- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:87-93
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以家庭内部的包容调和作比,阐明一般不幸的负债者与恶贯满盈的阿里斯托盖同有着本质不同,呼吁审判官判处破坏城邦和睦的被告死刑或巨额罚金。
οὐ γὰρ ὅμοιόν ἐστιν, Ἀριστογεῖτον, οὐδὲ πολλοῦ δεῖ, γράψαντά σε τῶν πολιτῶν τρεῖς ἀκρίτους ἀποκτεῖναι γραφὴν ἁλῶναι παρανόμων καὶ δέον σε τεθνάναι τιμήματος τυχεῖν, καὶ φίλον ἐγγυησάμενον μὴ δύνασθαι ζημίαν ἀπροσδόκητον ἐνεγκεῖν·1 οὐχ ὅμοιον, οὔ. ἔπειθʼ ὅτι τὴν κοινὴν φιλανθρωπίαν ἣν ὑμεῖς ἔχετʼ ἐκ φύσεως πρὸς ἀλλήλους οὗτος ἀναιρεῖ καὶ διαφθείρει. ὑμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ τῆς φύσεως πρὸς ἀλλήλους, ὅπερ εἶπον, χρώμενοι φιλανθρωπίᾳ, ὥσπερ αἱ συγγένειαι τὰς ἰδίας οἰκοῦσιν οἰκίας, οὕτω τὴν πόλιν οἰκεῖτε δημοσίᾳ.
阿里斯托盖同啊,你曾提案未经审判就处死三名公民,因而因违宪指控被定罪,原本罪该万死却侥幸只被判处罚金,而另一个人仅仅因替朋友担保便无法承受这突如其来的损失,这两者绝不是同一回事,差得远呢;绝不相同,断然不是。 其次,是因为他毁坏并抹杀了诸位本性中对彼此所共有的仁爱之心。因为雅典的男子汉们,正像我所说的,诸位凭借本性中相互的仁爱,如同亲族主持各自的私人宅第那样,在公法秩序中治理着整座城邦。
πῶς οὖν ἐκεῖναι; ὅπου πατήρ ἐστι καὶ υἱεῖς ἄνδρες, τυχὸν δὲ καὶ τούτων παῖδες, ἐνταῦθʼ ἀνάγκη πολλὰς καὶ μηδὲν ὁμοίας εἶναι βουλήσεις· οὐ γὰρ τῶν αὐτῶν οὔτε λόγων οὔτʼ ἔργων ἐστὶν ἡ νεότης τῷ γήρᾳ. ἀλλʼ ὅμως οἵ τε νέοι πάνθʼ ὅσʼ ἂν πράττωσιν, ἄνπερ ὦσιν μέτριοι, οὕτω ποιοῦσιν ὥστε μάλιστα μὲν πειρᾶσθαι λανθάνειν, εἰ δὲ μή, φανεροί γʼ εἶναι τοῦτο βουλόμενοι ποιεῖν· οἵ τε πρεσβύτεροι πάλιν, ἂν ἄρʼ ἴδωσιν ἢ δαπάνην ἢ πότον ἢ παιδιὰν πλείω τῆς μετρίας, οὕτω ταῦθʼ ὁρῶσιν ὥστε μὴ δοκεῖν ἑορακέναι. ἐκ δὲ τούτων γίγνεταί τε πάνθʼ ἃ φέρουσιν αἱ φύσεις καὶ καλῶς γίγνεται.
那么,那些家族是怎样生活的呢?在有父亲、成年的儿子们、或许还有他们的子孙的地方,必然存在着诸多完全互不相同的意愿;因为青春与暮年绝不属于相同的言语和行动。然而,年轻一代无论做什么,只要是有分寸的人,行事都极力设法避人耳目,即便不能,也至少表现出他们希望如此;而年长者若是见到超出节度的挥霍、饮宴或嬉戏,也都视若未睹,仿佛未曾看见一般。由此,人性所带来的一切得以顺畅运转,并且运转得和谐得体。
τὸν αὐτὸν τοίνυν τρόπον ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πόλιν οἰκεῖτε συγγενικῶς καὶ φιλανθρώπως, οἱ μὲν οὕτως ὁρῶντες τὰ τῶν ἠτυχηκότων ἔργα ὥστε, τὸ τῆς παροιμίας, ὁρῶντας μὴ ὁρᾶν καὶ ἀκούοντας μὴ ἀκούειν, οἱ δʼ οὕτω ποιοῦντες ἃ πράττουσιν ὥστʼ εἶναι φανεροὶ καὶ φυλαττόμενοι καὶ αἰσχυνόμενοι. ἐκ δὲ τούτων ἡ κοινὴ καὶ πάντων τῶν ἀγαθῶν αἰτία τῇ πόλει μένει καὶ συνέστηκεν ὁμόνοια.
雅典的男子汉们,诸位正是以同样的方式,像骨肉亲族般充满仁爱地治理着城邦:一些人以这种态度看待不幸者的行径,正如谚语所云,‘视而不见,听而不闻’;而另一些人则在行事时,让人清晰地看到他们的谨慎与羞耻之心。正是借由这些,维系着整座城邦一切福祉之源泉的共同和睦,才得以长存并紧密维系。
ταῦτα τοίνυν Ἀριστογείτων τὰ καλῶς οὕτω πεπηγότα τῇ φύσει καὶ τοῖς ἤθεσι τοῖς ὑμετέροις κινεῖ καὶ ἀναιρεῖ καὶ μεταρρίπτει, καὶ ἃ τῶν ἄλλων τῶν ἠτυχηκότων ἕκαστος ἀψοφητεὶ ποιεῖ, ταῦθʼ οὗτος μόνον οὐ κώδωνας ἐξαψάμενος διαπράττεται. οὐ πρυτάνεις, οὐ κῆρυξ, οὐκ ἐπιστάτης, οὐχ ἡ προεδρεύουσα φυλὴ τούτου κρατεῖν δύναται.
然而,阿里斯托盖同却动摇、抹杀并颠覆了这些由诸位的天性与习俗如此良好建立的根基;凡是其他每一个不幸者悄无声息去做的事,此人做起来却几乎就差在身上挂起铃铛了。无论是执行委员、布告官、大会议长,还是主持会议的部落,都无法压制住他。
ἐπειδὰν οὖν τις ὑμῶν ἐφʼ οἷς οὗτος ἀσελγαίνει λυπηθεὶς εἴπῃ τοῦτον δὲ ταῦτα ποιεῖν,2 καὶ ταῦτʼ ὀφείλοντα τῷ δημοσίῳ, τί δʼ; οὐ καὶ ὁ δεῖνα φησὶν ὀφείλει; τὸν ἐχθρὸν ἕκαστος ὑπειπὼν τὸν αὑτοῦ· ὥστε τὴν πονηρίαν τὴν τούτου αἰτίαν εἶναι τῶν βλασφημιῶν αἳ περὶ τῶν οὐχ ὁμοίων τούτῳ διὰ τοῦτον γίγνονται.
因此,每当诸位中有人因他的肆意妄为而义愤填膺地说道: ‘这样一个家伙竟敢做这些事,而且还是在欠着公库债务的情况下!’ 他便反唇相讥: ‘怎么了?难道某某人不也欠着债吗?’ 说着暗指每个人的私敌;以至于此人的邪恶,竟成了由于他的缘故而向那些与他迥异之人施加毁谤的根源。
λοιπὸν τοίνυν ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς ἀπαλλαγῆναι βουλομένοις τούτου, ἀδίκημα σαφὲς καὶ ἐναργὲς ἔχοντας ἐκ τῶν νόμων, μάλιστα μὲν αὐτῷ θανάτου τιμῆσαι,3 εἰ δὲ μή, τοσοῦτον ἀναθεῖναι τίμημα χρημάτων ὅσον μὴ δυνήσεται φέρειν· ἄλλη γὰρ οὐκ ἔστιν ἀπαλλαγὴ τούτου, σαφῶς ἐπίστασθε.
雅典的男子汉们,因此,对于渴望摆脱此人的人们来说,既然依法握有确凿无疑的罪证,剩下的唯有最优先判处他死刑;如果不行,也要判处他一笔他绝无能力承受的巨额罚金。因为诸位当清楚知晓,除此以外绝无摆脱此人的第二条路。
καὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μὲν ἄλλων ἀνθρώπων ἄν τις ἴδοι τοὺς μὲν βελτίστους καὶ μετριωτάτους αὐτῇ τῇ φύσει πάντα ποιοῦντας ἑκόντας ἃ δεῖ, τοὺς δὲ χείρους μὲν τούτων, ἔξω δὲ τοῦ πονηροὺς ἄγαν κληθῆναι, τῷ φόβῳ τῷ πρὸς ὑμᾶς καὶ τῷ τοῖς αἰσχροῖς καὶ λόγοις καὶ ὀνείδεσιν ἀλγεῖν εὐλαβουμένους ἐξαμαρτάνειν· τοὺς δὲ πονηροτάτους καὶ ἐξαγίστους ὀνομαζομένους τάς γε συμφορὰς σωφρονίζειν λέγουσιν.4
事实上,雅典的男子汉们,在其他人当中,人们可以见到,最优秀、最有节制的人单凭天性就会自觉履行一切应尽之责;而那些虽逊于他们、但尚不至被称为极恶之徒的人,则出于对诸位的畏惧以及对受辱于丑恶言辞和责备的痛苦,而小心翼翼避免犯错;但对于那些被称作最邪恶、最受诅咒之徒,人们说唯有灾祸才能令他们有所收敛。
- 87γράφαντά σε τῶν πολιτῶν τρεῖς ἀκρίτους ἀποκτεῖναι γραφὴν ἁλῶναι παρανόμων καὶ δέον σε τεθνάναι τιμήματος τυχεῖν, καὶ φίλον ἐγγυησάμενον μὴ δύνασθαι ζημίαν ἀπροσδόκητον ἐνεγκεῖν
由 οὐ γὰρ ὅμοιόν ἐστιν 引领的带宾格的不定式结构,通过连词 καί 将两种情况并列对比。前半部分是阿里斯托盖同自身的定罪与受罚经历(γράψαντά σε... ἁλῶναι... καὶ... τυχεῖν),后半部分则指因替友人担保而陷入困境的普通负债人(φίλον ἐγγυησάμενον [τινά] μὴ δύνασθαι...)。后半句中不定式 δύνασθαι 的逻辑主语(泛指的‘某人’)被省略,由分词 ἐγγυησάμενον 作定语补足。
- 91τοῦτον δὲ ταῦτα ποιεῖν
由 εἴπῃ 引出的直接引语中的感叹性宾格不定式结构(exclamatory accusative with infinitive),省略了支配动词,直接表达强烈的愤慨之情:‘这个家伙竟然做出这种事来!’
- 92λοιπὸν τοίνυν ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς ἀπαλλαγῆναι βουλομένοις τούτου, ἀδίκημα σαφὲς καὶ ἐναργὲς ἔχοντας ἐκ τῶν νόμων, μάλιστα μὲν αὐτῷ θανάτου τιμῆσαι
此处出现由与格向宾格的构文转换(语法配合转变)。非人称结构 λοιπόν ἐστιν 首先带有与格词组 τοῖς ἀπαλλαγῆναι βουλομένοις(对于渴望摆脱他的人而言),但随后的分词 ἔχοντας 却转为宾格复数,与不定式 τιμῆσαι 的未明示逻辑主语(审判官诸位)相一致。由于与格所指的人与不定式的主语在逻辑上同一,因而发生了向宾格的格转换。
- 93τοὺς δὲ πονηροτάτους καὶ ἐξαγίστους ὀνομαζομένους τάς γε συμφορὰς σωφρονίζειν λέγουσιν
由 λέγουσιν 支配的间接引语带宾格的不定式结构。不定式 σωφρονίζειν(使……知敛省)的逻辑主语是宾格的 τάς γε συμφορὰς(灾祸),而句首的宾格短语 τοὺς δὲ πονηροτάτους καὶ ἐξαγίστους ὀνομαζομένους(被称为最邪恶与受诅咒的人)则是其宾语。宾语通过倒装置于句首以示强调。
