← 狄摩西尼

控诉阿里斯托格同一

§94-101

阿里斯托盖同的不赦之恶与严惩要求

演说者指出阿里斯托盖同是城邦不可救药的毒瘤,呼吁陪审员效法先祖美德将其坚决扑灭与严惩,并在结语中严正警告,若将此人赦免,众人必将面临舆论的唾弃与颜面尽失的耻辱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§94

οὑτοσὶ τοίνυν Ἀριστογείτων τοσοῦτον ὑπερῆρκεν ἅπαντας ἀνθρώπους πονηρίᾳ ὥστʼ οὐδὲ παθὼν ἐνουθετήθη, ἀλλʼ ἐπὶ τοῖς αὐτοῖς ἀδικήμασι καὶ πλεονεκτήμασιν πάλιν εἴληπται. καὶ τοσούτῳ πλείονος ὀργῆς ἄξιός ἐστιν νῦν ἢ πρότερον, ὅσῳ τότε μὲν γράφειν μόνον ᾤετο δεῖν παρὰ τοὺς νόμους, νυνὶ δὲ πάντα ποιεῖν, αἰτιᾶσθαι, λέγειν, διαβάλλειν, βλασφημεῖν, θανάτου τιμᾶσθαι, εἰσαγγέλλειν, κακολογεῖν τοὺς ἐπιτίμους αὐτὸς ὀφείλων τῷ δημοσίῳ· τούτου γὰρ οὐδέν ἐστι δεινότερον.

那么,这位阿里斯托盖同在邪恶上已经远远超过了所有人,以至于即便遭受了惩罚也未曾受到规诫,反而因同样的罪行和非分之利再次被抓获。他现在应当承受的愤怒比从前大得多,因为那时他还只是认为应当提出违法的提案,而如今,尽管他自己仍欠着公库的债务,却敢于包揽一切勾当——指控、演说、中伤、毁谤、求处死刑、提起弹劾、辱骂享有完全公民权的人;再没有比这更骇人听闻的事了。

§95

τὸ μὲν οὖν νουθετεῖν τοῦτον μανία· ὃς γὰρ οἷς ὁ δῆμος ἅπας τοὺς ἐνοχλοῦντας ἑαυτὸν νουθετεῖ θορύβοις μηδεπώποθʼ ὑπεῖξε μηδὲ διετράπη, ταχύ γʼ ἂν φροντίσειέ τι τοῦ παρʼ ἑνὸς λόγου. ἀνίατον, ἀνίατον, ἄνδρες Ἀθηναῖοι, τὸ πρᾶγμʼ ἔστι τὸ τούτου. δεῖ δὴ πάντας, ὥσπερ οἱ ἰατροί, ὅταν καρκίνον ἢ φαγέδαιναν ἢ τῶν ἀνιάτων τι κακῶν ἴδωσιν, ἀπέκαυσαν ἢ ὅλως ἀπέκοψαν, οὕτω τοῦτο τὸ θηρίον ὑμᾶς ἐξορίσαι,1 ῥῖψαι ἐκ τῆς πόλεως, ἀνελεῖν, μὴ περιμείναντάς τι παθεῖν, ὃ μήτʼ ἰδίᾳ μήτε δημοσίᾳ γένοιτο, ἀλλὰ προευλαβηθέντας.

因此,想要规诫此人无异于疯癫。因为全民众规诫那些扰乱秩序之人时所发出的喧嚣与怒吼,既然从未曾令他退让或止步,他又怎会把区区一人的言辞放在心上呢?雅典的男子汉们,他的顽疾是不可救药的,绝不可救药!正如医者在见到癌症、坏疽或任何不治之症时,便会将其灼烧或彻底切除一样,诸位全体也必须以同样的方式将这头野兽驱逐出境,将其从城邦中清除并处死,而不是坐等遭受某种祸害——但愿无论在私下还是公家都绝不要发生这种祸害——而应当预先加以防范。

§96

ὡδὶ γὰρ ὁρᾶτε. οὐδένα πώποτʼ ἴσως ὑμῶν ἔχις ἔδακεν οὐδὲ φαλάγγιον, μηδὲ δάκοι· ἀλλʼ ὅμως ἅπαντα τὰ τοιαῦτα, ἐπὰν ἴδητε, ἀποκτείνετε. τὸν αὐτὸν τοίνυν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὅταν συκοφάντην καὶ πικρὸν καὶ ἔχιν τὴν φύσιν ἄνθρωπον ἴδητε, μὴ πόθʼ ἕκαστον ὑμῶν δήξεται περιμένετε, ἀλλʼ ὁ προστυχὼν ἀεὶ τιμωρησάσθω.

诸位且这样来看:诸位之中大概从未有人被毒蝰或毒蛛咬伤过,但愿诸位也永不被咬;然而,每当诸位见到这类毒物,诸位都会将其扑杀。雅典的男子汉们,完全以同样的方式,每当诸位见到一个告密成性、尖酸刻薄、本性如毒蝰般的人时,切莫等待他咬到诸位每个人身上,而应当由任何遭遇他的人每次都予以惩治。

§97

Λυκοῦργος μὲν οὖν τὴν Ἀθηνᾶν ἐμαρτύρετο καὶ τὴν μητέρα τῶν θεῶν, καὶ καλῶς ἐποίει. ἐγὼ δὲ τοὺς προγόνους τοὺς ὑμετέρους καὶ τὰς ἀρετὰς τὰς ἐκείνων ἀνακαλῶ, ὧν οὐδʼ ὁ χρόνος τὴν μνήμην ἠφάνικεν, εἰκότως· ἐπολιτεύοντο γὰρ οὐχὶ τοῖς πονηροτάτοις καὶ συκοφάνταις συνεργεῖν διδόντες ἑαυτούς, οὐδὲ τὸν ἐντὸς τείχους φθόνον ἀσκοῦντες ἐπʼ ἀλλήλους, ἀλλὰ καὶ τῶν ῥητόρων καὶ τῶν ἰδιωτῶν τοὺς μὲν σώφρονας καὶ χρηστοὺς τιμῶντες, τοὺς δὲ πονηροὺς καὶ θρασεῖς μισοῦντες καὶ κολάζοντες. ἐξ ὧν πάντες ἀθληταὶ τῶν καλῶν ἔργων ἐγένοντο.

吕库尔戈斯曾呼请雅典娜和众神之母作证,他做得很对;而我则要呼唤诸位的祖先与他们的美德,连岁月也未能磨灭对他们的记忆,这理所当然。因为他们主持城邦事务时,绝不委身于同最邪恶之徒和告密者同流合污,也绝不在城墙之内彼此妒忌中伤,而是在演说家和平民百姓中,尊崇温良正直之人,憎恶并惩治邪恶狂悖之辈。正因如此,他们人人都成了崇高事业的践行者。

§98

ἓν δʼ εἰπὼν ἔτι παύσασθαι βούλομαι. ἔξιτʼ αὐτίκα δὴ μάλʼ ἐκ τοῦ δικαστηρίου, θεωρήσουσι δʼ ὑμᾶς οἱ περιεστηκότες καὶ ξένοι καὶ πολῖται, καὶ κατʼ ἄνδρʼ εἰς ἕκαστον τὸν παριόντα βλέψονται καὶ φυσιογνωμονήσουσι τοὺς ἀπεψηφισμένους. τί οὖν ἐρεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ προέμενοι τοὺς νόμους ἔξιτε; ποίοις προσώποις ἢ τίσιν ὀφθαλμοῖς πρὸς ἕκαστον τούτων ἀντιβλέψεσθε;

我还想再说最后一件事便结束演说。诸位片刻之后就要走出法庭,而围聚在周围的异乡人和公民们都将注视着诸位;他们将端详走过去的每一个人,审视那些投票赞成赦免者的面孔。雅典的男子汉们,如果诸位抛弃了法律而走出法庭,诸位将说什么呢?诸位将带着怎样的脸色、用怎样的目光去直视他们中的每一个人呢?

§99

πῶς δʼ εἰς τὸ μητρῷον βαδιεῖσθε, ἄν τι βούλησθε; οὐ γὰρ δήπου καθʼ ἕνʼ ὑμῶν ἕκαστος ὡς ἐπὶ κυρίους τοὺς νόμους πορεύσεται, εἰ νῦν μὴ βεβαιώσαντες αὐτοὺς ἔξιθʼ ἅπαντες κοινῇ. πῶς δὲ ταῖς νουμηνίαις εἰς ἀκρόπολιν ἀναβαίνοντες τἀγαθὰ τῇ πόλει διδόναι καὶ ἕκαστος ἑαυτῷ τοῖς θεοῖς εὔξεσθε, ὅταν ὄντος τούτου ἐκεῖ καὶ τοῦ πατρὸς αὐτοῦ τοῦ χρηστοῦ τἀναντία τοῖς ὅρκοις καὶ τοῖς ἐκεῖ γράμμασιν ἐγνωκότες ἦτε;2

若是诸位有任何需要,诸位又将如何走向众神之母的圣所?因为若是诸位如今不曾全体共同确立法律的效力便走出法庭,诸位当中绝不会有人能像面对具有约束力的法律那样前去。而且,当诸位在每月初一登上卫城,向诸神祈求赐福于城邦并赐福于诸位每个人时,既然此人及其“可敬”的父亲的名字尚在那里的名册上,而诸位却做出了违背誓言和铭文的判决,诸位又怎能开口祈祷呢?

§100

τί ἐρεῖτʼ, ἄνδρες Ἀθηναῖοι, τί ἐρεῖτε, ἄν τις ὑμᾶς ἐρωτᾷ γνωρίσας τοὺς ἀπεψηφισμένους; τί φήσετε; ἀρέσκειν τοῦτον ὑμῖν; καὶ τίς ὁ τοῦτο τολμήσων εἰπεῖν; τίς ὁ τῆς τούτου πονηρίας μετʼ ἀρᾶς καὶ κακῆς δόξης κληρονομεῖν βουλησόμενος; ἀλλʼ οὐκ αὐτὸς ἕκαστος οὐκ ἀποψηφίσασθαι;3 οὐκοῦν καταράσεσθε τοῖς ἀποψηφισαμένοις, τοῦτο τὸ πιστὸν ἕκαστος διδοὺς ὡς οὐκ αὐτὸς οὗτός ἐστι.

雅典的男子汉们,如果有人认出那些投票赞成赦免的人并向诸位发问,诸位将说什么,诸位究竟将说什么呢?诸位会声称什么?难道说此人合诸位的心意?谁又敢斗胆说出这种话?谁又愿意伴随着诅咒与恶名来继承此人的邪恶?难道每个人都会宣称自己并没有投票赦免吗?那么诸位岂不是要诅咒那些投票赦免的人,以此作为凭据,证明自己绝不是那个人?

§101

καὶ τί δεῖ ταῦτα ποιεῖν, ἐξὸν εὐφημεῖν καὶ ἅπαντας ἅπασι πάντα τἀγάθʼ εὔχεσθαι, καὶ ὑμᾶς ὑμῖν αὐτοῖς καὶ τοὺς ἄλλους Ἀθηναίους ἅπαντας ὑμῖν, προσθήσω δὲ καὶ τοὺς ξένους καὶ παῖδας καὶ γυναῖκας; ἐφῖκται γάρ, ἐφῖκται πάντων ἡ τούτου κακοπραγμοσύνη, καὶ πᾶσι βουλομένοις ἐστὶν ἀπαλλαγῆναι τῆς τούτου πονηρίας καὶ δίκην δεδωκότʼ ἰδεῖν.

既然诸位本可以说吉祥之言,所有人为所有人祈求一切福祉——诸位为诸位自身,所有其他雅典人也为诸位,我还要加上异乡人、妇女和孩子们也是如此——那诸位为何还要落到这般田地呢?因为此人的恶行已经祸及、是的,已经祸及了所有人,摆脱此人的邪恶并亲眼见他受到惩罚,是所有人的心愿。

语法注3 条
  1. 95ὥσπερ οἱ ἰατροί, ὅταν καρκίνον ἢ φαγέδαιναν ἢ τῶν ἀνιάτων τι κακῶν ἴδωσιν, ἀπέκαυσαν ἢ ὅλως ἀπέκοψαν, οὕτω τοῦτο τὸ θηρίον ὑμᾶς ἐξορίσαι

    比喻从句中的动词 ἀπέκαυσαν 和 ἀπέκοψαν 为格言不定过去时(gnomic aorist),用以陈述医者通行的诊疗处理这一普遍事实。主句结构承接前文的 δεῖ,构成宾格加不定式结构(δεῖ ... ὑμᾶς ἐξορίσαι ...),句首的 πάντας 与宾格代词 ὑμᾶς 同格并置,起到修辞上的强调作用。

  2. 99ὅταν ὄντος τούτου ἐκεῖ καὶ τοῦ πατρὸς αὐτοῦ τοῦ χρηστοῦ τἀναντία τοῖς ὅρκοις καὶ τοῖς ἐκεῖ γράμμασιν ἐγνωκότες ἦτε;

    ὄντος τούτου ἐκεῖ ... 为属格绝对结构,描述阿里斯托盖同及其父亲作为公库债务人的名字仍铭刻/登记在那里的事实背景。由 ὅταν 引导的时间状语从句谓语动词为迂回完成时虚拟语气(ἐγνωκότες ἦτε),意为“当诸位做出了违背誓言及那里的铭文的判决时”;修饰父亲的 τοῦ χρηστοῦ(可敬的/善良的)显然具有辛辣的讽刺意味。

  3. 100ἀλλʼ οὐκ αὐτὸς ἕκαστος οὐκ ἀποψηφίσασθαι;

    此句承接前文疑问句“τί φήσετε;”(诸位会声称什么?),省略了言说动词(如 φήσει),构成间接引语的宾格不定式修辞反问句。句中出现两个否定词 οὐκ:句首的 οὐκ 管辖整个反问(“难道每个人不会声称……吗?”),而直接修饰不定式 ἀποψηφίσασθαι 的第二个 οὐκ 则否定不定式本身(“自己未曾投票赦免”)。上下文指每个陪审员在面对质问时都会极力推脱自己参与赦免的责任。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:94-101