- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:73-79
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者通过揭示阿里斯托革同起诉阿里斯通一案在逻辑上的荒谬性,论证了其当下确实处于债务人身份,谴责了法治颠倒黑白的现状,并指出被告完全不具备常规的辩护途径(父辈功德、自身品行、公益捐献或体面亲属),其身旁唯一的双胞胎兄弟亦曾卷入毒妇塞奥里斯的大案中。
φέρε δὴ πρὸς θεῶν κἀκεῖνο σκέψασθε. ἂν ἕλῃ τὸν Ἀρίστωνα τῆς βουλεύσεως, τί ἔσται; ἐξαλειφθήσεται νὴ Δία, ὁ δʼ ἀντεγγραφήσεται· ταῦτα γὰρ οἱ νόμοι λέγουσιν. καλῶς. πότερον οὖν ἀπὸ ταύτης τῆς ἡμέρας ὁδὶ μὲν ὀφειλήσει τῷ δημοσίῳ, ὁ ἐξαλειφθείς, ἐκεῖνος δʼ ἐπίτιμος ἔσται, ὁ ἐγγραφείς; ἐκ γὰρ ὧν νῦν ὅδʼ ἀξιοῖ, ταῦτα συμβαίνει· εἰ γὰρ ὅτʼ ἐγγέγραπται μὴ ὀφείλει, ἐπειδὰν ἐξαλειφθῇ, ὀφειλήσει δηλονότι. ἀλλʼ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλʼ ὅταν ἐξαλειφθῇ, τότʼ οὐκ ὀφειλήσει· οὐκοῦν νῦν ὀφείλει.
来吧,凭诸神起誓,也请审视那一点:如果他对阿里斯通所控告的恶意登记罪胜诉,结果将会如何?“凭宙斯起誓,他的名字将被抹去,而阿里斯通将被代之登记在册;因为法律就是这样规定的。”很好。那么,难道自那天起,这位被抹去名字的人倒要欠公库的债,而那个被登记在册的人反而享有公民权吗?因为按照此人如今的主张,必然会得出这等荒唐的结果:如果他在被登记期间尚且不欠债,那么显而易见,一旦被抹去名字,他反倒要欠债了。但这绝非实情,绝不可能!只有当他被抹去名字时,他才不再欠债;因此,他现在确实欠着债。
τί δʼ; ἂν αὐτὸν ἀποφύγῃ,1 παρὰ τοῦ κομιεῖται ταῦθʼ ἡ πόλις ἃ νῦν οὐκ ἐξὸν οὗτος ποιεῖ; πόθεν δέ, οἷς οὗτος θανάτου τιμᾶται καὶ δεσμοῦ περιιὼν ἐν τῷ δικαστηρίῳ, οἱ μὲν τὰς ψυχάς, οἱ δὲ τὸ μὴ δεινὰ πεπονθέναι κομιοῦνται;2 ᾧ γὰρ οὐδὲ τῶν ἴσων οὐδὲ τῶν ἐγκυκλίων δικαίων μετουσίαν διδόασιν οἱ νόμοι, οὗτος τῶν ἀνηκέστων ἑτέροις αἴτιος γίγνεται, οὐκ ὀρθῶς οὐδὲ πολιτικῶς οὐδʼ ὡς συμφέρει γιγνομένων τούτων.
再说,如果对方在他提起的诉讼中被判无罪,城邦又要找谁去追讨此人如今在无权状态下所造成的一切后果呢?再者,对此人在法庭上四处走动、动辄求处死刑与监禁的那些人,有些人又去何处讨回自己的性命,另一些人又从何处讨回未曾遭受惨痛侵害的状态呢?因为一个连平等的日常公权都被法律剥夺的人,如今却成了给他人造成无可挽回灾祸的根源,而这些事情的发生,既不公正,也不符合公民秩序,更无益于城邦。
ἀλλʼ ἔγωγε ταῦθʼ ὁρῶν θαυμάζω, τὸ τἄνω κάτω γεγενῆσθαι τί ποτʼ οἴεσθʼ εἶναι. ἐὰν ἡ γῆ μὲν ἄνω, τὰ δʼ ἄστρα κάτω γένηται; οὐκ ἔστι τοῦτο γενέσθαι, μηδὲ γένοιτο. ἀλλʼ ὅταν, οἷς ἐκ τῶν νόμων μὴ ἔξεστιν, ἐκ τῶν ὑμετέρων βουλήσεων ἐξῇ, ὅταν ἡ μὲν πονηρία τιμᾶται, τὰ χρηστὰ δʼ ἀπορρίπτηται, ὅταν τὸ δίκαιον καὶ τὸ συμφέρον ἡττᾶται τοῦ φθόνου, τότʼ ἄνω κάτω πάντα χρὴ νομίζειν τετράφθαι.
我目睹这一切,不禁感到惊异:诸位究竟认为何谓“颠倒黑白、天地翻覆”呢?难道非要大地升到天上,群星落入地底才算吗?这绝不可能发生,也愿其永不发生。但是,当法律不予许可之人凭诸位的意志获得许可,当奸佞之徒备受尊荣而贤良之士遭人弃绝,当正义与公益在嫉妒面前败下阵来之时,诸位就应当认定,一切都已颠倒乾坤了。
ἤδη τοίνυν τινὰς εἶδον τῶν ἀγωνιζομένων οἳ τοῖς πράγμασιν αὐτοῖς ἁλισκόμενοι, καὶ οὐκ ἔχοντες ὡς οὐκ ἀδικοῦσι δεῖξαι, οἱ μὲν εἰς τὴν τοῦ βίου μετριότητα καὶ σωφροσύνην κατέφυγον, οἱ δʼ εἰς τὰ τῶν προγόνων ἔργα καὶ λῃτουργίας, οἱ δʼ εἰς ἕτερα τοιαῦτα διʼ ὧν εἰς ἔλεον καὶ φιλανθρωπίαν τοὺς δικάζοντας ἤγαγον. τούτῳ δʼ οὐδένʼ ὁρῶ τῶν τόπων τούτων βάσιμον ὄντα, ἀλλὰ πάντʼ ἀπόκρημνα, φάραγγας, βάραθρα.3 τί γὰρ ὡς ἀληθῶς ἐρεῖ; ὧν ὁ πατήρ τι πεποίηκε νὴ Δία. ἀλλὰ κατεγνώκαθʼ ὑμεῖς ἐν τουτοισὶ τοῖς δικαστηρίοις αὐτοῦ θάνατον, ὡς πονηροῦ δηλονότι καὶ ἀξίου τεθνάναι. ἀλλὰ νὴ Δία, εἰ ταῦτʼ ἐστὶν αὐτῷ δυσχερῆ τὰ περὶ τὸν πατέρα, εἰς τὸν ἑαυτοῦ βίον καταφεύξεται ὡς σώφρονα καὶ μέτριον. ποῖον; ὃν ποῦ βεβίωκεν; ὃν μὲν γὰρ ἅπαντες ὑμεῖς ἑοράκατε, οὐκ ἔστι τοιοῦτος.
至今,我已见过一些诉讼当事人,他们因事实确凿而被定罪,由于无法证明自己清白无辜,有人便诉诸自己一生的节制与温和,有人诉诸祖先的事迹与公益捐献,还有人诉诸其他类似的名目,以此博取审判官的同情与仁慈。然而对于此人,我看不出上述任何一条途径是行得通的,到处都是悬崖峭壁、深沟、绝壑。因为他究竟能如实说些什么呢?“凭宙斯起誓,难道要提他父亲的功绩?”然而正是诸位在这座法庭里判处了他父亲死刑,显而易见认定他是一个罪该万死的恶棍。“那么,凭宙斯起誓,如果父亲的事让他难堪,他大概会诉诸自己温和节制的一生。”什么样的生活?他在何处过过这样的生活?因为诸位所有人亲眼所见的他的一生,绝非如此。
ἀλλʼ ὦ τᾶν, εἰς τὰς λῃτουργίας ἀποχωρήσεται. τὰς πότʼ ἢ ποῦ γεγονυίας; τὰς τοῦ πατρός; ἀλλʼ οὐκ εἰσίν. ἀλλὰ τὰς ἑαυτοῦ; φάσεις, ἀπαγωγάς, ἐνδείξεις, οὐχὶ λῃτουργίας εὑρήσετε. ἀλλὰ νὴ Δία καὶ χωρὶς τούτων συγγενεῖς πολλοὶ καὶ καλοὶ κἀγαθοὶ παραστάντες αὐτὸν ἐξαιτήσονται. ἀλλʼ οὔτʼ εἰσὶν οὔτʼ ἐγένοντο πώποτε· πῶς γὰρ τῷ γε μηδʼ ἐλευθέρῳ;
“哎呀,先生,他会转而诉诸公益捐献。”那是什么时候、在哪里履行的?是他父亲的?根本没有。那么是他自己的?诸位所能找到的,只是走私告发、现行押解和剥夺公权者的指控,绝非任何公益捐献!“那么凭宙斯起誓,抛开这些不谈,定会有许多出身高贵、品德优良的亲属站在他身旁为他求情。”然而这样的亲属既不存在,也从未存在过;因为对于一个连自由人身份都不具备的人,怎么可能有这样的亲属呢?
πλὴν ἔστι νὴ Δία, ἔστιν ἀδελφός τις οὗτος αὐτῷ, ὁ παρὼν καὶ τὴν καλὴν δίκην λαχών. περὶ οὗ τὰ μὲν ἄλλα τί δεῖ λέγειν; ἀδελφὸς δʼ ἐστὶ τούτου ὁμομήτριος καὶ ὁμοπάτριος καὶ πρὸς τοῖς ἄλλοις κακοῖς δίδυμος. οὑτοσί—τὰ μὲν ἄλλα σιωπῶ, ἀλλʼ ἐφʼ οἷς ὑμεῖς τὴν μιαρὰν Θεωρίδα, τὴν Λημνίαν, τὴν φαρμακίδα, καὶ αὐτὴν καὶ τὸ γένος ἅπαν ἀπεκτείνατε,
不过凭宙斯起誓,他确实有这么一个兄弟,正是站在这里、提起了那桩漂亮诉讼的家伙!关于此人,其余劣迹何须多言?他是此人同父同母的亲兄弟,而且除了其他恶事之外,还是个孪生兄弟。此人——其余恶行且按下不表——单就诸位处死那个可憎的利姆诺斯毒妇塞奥里斯及其全家之事而言,
- 74ἂν αὐτὸν ἀποφύγῃ
动词 ἀποφεύγω 后接指代原告的宾格(αὐτόν,指阿里斯托革同),为雅典法庭术语,意为“如果对方(根据上下文承前指阿里斯通)在他(阿里斯托革同)提起的控诉中被判无罪”。
- 74πόθεν δέ, οἷς οὗτος θανάτου τιμᾶται καὶ δεσμοῦ περιιὼν ἐν τῷ δικαστηρίῳ, οἱ μὲν τὰς ψυχάς, οἱ δὲ τὸ μὴ δεινὰ πεπονθέναι κομιοῦνται;
疑问副词 πόθεν 修饰主句动词 κομιοῦνται。关系代词与格 οἷς 表示“此人向其求处死刑或监禁的诉讼对象”,随后的 οἱ μέν ... οἱ δέ 则作为部分同位语(partitive apposition)充当 κομιοῦνται 的实际主语。
- 76τούτῳ δʼ οὐδένʼ ὁρῶ τῶν τόπων τούτων βάσιμον ὄντα, ἀλλὰ πάντʼ ἀπόκρημνα, φάραγγας, βάραθρα
名词 τόποι 巧妙结合了修辞学上的“论题/辩护依据”(loci communes)与字面意义上的“立足之地”,并随即引申为一系列地形隐喻:断崖(ἀπόκρημνα)、深谷(φάραγγας)与绝壑(βάραθρα)。
