- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:80-86
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指斥阿里斯托盖同的孪生兄弟同样是个从事巫术与欺诈的下作之徒,敦促审判官绝不可对其施以怜悯与宽恕,并揭露他妄图将体面而不幸的公库债务人与自己混为一谈的恶劣行径。
ταῦτα λαβὼν τὰ φάρμακα καὶ τὰς ἐπῳδὰς παρὰ τῆς θεραπαίνης αὐτῆς, ἣ κατʼ ἐκείνης τότʼ ἐμήνυσεν, ἐξ ἧσπερ ὁ βάσκανος οὗτος πεπαιδοποίηται, μαγγανεύει καὶ φενακίζει καὶ τοὺς ἐπιλήπτους φησὶν ἰᾶσθαι, αὐτὸς ὢν ἐπίληπτος πάσῃ πονηρίᾳ. οὗτος οὖν αὐτὸν ἐξαιρήσεται, ὁ φαρμακός, ὁ λοιμός, ὃν οἰωνίσαιτʼ ἄν τις μᾶλλον ἰδὼν ἢ προσειπεῖν βούλοιτο, ὃς αὐτὸς αὑτῷ θανάτου τετίμηκεν1 ὅτε τοιαύτην δίκην ἔλαχεν.
他从当年告发主人的那个女仆——也就是这个恶棍与之生儿育女的女人——手中得到了这些毒药与咒语,便施展巫术、招摇撞骗,声称能够医治癫痫,而他自己却饱受各种恶行的侵袭。难道这样一个替罪羊、瘟疫之源,一个人们见了他宁可避之不及视同凶兆也不愿与他交谈的人,一个在提起这桩诉讼时就已亲手为自己求处死刑的人,竟能将他开脱救出吗?
τί οὖν λοιπόν, ὦ ἄνδρες Ἀθηναῖοι; ἃ κοινὰ νὴ Δία πᾶσιν ὑπάρχει τοῖς ἀγωνιζομένοις παρὰ τῆς τῶν ἄλλων ὑμῶν φύσεως, καὶ οὐδεὶς αὐτὸς ἑαυτῷ ταῦτα φέρει τῶν κρινομένων, ἀλλʼ ὑμῶν ἕκαστος ἔχων οἴκοθεν ἔρχεται, ἔλεον, συγγνώμην, φιλανθρωπίαν. ἀλλὰ τούτων γʼ οὔθʼ ὅσιον οὔτε θέμις τῷ μιαρῷ τούτῳ μεταδοῦναι. διὰ τί; ὅτι ὃν ἂν αὐτὸς ἕκαστος νόμον τῇ φύσει κατὰ πάντων ἔχῃ, τούτου τυγχάνειν παρʼ ἑκάστου δίκαιός ἐστι καὶ αὐτός.2
雅典的男子汉们,那么还剩下什么呢?凭宙斯起誓,唯有由于诸位其余同胞的天性而为所有诉讼人共同享有的东西,这是任何受审者都无法自行带来的,而是诸位每个人从家里随身带来的:怜悯、宽恕与仁爱。然而,将这些施舍给这个污秽之徒,既不敬神,也不合正义。为什么?因为每个人天性中以何种法则对待他人,他自己也理当从每个人那里得到何种对待。
τίνʼ οὖν νόμον ὑμῖν ἢ τίνα βούλησιν ἔχειν Ἀριστογείτων κατὰ πάντων δοκεῖ; πότερʼ εὐτυχοῦντας ὁρᾶν καὶ ἐν εὐδαιμονίᾳ καὶ χρηστῇ δόξῃ διάγοντας; καὶ τί ποιῶν ζήσεται; τὰ γὰρ τῶν ἄλλων κακὰ τοῦτον τρέφει. οὐκοῦν ἐν κρίσεσι καὶ ἀγῶσι καὶ πονηραῖς αἰτίαις ἅπαντας εἶναι βούλεται· ταῦτα γεωργεῖ, ταῦτʼ ἐργάζεται. ὁ δὲ ποῖός τις, ὦ ἄνδρες Ἀθηναῖοι, καλοῖτʼ ἂν δικαίως ὁ τρισκατάρατος, ὁ κοινὸς ἐχθρός, ὁ πᾶσι δυσμενής, ὅτῳ μήτε γῆ φέροι καρπὸν μήτʼ ἀποθανόντα δέξαιτο; οὐχ ὁ τοιοῦτος; ἔγωγε νομίζω.
那么,诸位认为阿里斯托盖同对所有人秉持着怎样的法则或心愿呢?难道是希望看到他们顺遂繁荣、生活在幸福与美名之中吗?果真如此,他又靠什么营生呢?因为正是他人的不幸在滋养着这个人。因此,他渴望所有人都卷入审判、争讼和恶意指控之中;这就是他耕耘的田地,这就是他的生计营生。雅典的男子汉们,究竟怎样的人才能被正当地称为三倍受诅咒者、公敌、对一切人怀有敌意之徒,以致大地既不为其产出果实,死后亦不予容纳呢?难道不正是这样的人吗?我正是这样认为的。
τίνος δὲ συγγνώμης ἢ ποίων ἐλέων οἱ σεσυκοφαντημένοι τετυχήκασιν παρὰ τούτου, οἷς οὗτος θανάτου πᾶσιν ἐτιμᾶτʼ ἐν τουτοισὶ τοῖς δικαστηρίοις, καὶ ταῦτα πρὶν τὴν πρώτην ψῆφον διενεχθῆναι; καὶ ἐφʼ οἷς ὁ βάσκανος οὗτος οὕτως ὠμῶς καὶ πικρῶς εἶχεν, τούτους ὑμῶν οἱ λαχόντες, ἄνδρες Ἀθηναῖοι, τὰ δίκαια ποιοῦντες ἔσῳζον, καὶ τοὺς ὑπὸ τούτου συκοφαντουμένους ἀπεψηφίζοντο, καὶ τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μετεδίδοσαν τούτῳ.
那些遭受此人诬告的人,又曾从此人那里得到过何种宽恕或怎样的怜悯呢?在这座法庭里,甚至在第一轮投票结果出来之前,他就要对他们所有人都求处死刑。而在面对这个恶棍如此残忍苛刻对待的人们时,雅典的男子汉们,诸位当中抽签选出的审判官们恪尽职守,拯救了他们,裁定宣告被他诬告的人无罪,甚至连五分之一的选票都没有分给他。
ἀλλʼ ἥ γε τούτου πικρία καὶ μιαιφονία καὶ ὠμότης παρῆν καὶ ἐξητάζετο. οὐχὶ παιδία, οὐχὶ μητέρας τῶν κρινομένων ἐνίων γραῦς παρεστώσας ὁρῶν οὗτος ἠλέει. εἶτα σοὶ συγγνώμη; πόθεν ἢ παρὰ τοῦ; ἢ τοῖς σοῖς παιδίοις ἔλεος; πολλοῦ γε καὶ δεῖ. σὺ τὸν εἰς ταῦτʼ ἔλεον προδέδωκας, Ἀριστογεῖτον, μᾶλλον δʼ ἀνῄρηκας ὅλως. μὴ δὴ πρὸς οὓς αὐτὸς ἔχωσας λιμένας καὶ προβόλων ἐνέπλησας, πρὸς τούτους προσορμίζου· οὐ γὰρ δίκαιον.
然而,此人的狠毒、嗜杀与残忍却历历在目、暴露无遗。当他看到某些受审者的幼小子女或站在一旁的年迈母亲时,未曾有过丝毫怜悯。那么,如今还能宽恕你吗?从何而来,由谁给予?抑或是怜悯你的子女?差得远呢!阿里斯托盖同,你已经亲手背弃了对于这些人的怜悯,不如说你将其彻底抹杀了。因此,切莫驶向你自己亲手填塞并布满暗礁的港湾;因为那绝非正义。
εἰ τοίνυν ἀκούσαιτε καὶ τὰς βλασφημίας ἃς κατὰ τὴν ἀγορὰν περιιὼν καθʼ ὑμῶν ἔλεγεν, ἔτι μᾶλλον ἂν αὐτὸν μισήσαιτε, καὶ δικαίως. φησὶ γὰρ πολλοὺς ὀφείλειν τῷ δημοσίῳ, τούτους δʼ ἅπαντας ὁμοίους ὑπάρχειν ἑαυτῷ. ἐγὼ δὲ πολλοὺς μὲν εἶναι τοὺς ἠτυχηκότας, εἰ καὶ δύʼ εἰσὶ μόνοι, συγχωρῶ· παντὶ γὰρ πλείους εἰσὶ τοῦ δέοντος,3 καὶ οὐδένα τῶν ἄλλων ὀφείλειν ἔδει. οὐ μέντοι μὰ τοὺς θεοὺς τούτῳ γʼ ὑπάρχειν ὁμοίους οἴομαι τούτους, οὐδὲ πολλοῦ δεῖ, ἀλλὰ καὶ τοὐναντίον.
再者,若是诸位听到他走遍集市时针对诸位所散布的毁谤之词,必定会更加憎恨他,而且理当如此。因为他宣称有许多人欠着公库的债,而这些人全都与他处于同等境地。然而我承认,遭遇不幸的人确有很多,哪怕只有两人;因为无论如何,这都超出了应有的数量,本来其他人谁也不该欠债。可是凭诸神起誓,我绝不认为那些人与他属于同一类人,绝非如此,反倒完全相反。
οὑτωσὶ δὲ λογίζεσθε. καὶ μή μʼ ὑπολάβητʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς πρὸς ὀφείλοντας ὑμᾶς τῷ δημοσίῳ διαλέγεσθαι·4 οὔτε γὰρ ἔστιν μήτε γένοιτο τοῦτο, οὔτʼ ἐγὼ νομίζω. ἀλλʼ εἴ τῴ τις ἄρʼ ἢ φίλος ἢ γνώριμός ἐστιν ἐν τούτοις, ὡς ὑπὲρ τούτου τοῦτον προσήκει μισεῖν, τοῦτο βούλομαι δεῖξαι. πρῶτον μὲν ὅτι ἀνθρώπους ἐπιεικεῖς, οἷς ἐγγύαι καὶ φιλανθρωπίαι γίγνονται καὶ ὀφλήματʼ ἴδια, οἷς οὐ πρόσεστι κοίνʼ ἀδικήματα, ἠτυχηκέναι δὲ συμβέβηκεν, εἰς τὴν ὁμοίαν τάξιν ἑαυτῷ καὶ βλασφημίαν ἄγει, οὐκ ὀρθῶς οὐδὲ προσηκόντως.
请诸位这样权衡。雅典的男子汉们,请切莫以为我是把诸位当成欠公库债务的人来对话;因为既非如此,愿其永不发生,我亦未作此想。但是,如果诸位当中有人恰好有朋友或熟人处于这些人当中,我希望表明,正应当为了他们而憎恨此人。首先,因为对于那些本分体面的人——他们因担保与善意而背负了私人债务,并无任何公法罪过,纯粹是偶然遭遇了不幸——他却将他们拉入与自己相同的行列与恶名之中,这既不公正,亦不合宜。
- 80ὃς αὐτὸς αὑτῷ θανάτου τετίμηκεν
动词 τιμάω 在法庭用语中表示“评估刑罚”或“求处刑责”,其后接表示刑罚的属格(θανάτου,刑罚属格)。此处采用完成时主动语态 τετίμηκεν 搭配反身代词与格(αὑτῷ),字面意为“他已亲自为自己求处了死刑”,讽刺其提起此种诉讼实际上等于招致了自身的死罪。
- 81τούτου τυγχάνειν παρʼ ἑκάστου δίκαιός ἐστι καὶ αὐτός
这是由形容词 δίκαιός ἐστι 后接不定词 τυγχάνειν 构成的人称句式,表示“他本人理当/有资格获得……”(相当于非人称的 δίκαιόν ἐστιν αὐτὸν τυγχάνειν)。属格 τούτου 是 τυγχάνειν 的支配宾语,其先行词由关系从句 ὃν ἂν... νόμον... ἔχῃ 承接。
- 85παντὶ γὰρ πλείους εἰσὶ τοῦ δέοντος
παντί 在此用作搭配比较级 πλείους 的程度与格(差异与格),表示“在一切方面”或“大大地”。τοῦ δέοντος 是比较属格,意为“比起所需要的限度”,合起来构成强调表达:“数量上大大超出了应有的限度”。
- 86καὶ μή μʼ ὑπολάβητʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς πρὸς ὀφείλοντας ὑμᾶς τῷ δημοσίῳ διαλέγεσθαι
动词 ὑπολαμβάνω(接宾格+不定词,意为“把某人理解为……”)在此用于否定命令句 μή μʼ ὑπολάβητε,后接由 ὡς 引出的不定词短语 ὡς... διαλέγεσθαι。宾格 ὑμᾶς 连同分词 ὀφείλοντας 作为介词 πρός 的宾语,构成嵌套结构:“请勿认为我是把诸位当成欠公库债务之人而同诸位对话”。
