← 狄摩西尼

控诉马卡尔塔图斯

§17-22

布塞罗斯家族谱系与直系亲属优先权

辩护人通过口述展示了源自布塞罗斯的家族谱系,指出其余旁系兄弟的后人从未提出遗产请求,并论证直系子女较之侄子一系在亲属关系上更为切近并享有优先权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17

ἐὰν γὰρ ἐπιδείξω Θεοπόμπου τοῦ πατρὸς τοῦ Μακαρτάτου γένει ὄντας Ἁγνίᾳ ἐγγυτέρω Εὐβουλίδην τε τὸν παῖδα τουτονὶ καὶ Φυλομάχην, ἥ ἐστιν μήτηρ τῷ παιδί, Εὐβουλίδου δὲ θυγάτηρ, καὶ οὐ μόνον γένει ἐγγυτάτω ὄντας, ἀλλὰ τὸ παράπαν οὐδὲ ὄντα οὐδένα ἀνθρώπων ἐν τῷ οἴκῳ τῷ Ἁγνίου ἄλλον ἢ τὴν μητέρα τοῦ παιδὸς τουτουὶ καὶ αὐτὸν τοῦτον τὸν παῖδα, ταῦτʼ ἐὰν ἐπιδείξω, δέομαι ὑμῶν,1 ὦ ἄνδρες δικασταί, βοηθεῖν ἡμῖν.

因为,如果我能证明这个孩子欧布利得斯以及菲洛玛刻——她是这孩子的母亲,也是欧布利得斯的女儿——在血统上比马卡塔托斯的父亲塞奥庞波斯与哈格尼亚斯更为亲近,并且不仅在血统上最为切近,而且哈格尼亚斯的家族中完全没有任何其他人,唯独剩下这个孩子的母亲和这个孩子本人;如果我证明了这些,审判官诸位,我请求你们为我们主持公道。

§18

τὸ μὲν οὖν πρῶτον διενοήθην, ὦ ἄνδρες δικασταί, γράψας ἐν πίνακι ἅπαντας τοὺς συγγενεῖς τοὺς Ἁγνίου, οὕτως ἐπιδεικνύειν ὑμῖν καθʼ ἕκαστον· ἐπειδὴ δὲ ἐδόκει οὐκ ἂν εἶναι ἐξ ἴσου ἡ θεωρία ἅπασι τοῖς δικασταῖς, ἀλλʼ οἱ πόρρω καθήμενοι ἀπολείπεσθαι, ἀναγκαῖον ἴσως ἐστὶν τῷ λόγῳ διδάσκειν ὑμᾶς· τοῦτο γὰρ ἅπασι κοινόν ἐστιν. πειρασόμεθα δὲ καὶ ἡμεῖς ὡς ἂν μάλιστα δυνώμεθα διὰ βραχυτάτων ἐπιδεῖξαι περὶ τοῦ γένους τοῦ Ἁγνίου.

起初,审判官诸位,我曾打算把哈格尼亚斯的所有亲属写在一块写字板上,以此逐一向你们展示;但既然考虑到这样对所有审判官而言视线不可能均等,坐得远的人难免看不清楚,那么通过口述向你们阐明或许是必要的,因为这种方式是人人都能听见的。我们也将尽己所能,以最简练的方式阐明哈格尼亚斯的世系。

§19

Βούσελος γὰρ ἦν ἐξ Οἴου, ὦ ἄνδρες δικασταί, καὶ τούτῳ ἐγένοντο πέντε υἱεῖς, Ἁγνίας καὶ Εὐβουλίδης καὶ Στρατίος καὶ Ἅβρων καὶ Κλεόκριτος. καὶ οὗτοι ἅπαντες οἱ τοῦ Βουσέλου υἱεῖς ἄνδρες ἐγένοντο, καὶ διένειμεν αὐτοῖς τὴν οὐσίαν ὁ πατὴρ Βούσελος ἅπασιν καλῶς καὶ δικαίως, ὥσπερ προσῆκεν. νειμάμενοι δὲ τὴν οὐσίαν, γυναῖκα αὐτῶν ἕκαστος ἔγημεν κατὰ τοὺς νόμους τοὺς ὑμετέρους, καὶ παῖδες ἐγένοντο αὐτοῖς ἅπασιν καὶ παίδων παῖδες, καὶ ἐγένοντο πέντε οἶκοι ἐκ τοῦ Βουσέλου οἴκου ἑνὸς ὄντος, καὶ χωρὶς ἕκαστος ᾤκει τὸν ἑαυτοῦ ἔχων καὶ ἐγγόνους ἑαυτοῦ ποιούμενος.

审判官诸位,原来曾有一位奥翁区人名叫布塞罗斯,他生了五个儿子:哈格尼亚斯、欧布利得斯、斯特拉提奥斯、哈布隆和克勒奥克利托斯。布塞罗斯的这些儿子全都长大成人,父亲布塞罗斯妥善且公道地把财产分给了所有人,一如理所应当的那样。分得财产后,他们每人依照你们的法律娶了妻子,所有人都生了子女,进而又生了孙辈;于是从布塞罗斯原有的一个家族中衍生出了五个家族,每个人都守着自己的家业单独居住,繁衍自己的后嗣。

§20

περὶ μὲν οὖν τῶν τριῶν ἀδελφῶν τῶν τοῦ Βουσέλου υἱέων, καὶ τῶν ἐγγόνων τῶν τούτοις γενομένων, τί ἂν ἐγὼ ἢ ὑμῖν, ὦ ἄνδρες δικασταί, πράγματα παρέχοιμι ἢ ἐμαυτῷ, ἐξηγούμενος περὶ ἑκάστου; ὄντες γὰρ ἐν τῷ αὐτῷ γένει Θεοπόμπῳ καὶ προσήκοντες ὁμοίως τῷ Ἁγνίᾳ, οὗ ἐστιν ὁ κλῆρος, οὐδεὶς αὐτῶν οὔτε πρότερον πώποτε οὔτε νῦν ἠνώχλησεν ἡμῖν, οὐδʼ ἠμφεσβήτησεν οὔτε τοῦ κλήρου τοῦ Ἁγνίου οὔτε τῆς γυναικὸς τῆς ἐπικλήρου, ἣν ἐγὼ ἔχω ἐπιδικασάμενος, ἡγούμενοι οὐδʼ ὁτιοῦν προσήκειν ἑαυτοῖς οὐδενὸς τῶν Ἁγνίου.

至于身为布塞罗斯儿子的那三兄弟及其所生的后裔,审判官诸位,我又何必逐一叙述,给你们或者我自己增添麻烦呢?因为他们与塞奥庞波斯处于相同的亲等,与遗产所有人哈格尼亚斯的亲属关系也完全一样,但无论在过去还是现在,他们中没有任何一人骚扰过我们,也没有就哈格尼亚斯的遗产,或是就我经裁定娶为妻子的女继承人提出过争议,因为他们认为哈格尼亚斯的任何财产都绝不属于他们。

§21

περίεργον δή μοι δοκεῖ εἶναι λέγειν τι περὶ τούτων, πλὴν ὅσα ἐξ ἀνάγκης ἐστὶν ἐπιμνησθῆναι. περὶ δὲ Θεοπόμπου τοῦ πατρὸς τοῦ Μακαρτάτου καὶ αὐτοῦ τουτουὶ Μακαρτάτου, περὶ τούτων μοί ἐστιν ἐξ ἀνάγκης λέγειν. ἔστιν δὲ βραχὺς ὁ λόγος, ὦ ἄνδρες δικασταί. ὥσπερ γὰρ ὀλίγον τι πρότερον ἀκηκόατε ὅτι τῷ Βουσέλῳ πέντε υἱεῖς ἐγένοντο, τούτων εἷς ἦν Στρατίος ὁ τουτουὶ πρόγονος Μακαρτάτου, καὶ ἕτερος Ἁγνίας ὁ τουτουὶ πρόγονος τοῦ παιδός.

因此在我看来,关于这些人多说什么实属多余,除了那些不得不提及的事情之外。然而关于马卡塔托斯的父亲塞奥庞波斯以及这个马卡塔托斯本人,关于他们我则必须加以陈述。审判官诸位,这番陈述并不冗长。正如你们刚才听到的,布塞罗斯生了五个儿子,其中一个是斯特拉提奥斯,即这个马卡塔托斯的先祖,另一个是哈格尼亚斯,即这个孩子的先祖。

§22

ἐγένετο δὴ υἱὸς τῷ Ἁγνίᾳ Πολέμων καὶ θυγάτηρ Φυλομάχη, ἀδελφὴ τοῦ Πολέμωνος ὁμοπατρία καὶ ὁμομητρία· τοῦ δὲ Στρατίου ἐγένοντο τοῦ ἀδελφοῦ τοῦ Ἁγνίου Φανόστρατος καὶ Χαρίδημος ὁ τουτουὶ πάππος Μακαρτάτου. ἐρωτῶ δὴ ὑμᾶς, ὦ ἄνδρες δικασταί, πότερος οἰκειότερός ἐστιν καὶ προσήκει μᾶλλον τῷ Ἁγνίᾳ, ὁ υἱὸς ὁ Πολέμων καὶ ἡ θυγάτηρ ἡ Φυλομάχη, ἢ Χαρίδημος2 ὁ υἱὸς Στρατίου, ἀδελφιδοῦς δʼ Ἁγνίου; ἐγὼ μὲν γὰρ ἡγοῦμαι τὸν υἱὸν καὶ τὴν θυγατέρα οἰκειότερον εἶναι ἑκάστῳ ἡμῶν μᾶλλον ἢ τὸν ἀδελφιδοῦν· καὶ οὐ μόνον παρʼ ἡμῖν τοῦτο νενόμισται, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασι καὶ Ἕλλησι καὶ βαρβάροις.

哈格尼亚斯生了一个儿子波勒蒙和一个女儿菲洛玛刻,即波勒蒙同父同母的胞妹;而哈格尼亚斯的兄弟斯特拉提奥斯则生了法诺斯特拉托斯以及查里德穆斯——后者正是这个马卡塔托斯的祖父。那么,审判官诸位,我现在请问你们:究竟哪一方与哈格尼亚斯亲缘更近、名分更正——是儿子波勒蒙和女儿菲洛玛刻,还是斯特拉提奥斯的儿子、即哈格尼亚斯的侄子查里德穆斯?因为在我看来,对于我们每个人而言,儿子和女儿无疑都比侄子更为亲近;这不仅在我们这里被视为常理,在所有其他民族——无论希腊人还是异邦人之中——也同样如此。

语法注2 条
  1. 17ἐὰν γὰρ ἐπιδείξω ... ταῦτʼ ἐὰν ἐπιδείξω, δέομαι ὑμῶν

    条件从句的复述再开结构(resumptive condition)。由于句首 ἐὰν γὰρ ἐπιδείξω 所带的分词补足成分(ὄντας ... καὶ ... οὐ μόνον ... ἀλλὰ ... οὐδὲ ὄντα)篇幅较长,在进入主句 δέομαι ὑμῶν ... βοηθεῖν ἡμῖν 之前,说话人借助指示代词 ταῦτα 再次以 ταῦτʼ ἐὰν ἐπιδείξω 复述了该条件。

  2. 22πότερος οἰκειότερός ἐστιν καὶ προσήκει μᾶλλον τῷ Ἁγνίᾳ, ὁ υἱὸς ὁ Πολέμων καὶ ἡ θυγάτηρ ἡ Φυλομάχη, ἢ Χαρίδημος

    二者择一疑问代词 πότερος 采用单数形式,其支配的动词(ἐστιν, προσήκει)亦为单数,但被比较的第一项却包含两个人(“儿子波勒蒙与女儿菲洛玛刻”)。此处并非着眼于个体的语法单复数,而是将两方作为对立的系统或宗支加以权衡,即“直系子女一支”与“侄子查里德穆斯一支”何者更为切近。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:17-22