← 狄摩西尼

控诉阿里斯托格同一

§65-72

对民众的敌意与因未偿公债剥夺公权

演说者指出阿里斯托革同屡遭民众严惩,绝不可能对民众抱有善意,以此揭露其厚颜无耻,并就公债告发案强调,只要债务未被注销,公权剥夺状态便依法持续有效。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§65

πότερον γάρ, ὅτι τοῦ πατρὸς αὐτοῦ θάνατον κατέγνωτε καὶ τὴν μητέρʼ ὀφλοῦσαν ἀποστασίου ἀπέδοσθε, διὰ ταῦτʼ αὐτὸν ὑμῖν εὔνουν ὑπολαμβάνετʼ εἶναι; ἀλλʼ ἄτοπον νὴ τὸν Δία καὶ θεοὺς τοῦτό γε. εἰ μὲν γὰρ εὔνους ἐστὶν ἐκείνοις καὶ τὸν τῆς φύσεως διασῴζει νόμον, ὃς καὶ ἀνθρώποις καὶ θηρίοις εἷς καὶ ὁ αὐτὸς ἅπασιν ὥρισται, στέργειν τοὺς γονέας, κακόνους ἐστὶ τοῖς ἐκείνους ἀπολωλεκόσιν δῆλον ὅτι καὶ νόμοις καὶ πολιτείᾳ τῇ τούτων· εἰ δὲ μηδένα τούτων ὑπόλογον ποιεῖται, ἡδέως ἂν εἰδείην τίς ἐστιν ὁ τὴν πρὸς τοὺς γονέας εὔνοιαν ὁρῶν προδεδωκότα τοῦτον, ἣν πρὸς τὸν δῆμον νῦν ἔχειν ὑπισχνεῖται, πιστεύων·1 ἐγὼ μὲν γὰρ ἄπιστον καὶ θεοῖς ἐχθρόν, οὐ μόνον ἀνθρώποις, ὑπολαμβάνω τὸν τῶν γονέων ἀμελοῦντα.

难道是因为诸位判处了他父亲死刑,并在其母因背弃依附义务之诉败诉后将她变卖,诸位才认为他对你们心怀善意吗?凭宙斯与诸神起誓,这实在荒谬绝伦!因为他若对父母心怀善意,恪守那条无论对人还是对兽都同样适用且不可更易的自然之法——即爱敬父母,那么显而易见,他对那些毁灭了他们的人,乃至对他们的法律和体制,必定满怀恶意。如果他对此等大义全然不加理会,我倒真想知道,究竟是谁眼见此人背弃了对父母的亲情,却还会相信他如今承诺对民众所怀的善意;因为在我看来,凡是不顾父母者,不仅为世人所不齿,更是不可信赖且见憎于神明之徒。

§67

ἀλλὰ νὴ Δίʼ ὅτι τὰς ἐνδείξεις αὐτοῦ κατεψηφίσασθε, καὶ δὶς εἰς τὸ δεσμωτήριον κατέθεσθε καὶ αὐτὸν καὶ τὸν ἀδελφόν, διὰ ταῦθʼ ὑμῖν εὔνους ἐστίν. ἀλλὰ καὶ τοῦτʼ ἄτοπον. ἀλλʼ ὅτι τὴν ἀρχὴν ἣν ἔλαχεν ἄρχειν ἀπεδοκιμάσατε;

难道是凭宙斯起誓,诸位通过表决在告发案中定了他有罪,并且两次将他与其兄弟投入狱中,他便因此对诸位心怀善意吗?但这同样荒谬。难道是因为诸位在官职资格审查中驳回了他抽签中得的职位?

§68

ἀλλʼ ὅτι παρανόμων αὐτοῦ κατέγνωτε; ἀλλʼ ὅτι πέντε ταλάντων πρὸς ἐτιμήσατε; ἀλλʼ ὅτι δακτυλοδεικτεῖτʼ ἐπὶ τῷ πονηρότατον τῶν ὄντων ἁπάντων δεικνύναι; ἀλλʼ ὅτι τῶν ὑπαρχόντων νόμων καὶ πολιτείας μενόντων οὐκ ἔνι τῶν αἰσχρῶν αὐτῷ τούτων ἀπαλλαγῆναι; ἀλλὰ διὰ τί ὑμῖν οὗτος εὔνους ἐστίν; ὅτι, φησίν, ἀναιδής ἐστιν. ὁ δʼ ἀναιδὴς ἐκ τίνος ὠνομάσθη τῶν ἄλλων ἀλλʼ ἢ ὅταν2 τὰ μήτʼ ὄντα μήτʼ ἂν γενόμενα, ταῦτα τολμᾷ λέγειν διʼ ἀναισχυντίαν, ὅπερ οὗτος ποιεῖ;

难道是因为诸位判决他犯有非法提案之罪?难道是因为诸位对他额外处以五塔兰同的罚金?难道是因为诸位对他指指点点、视其为世上最邪恶之徒?难道是因为只要现存的法律与体制尚在,他就决不可能摆脱这些耻辱?那么,此人究竟为何会对诸位心怀善意呢?“因为,”有人说,“他厚颜无耻。”然而,一个厚颜无耻之徒若不是因其肆无忌惮地胆敢胡言那些既不存在也绝不可能发生之事——正如这厮现在所为——那又是因何而被冠以恶名的呢?

§69

ἡγοῦμαι τοίνυν καὶ περὶ τῆς ἐνδείξεως, ἅ μοι παραλείπειν ἔδοξε Λυκοῦργος, βέλτιον εἶναι πρὸς ὑμᾶς εἰπεῖν. ἐγὼ γὰρ οἶμαι δεῖν ὑμᾶς, ὥσπερ ἂν εἰ χρέος ἐσκοπεῖτʼ ἴδιον, οὕτως ἐξετάσαι τοῦτον καὶ τὰ τουτουὶ τοῦ ἀγῶνος δίκαια. εἰ τοίνυν τις ὀφείλειν τινʼ ᾐτιᾶτο χρήματα, ὁ δʼ ἠρνεῖτο, εἰ μὲν ἐφαίνονθʼ αἵ τε συνθῆκαι καθʼ ἃς ἐδανείσατο κείμεναι καὶ οἱ τεθέντες ὅροι ἑστηκότες, τὸν ἀρνούμενον ἡγεῖσθʼ ἂν ἀναιδῆ δηλονότι, εἰ δʼ ἀνῃρημένα ταῦτα, τὸν ἐγκαλοῦντα· οὕτω ταῦτα πέφυκεν.

因此我认为,关于这起告发案中在我看来吕库尔戈斯遗漏之处,最好也向诸位陈说清楚。因为我认为,诸位应当像审查一笔私人债务一样,来审视此人以及本案的法理事由。假如有人指控某人欠钱,而对方断然否认:如果借款契约白纸黑字尚在,立下的抵押标石也依然耸立,诸位显然会认为抵赖者是厚颜无耻之辈;反之,若这些已被销毁撤除,诸位则会认为指控者无理取闹。事理本就如此。

§70

εἰσὶ τοίνυν ὧν Ἀριστογείτων ὀφείλει τῇ πόλει συνθῆκαι μὲν οἱ νόμοι, καθʼ οὓς ἐγγράφονται πάντες οἱ ὀφλισκάνοντες, ὅρος δʼ ἡ σανὶς ἡ παρὰ τῇ θεῷ κειμένη. εἰ μὲν οὖν ἀνῄρηται ταῦτα καὶ ἐξαλήλιπται τὸ ὄφλημα, ἡμεῖς ληροῦμεν, μᾶλλον δὲ ψευδόμεθα· εἰ δʼ ἔτʼ ἔστι καὶ ἔσται τέωσπερ ἂν ἐκτείσῃ κείμενα, οὗτος οὐδὲν ἀληθὲς λέγει, ἀλλʼ ἀδικεῖ καὶ δεινὰ ποιεῖ τὰ κοινὰ δίκαιʼ ἀφανίζειν ἐπιχειρῶν.

那么,关于阿里斯托革同欠城邦的债务,法律——即所有败诉受罚之人据此登记在册的法律——就是契约;立在女神庙中的木板就是抵押标石。倘若这些都已被撤销,债务也已被抹去,那么我们就是在胡说八道,甚至是在撒谎捏造;但如果这些纪录依然存在,且在他全额偿清之前仍将一直立案,那么此人所言便无一句属实,他妄图抹煞城邦的共同法权,实属违法乱纪、骇人听闻。

§71

οὐ γάρ, εἰ μὴ πᾶν ὅσον ὦφλεν ὀφείλει,3 νῦν ἡ κρίσις οὐδʼ ὁ λόγος, ἀλλʼ εἰ ὀφείλει. ἢ δεινά γʼ ἂν πάθοιεν οἱ δραχμὴν ἐγγεγραμμένοι μόνην, εἰ, διότι μικρὰ καὶ οὐδὲν ἠδικήκασιν, ἰσχύσει τὸ ὀφείλειν κατʼ αὐτῶν· ἐὰν δέ τις μεγάλʼ ἠδικηκὼς ᾖ, μίαν θεὶς ἢ δύο καταβολὰς ἐπίτιμος ἔσται. ἔτι τοίνυν τρίʼ ἐστὶν τὰ ὀφλήμαθʼ ἃ ἐγγέγραπται καὶ ἐφʼ οἷς ἐνδέδεικται. τὰ μὲν δὴ δύʼ ἐν ἀπογραφῇ πεποίηται, τὸ δʼ ἓν οὐδʼ ἀπογέγραπται, ἀλλὰ βουλεύσεως τὸν Ἀλωπεκῆθεν Ἀρίστωνα διώκει.

因为当前的审判和辩论并非在于他所欠的是否少于被判的全部数额,而在于他究竟是否欠款。否则,那些仅被登记了一德拉克马债务的人岂不要遭受奇冤大屈?——因为他们所犯过错微不足道乃至毫无过错,债务就持续对其生效;而若有人罪大恶极,却只要缴纳了一两次分期付款就能享有公民权。况且,他被登记在案并遭到告发的债务共有三笔。其中两笔已被列入没收财产清单,而第三笔甚至未及列单,反而是他在控告阿洛佩刻区的阿里斯通恶意登记罪。

§72

ναί, φησίν· ἀδίκως γάρ μʼ ἐγγέγραφεν. δεῖ δή σε, ὡς ἔοικεν, δίκην λαβεῖν. οὐκοῦν ὑποσχεῖν πρῶτον καὶ μεῖναι ἐν οἷς πέπονθας ἀνάγκη.4 ἢ τίνος λήψει δίκην; εἰ γὰρ ἔξεστί σοι πάνθʼ ἅπερ τοῖς ἄλλοις, τί ἠδίκησαι;

“是的,”他说,“因为他是不公正地将我登记在册的。”看来你是非要讨回公道不可了。那么,你首先必须承受现状,并安于所受的处置。否则你又要就什么来讨回公道呢?如果你依然享有与常人无异的一切权利,你又受了什么不公正的侵害呢?

语法注4 条
  1. 66ὁ τὴν πρὸς τοὺς γονέας εὔνοιαν ὁρῶν προδεδωκότα τοῦτον, ἣν πρὸς τὸν δῆμον νῦν ἔχειν ὑπισχνεῖται, πιστεύων

    主句以 τίς ἐστιν 引出实质分词短语 ὁ ... πιστεύων 作为主语。感知动词分词 ὁρῶν 支配 τοῦτον 及其补充动词分词 προδεδωκότα;关系代词 ἣν 的先行词为前置的 εὔνοιαν,并在分词 πιστεύων 所管辖的从属结构中充当宾语。

  2. 68ἀλλʼ ἢ ὅταν

    在反问句 ἐκ τίνος ὠνομάσθη τῶν ἄλλων 之后,紧接表示“除了……之外”的惯用短语 ἀλλʼ ἤ,并引导由 ὅταν 领起的从句。

  3. 71οὐ γάρ, εἰ μὴ πᾶν ὅσον ὦφλεν ὀφείλει, νῦν ἡ κρίσις οὐδʼ ὁ λόγος, ἀλλʼ εἰ ὀφείλει

    主句省略了系动词 ἐστί,以 νῦν ἡ κρίσις οὐδʼ ὁ λόγος 为主语。关联词 οὐ ... ἀλλά 将两个间接疑问从句(εἰ μὴ πᾶν ... ὀφείλει 与 εἰ ὀφείλει)并置对比,用以说明当前审判和争论的核心所在。

  4. 72ὑποσχεῖν πρῶτον καὶ μεῖναι ἐν οἷς πέπονθας ἀνάγκη

    非人称表达 ἀνάγκη [ἐστί] 统辖并列的两个不定式 ὑποσχεῖν 和 μεῖναι。与前文的 δίκην λαβεῖν(求得惩处/公道)相对照,ὑποσχεῖν 在此承前省引申出 δίκην 之意,意为“承担受罚/甘受处分”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:65-72