← 狄摩西尼

控诉马卡尔塔图斯

§1-9

哈格尼亚斯遗产纠纷起因与对手的诉讼诡计

辩护人叙述了哈格尼亚斯遗产争端的前情,指控尽管少年的母亲已合法获得该遗产,塞奥庞波斯等人仍通过伪造遗嘱和串通起诉企图强夺,并借由多名申诉人分立的诉讼策略霸占了法庭水时计的辩论时间。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ἐπειδὴ καὶ πρότερον ἀγῶνες ἐγένοντο ἡμῖν, ὦ ἄνδρες δικασταί, πρὸς τοὺς αὐτοὺς τούτους περὶ τοῦ κλήρου τοῦ Ἁγνίου, καὶ οὐδὲν παύονται παρανομοῦντες καὶ βιαζόμενοι ὥστε ἐκ παντὸς τρόπου τὰ μὴ προσήκονθʼ ἑαυτοῖς ἔχειν, ἀνάγκη ἴσως ἐστὶν τὰ πραχθέντα ἐξ ἀρχῆς διηγήσασθαι·

审判官诸位,既然此前我们针对这同一伙人就哈格尼亚斯的遗产已经有过诉讼,而他们绝不停止违法施暴,企图千方百计占有不属于他们的财产,那么或许有必要从头叙述所发生的事实。

§2

ὑμεῖς τε γάρ, ὦ ἄνδρες δικασταί, ῥᾷον παρακολουθήσετε ἅπασι τοῖς λεγομένοις, καὶ οὗτοι ἐπιδειχθήσονται οἷοί εἰσιν ἄνθρωποι, καὶ ὅτι πάλαι ἤδη ἀρξάμενοι οὐδὲν παύονται κακοτεχνοῦντες καὶ οἰόμενοι δεῖν διαπράττεσθαι ὅ τι ἂν ἐπέλθῃ τούτοις. δεόμεθα οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, εὐνοϊκῶς ἀκροάσασθαι τῶν λεγομένων καὶ παρακολουθεῖν προσέχοντας τὸν νοῦν. πειράσομαι δὲ κἀγὼ διδάσκειν ὡς ἂν οἷός τε ὦ σαφέστατα περὶ τῶν πεπραγμένων.

因为,审判官诸位,这样你们就能更容易地理解所说的一切,而这些人也会被揭示出是何等样人,以及他们早就开始且绝不停止玩弄阴谋,自以为必须办成他们脑中所想到的任何事情。因此,审判官诸位,我们恳请你们善意地倾听所陈述的内容,并集中注意力跟进。我也将尽己所能,把所发生的事尽可能清楚地向你们说明。

§3

τουτουὶ γὰρ τοῦ παιδὸς ἡ μήτηρ, ὦ ἄνδρες δικασταί, γένει οὖσα ἐγγυτάτω Ἁγνίᾳ τῷ ἐξ Οἴου, ἐπεδικάσατο τοῦ κλήρου τοῦ Ἁγνίου κατὰ τοὺς νόμους τοὺς ὑμετέρους· καὶ τῶν τότε ἀμφισβητησάντων αὐτῇ τοῦ κλήρου τουτουί, γένει μὲν ὡς ἐγγυτέρω τις εἴη αὐτῶν τῆς γυναικός, οὐδʼ ἐπεχείρησεν οὐδεὶς ἀντομόσαι1 (ὡμολογεῖτο γὰρ παρὰ πάντων τῆς γυναικὸς εἶναι ἡ κληρονομία κατὰ τὴν ἀγχιστείαν), διαθήκας δὲ ψευδεῖς ἧκον κατασκευάσαντες Γλαῦκός τε ὁ ἐξ Οἴου καὶ Γλαύκων ὁ ἀδελφὸς αὐτοῦ. καὶ Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου ἐκείνοις συγκατεσκεύαζεν ἅπαντα ταῦτα καὶ ἐμαρτύρει τὰς πλείστας μαρτυρίας. αἱ δὲ διαθῆκαι, ἃς τότε παρέσχοντο, ἐξηλέγχθησαν ψευδεῖς οὖσαι· καὶ οὐ μόνον ἡττήθησαν, ἀλλὰ καὶ πονηρότατοι δόξαντες εἶναι ἀπηλλάττοντο ἀπὸ τοῦ δικαστηρίου.

因为,审判官诸位,这名少年的母亲在血缘上与欧昂区的哈格尼亚斯最近,便依据你们的法律向法庭请求判给哈格尼亚斯的遗产;在当时与她争夺这份遗产的人当中,竟没有一个人敢于提出对抗誓证、宣称他们中有人在血统上比这位妇女更近(因为众所公认,按照近亲顺位,继承权理应属于这位妇女),但是欧昂区的格劳科斯及其兄弟格劳孔伪造了一份虚假遗嘱出庭。这名马卡塔托斯的父亲塞奥庞波斯协助他们伪造了这一切,并提供了最多的证词。然而他们当时出示的遗嘱被证实是虚假的;他们不仅败诉,而且在被认定为极端奸恶之后离开了法庭。

§5

καὶ ἐπιδημῶν τότε Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου, καὶ τοῦ κήρυκος κηρύττοντος, εἴ τις ἀμφισβητεῖν ἢ παρακαταβάλλειν βούλεται τοῦ κλήρου τοῦ Ἁγνίου ἢ κατὰ γένος ἢ κατὰ διαθήκας, οὐκ ἐτόλμησεν παρακαταβαλεῖν, ἀλλʼ αὐτὸς ἑαυτῷ ἐδίκασεν2 ὅτι οὐδαμόθεν αὐτῷ προσῆκεν οὐδὲν τοῦ κλήρου τοῦ Ἁγνίου.

当时这名马卡塔托斯的父亲塞奥庞波斯就在城里,在传令官宣布是否有人愿意凭血统或遗嘱对哈格尼亚斯的遗产提出争议或缴纳诉讼押金时,他竟不敢缴纳押金,反而是自己对自己下了判决:哈格尼亚斯的遗产在任何根据上都绝不属于他。

§6

ἐχούσης δὲ τῆς μητρὸς τοῦ παιδὸς τουτουὶ τὸν κλῆρον, ἐπειδὴ ἐνίκησεν ἐν τῷ δικαστηρίῳ ἅπαντας τοὺς ἀμφισβητήσαντας ἑαυτῇ, οὕτως εἰσὶν μιαροὶ οὗτοι, καὶ οὐκ οἴονται δεῖν οὔτε τοῖς νόμοις τοῖς ὑμετέροις πείθεσθαι οὔτε τοῖς γνωσθεῖσιν ἐν τῷ δικαστηρίῳ, ἀλλὰ πάντα τρόπον ἐπιχειροῦντες ἀφελέσθαι πάλιν τὴν γυναῖκα τὸν κλῆρον ὃν ὑμεῖς αὐτῇ ἐψηφίσασθε, συνομόσαντες καὶ συνθήκας γράψαντες πρὸς ἀλλήλους καὶ καταθέμενοι παρὰ Μηδείῳ Ἁγνουσίῳ, Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου καὶ Γλαύκων καὶ Γλαῦκος ὁ ἡττηθεὶς τὸ πρότερον, καὶ ἕτερόν τινα τῶν ἐπιτηδείων τέταρτον προσλαβόντες (Εὐπόλεμος ἦν αὐτῷ ὄνομα), οὗτοι ἅπαντες κοινῇ ἐπιβουλεύσαντες προσεκαλέσαντο τὴν γυναῖκα πρὸς τὸν ἄρχοντα εἰς διαδικασίαν τοῦ κλήρου τοῦ Ἁγνίου, φάσκοντες τὸν νόμον κελεύειν παρὰ τοῦ ἐπιδεδικασμένου καὶ ἔχοντος τὸν κλῆρον προσκαλεῖσθαι, ἐάν τις βούληται ἀμφισβητεῖν.

尽管这名少年的母亲在法庭上击败了所有与她争夺的人之后占有了该遗产,这些人却是如此卑鄙,既认为不必遵守你们的法律,也认为不必服从法庭作出的判决,反而千方百计企图再次夺走你们投票判给这位妇女的遗产,这名马卡塔托斯的父亲塞奥庞波斯、格劳孔、此前败诉的格劳科斯相互发誓并拟定了协议,交由哈格努斯区的梅代奥斯保管,并且拉拢了他们同谋中的第四个人(名叫尤波勒摩斯),所有人共同设谋,声称法律规定如果有人意图争讼,应当向已被判给并占有遗产的人发出传唤,遂将这名妇女传唤到执政官面前,就哈格尼亚斯的遗产进行财产裁决之诉。

§8

καὶ ἐπειδὴ ἦγεν ὁ ἄρχων εἰς τὸ δικαστήριον καὶ ἔδει ἀγωνίζεσθαι, τά τε ἄλλα ἦν αὐτοῖς ἅπαντα κατεσκευασμένα εἰς τὸν ἀγῶνα, καὶ τὸ ὕδωρ, πρὸς ὃ ἔδει ἀγωνίζεσθαι, τετραπλάσιον ἡμῶν ἔλαβον. ἐξ ἀνάγκης γὰρ ἦν, ὦ ἄνδρες δικασταί, τῷ ἄρχοντι ἀμφορέα ἑκάστῳ ἐγχέαι τῶν ἀμφισβητούντων, καὶ τρεῖς χοᾶς τῷ ὑστέρῳ λόγῳ.

当执政官将案件引入法庭、必须进行辩论时,他们不仅为诉讼做好了一切其他准备,而且我们必须依其发言的水时计之水,他们分得的水量竟是我们的四倍。因为,审判官诸位,执政官必须为每一个争议方注入一双耳罐的水,并为第二次发言注入三霍斯的水。

§9

ὥστε συνέβαινεν ἐμοὶ τῷ ὑπὲρ τῆς γυναικὸς ἀγωνιζομένῳ, μὴ ὅτι περὶ τοῦ γένους καὶ τῶν ἄλλων ὧν μοι προσῆκεν διηγήσασθαι τοῖς δικασταῖς ὡς ἐγὼ ἐβουλόμην, ἀλλʼ οὐδʼ ἀπολογήσασθαί μοι ἐξεγένετο3 οὐδὲ πρὸς πολλοστὸν μέρος ὧν κατεψεύδοντο ἡμῶν· πέμπτον γὰρ μέρος εἶχον τοῦ ὕδατος. καὶ τὸ σόφισμα ἦν τοῦτο, αὐτοὺς μὲν ἑαυτοῖς συναγωνίζεσθαι καὶ ὁμολογεῖν ἅπαντα, περὶ ἡμῶν δὲ λέγειν τὰ οὐδεπώποτε γενόμενα.

以至于对于为这位妇女辩护的我来说,且不说按照我的意愿向审判官们详细陈述关于亲属关系及其他理应由我陈述的事项,就连他们诬陷我们的谎言中极微小的一部分,我都根本没有足够的时间加以辩驳;因为我所拥有的水只有总水量的五分之一。这正是他们的诡计:他们彼此协作并承认对方的一切主张,却针对我们捏造从未发生过的事情。

语法注4 条
  1. 3τῶν τότε ἀμφισβητησάντων αὐτῇ τοῦ κλήρου τουτουί, γένει μὲν ὡς ἐγγυτέρω τις εἴη αὐτῶν τῆς γυναικός, οὐδʼ ἐπεχείρησεν οὐδεὶς ἀντομόσαι

    句首的属格分词短语 τῶν τότε ἀμφισβητησάντων 在句法上属于部分属格(partitive genitive),修饰句末的主语 οὐδεὶς,因倒装被大幅前置,并在句中由 αὐτῶν 再次复指。而 ὡς ἐγγυτέρω τις εἴη 中的祈愿语气 εἴη 为间接引语中的斜格祈愿语气,引导反誓(ἀντομόσαι)所要宣称的内容(即主张有人在血统上比该女子更近)。

  2. 5αὐτὸς ἑαυτῷ ἐδίκασεν

    借用法庭术语的修辞性习语,字面为“他自己对自己下了判决”。意指他当时未敢提出异议或缴纳诉讼押金的行为本身,就等同于自认对该遗产不享有任何权利。

  3. 9μὴ ὅτι περὶ τοῦ γένους καὶ τῶν ἄλλων ὧν μοι προσῆκεν διηγήσασθαι τοῖς δικασταῖς ὡς ἐγὼ ἐβουλόμην, ἀλλʼ οὐδʼ ἀπολογήσασθαί μοι ἐξεγένετο

    固定习语句式 μὴ ὅτι ... ἀλλʼ οὐδʼ(意为“不仅不……甚至连……也不/且不说……就连……也不”)。通过 μὴ ὅτι(源自省略句 μὴ εἴπω ὅτι)先将前项置之度外,以此强化后项 ἀλλʼ οὐδέ 引出的更进一步的否定。

  4. 6ἐχούσης δὲ τῆς μητρὸς τοῦ παιδὸς τουτουὶ τὸν κλῆρον, ἐπειδὴ ἐνίκησεν ἐν τῷ δικαστηρίῳ ἅπαντας τοὺς ἀμφισβητήσαντας ἑαυτῇ, οὕτως εἰσὶν μιαροὶ οὗτοι, καὶ οὐκ οἴονται δεῖν οὔτε τοῖς νόμοις τοῖς ὑμετέροις πείθεσθαι οὔτε τοῖς γνωσθεῖσιν ἐν τῷ δικαστηρίῳ, ἀλλὰ πάντα τρόπον ἐπιχειροῦντες ἀφελέσθαι πάλιν τὴν γυναῖκα τὸν κλῆρον ὃν ὑμεῖς αὐτῇ ἐψηφίσασθε, συνομόσαντες καὶ συνθήκας γράψαντες ... προσεκαλέσαντο

    从第6节延续至第7节的破格构文(anacoluthon)。句首由属格独立结构 ἐχούσης δὲ τῆς μητρὸς ... τὸν κλῆρον 起笔,随即插入了主句性质的感叹表达 οὕτως εἰσὶν μιαροὶ οὗτοι ...;其后连续使用了一系列分词短语(ἐπιχειροῦντες, συνομόσαντες, γράψαντες, καταθέμενοι, προσλαβόντες, ἐπιβουλεύσαντες),最终在第7节由复指主语 οὗτοι ἅπαντες 引出全句的主要动词 προσεκαλέσαντο。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:1-9