男性后嗣出生时,在此之后他便极其渴望能由女儿过继一个儿子,进入他自己以及哈格尼亚斯的家族,并被引介入哈格尼亚斯的胞族;审判官诸位,他认为在余下的人中,这个孩子与他血缘最为亲近,这样他们两人的家族才能得到最好的维系而不致断绝。

§13

καὶ ἐγὼ ταῦτα ὑπηρέτησα αὐτῷ, ὁ τὴν Εὐβουλίδου θυγατέρα ἔχων ἐπιδικασάμενος ὡς γένει ὢν ἐγγυτάτω, καὶ εἰσήγαγον τὸν παῖδα τουτονὶ εἰς τοὺς Ἁγνίου καὶ Εὐβουλίδου φράτερας, μεθʼ ὧν καὶ Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου, ἕως ἔζη, ἐφράτριζε καὶ αὐτὸς οὗτος.

而我为他效劳促成了此事——我是以血统最近者的身份经法庭判决娶了欧布利得斯的女儿为妻的;我将这个孩子引介加入了哈格尼亚斯与欧布利得斯的胞族,这个马卡塔托斯的父亲塞奥庞波斯生前属于该胞族,这个马卡塔托斯本人也同属于该胞族。

§14

καὶ οἱ φράτερες, ὦ ἄνδρες δικασταί, οἱ τουτουὶ Μακαρτάτου, οἱ ἄριστα εἰδότες περὶ τοῦ γένους, ὁρῶντες αὐτὸν μὲν τοῦτον οὐ ʼθέλοντα κινδυνεύειν οὐδὲ ἀπάγοντα τὸ ἱερεῖον ἀπὸ τοῦ βωμοῦ,2 εἰ μὴ προσηκόντως εἰσήγετο ὁ παῖς οὑτοσί, αὐτοὺς δʼ ἀξιοῦντα ἐπιορκεῖν, λαβόντες τὴν ψῆφον καομένων τῶν ἱερείων, ἀπὸ τοῦ βωμοῦ φέροντες τοῦ Διὸς τοῦ φρατρίου, παρόντος τουτουὶ Μακαρτάτου, ἐψηφίσαντο τὰ δίκαια, ὦ ἄνδρες δικασταί, ὀρθῶς καὶ προσηκόντως τὸν παῖδα τουτονὶ εἰσάγεσθαι Εὐβουλίδῃ υἱὸν εἰς τὸν οἶκον τὸν Ἁγνίου.

审判官诸位,这个马卡塔托斯的胞族同人是对该家族亲属关系最为了解的人,他们看到如果这个孩子不是按规矩被引介,马卡塔托斯本人并不愿意冒法律风险从祭坛上移开祭牲,反而要求他们作伪誓,于是他们在祭牲焚烧之时拿起选票,从胞族宙斯的祭坛前取来选票,在这个马卡塔托斯在场的情况下,公正地投了票,审判官诸位,判定这个孩子作为欧布利得斯的儿子被引介入哈格尼亚斯的家族完全是正当合法的。

§15

ψηφισαμένων δὲ ταῦτα τῶν φρατέρων τῶν τουτουὶ Μακαρτάτου, υἱὸς ὢν Εὐβουλίδου ὁ παῖς οὑτοσὶ προσεκαλέσατο Μακάρτατον τοῦ κλήρου τοῦ Ἁγνίου εἰς διαδικασίαν, καὶ ἔλαχε πρὸς τὸν ἄρχοντα, κύριον ἐπιγραψάμενος τὸν ἀδελφὸν τὸν ἑαυτοῦ· ἐμοὶ γὰρ οὐκέτι οἷόν τʼ ἦν, ὦ ἄνδρες δικασταί, κυρίῳ ἐπιγεγράφθαι, εἰσπεποιηκότι τὸν παῖδα εἰς τὸν οἶκον τὸν Εὐβουλίδου. καὶ ἡ πρόσκλησις ἐγένετο τῷ παιδὶ τουτῳὶ κατὰ τὸν νόμον, καθʼ ὅνπερ καὶ οὗτοι προσεκαλέσαντο τὴν τουτουὶ μητέρα, τὴν νενικηκυῖαν πρότερον ἐν τῷ δικαστηρίῳ καὶ ἔχουσαν τὸν κλῆρον τὸν Ἁγνίου.

在这个马卡塔托斯的胞族同人作出这一表决后,这个孩子作为欧布利得斯的儿子,便就哈格尼亚斯的遗产将马卡塔托斯传唤至财产裁决之诉,并在登记其亲哥哥为法定监护人后向执政官起诉;因为,审判官诸位,对于已经将这个孩子过继给欧布利得斯家族的我来说,自己已经不能再被登记为监护人了。这个孩子所发出的传唤完全依照法律,而正是依据这同一条法律,这些人此前传唤了这个孩子的母亲——她早先在法庭胜诉并占有着哈格尼亚斯的遗产。

§16

καί μοι ἀνάγνωθι τὸν νόμον, καθʼ ὃν ἡ πρόσκλησίς ἐστιν παρὰ τοῦ ἔχοντος τὸν κλῆρον. ΝΟΜΟΣ. "ἐὰν δʼ ἐπιδεδικασμένου ἀμφισβητῇ τοῦ κλήρου3 ἢ τῆς ἐπικλήρου, προσκαλείσθω τὸν ἐπιδεδικασμένον πρὸς τὸν ἄρχοντα, καθάπερ ἐπὶ τῶν ἄλλων δικῶν· παρακαταβολὰς δʼ εἶναι τῷ ἀμφισβητοῦντι. ἐὰν δὲ μὴ προσκαλεσάμενος ἐπιδικάσηται, ἀτελὴς ἔσται ἡ ἐπιδικασία τοῦ κλήρου. ἐὰν δὲ μὴ ζῇ ὁ ἐπιδικασάμενος τοῦ κλήρου, προσκαλείσθω κατὰ ταὐτά, ᾧ ἂν ἡ προθεσμία μήπω ἐξήκῃ. τὴν δʼ ἀμφισβήτησιν εἶναι τῷ ἔχοντι, καθότι ἐπεδικάσατο οὗ ἂν ἔχῃ τὰ χρήματα." τοῦ μὲν νόμου ἀκηκόατε, δέομαι δʼ ὑμῶν δικαίαν δέησιν, ὦ ἄνδρες δικασταί.

请为我宣读那条关于向占有遗产者发出传唤的法律。 法律 “若有人就已被裁定判给的遗产或女继承人提出争议,应如同其他诉讼一样,将受判给者传唤至执政官面前;争议提出人应当缴纳诉讼押金。若未经传唤即请求裁定判给,该遗产的裁定判给应属无效。若获得遗产裁定判给者已不在世,起诉时效尚未届满之人应当以同样方式发出传唤。占有遗产者占有谁的财产,就应依据那人获得裁定判给的原由进行辩驳。” 法律你们已经听到了,审判官诸位,我向你们提出一个正当的请求。

语法注3 条
  1. 11Εὐβουλίδῃ τὸν παῖδα τουτονί

    与格 Εὐβουλίδῃ 与动词 εἰσήγαγον(引介、登记)连用,作利益与格(dativus commodi),表示“为了欧布利得斯(作为其养子)”。这与后文所述欧布利得斯希望通过过继其女儿的男嗣以维系宗族不绝的意愿相呼应。

  2. 14ἀπάγοντα τὸ ἱερεῖον ἀπὸ τοῦ βωμοῦ

    指雅典胞族在举行接纳新成员的仪式时,异议人若对引介提出抗议,需亲手将牺牲从祭坛上拉走,从而承担起诉或被控的法律风险。分词短语 ὁρῶντες αὐτὸν μὲν τοῦτον οὐ ʼθέλοντα κινδυνεύειν οὐδὲ ἀπάγοντα... 构成由 οὐ... οὐδέ 连接的并列否定结构,由 ὁρῶντες 统辖,意为“看到他自己既不愿承担风险,也不愿从祭坛拉走牺牲”。

  3. 16ἐὰν δʼ ἐπιδεδικασμένου ἀμφισβητῇ τοῦ κλήρου

    完成时被动分词 ἐπιδεδικασμένου 为阳性单数属格,以隔置结构(hyperbaton)修饰其后的 τοῦ κλήρου(遗产)。属格由动词 ἀμφισβητῇ 支配,作其宾语,意为“若有人就已被裁定判给的遗产提出争议”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:10-16