← 狄摩西尼

控诉阿里斯托格同一

§57-64

企图变卖恩人与狱中暴行的揭露

控告人揭露被告曾企图将救命恩人变卖为奴,并在狱中咬掉同监犯人的鼻子致使被其他罪犯孤立驱逐的恶行,通过传唤证人与出示决议,严厉驳斥他在公民大会上假装效忠人民的虚伪嘴脸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§57

ταύτην τὴν ἄνθρωπον, τὴν τοιαῦτʼ εὐεργετήσασαν αὐτόν, ὡς πολὺς παρʼ ὑμῖν ἔπνει καὶ λαμπρός,1 μεμφομένην τι καὶ τούτων ὑπομιμνῄσκουσαν καὶ ἀξιοῦσαν εὖ παθεῖν τὸ μὲν πρῶτον ῥαπίσας καὶ ἀπειλήσας ἀπέπεμψεν ἀπὸ τῆς οἰκίας, ὡς δʼ οὐκ ἐπαύεθʼ ἡ ἄνθρωπος, ἀλλὰ γυναίου πρᾶγμʼ ἐποίει καὶ πρὸς τοὺς γνωρίμους προσιοῦσʼ ἐνεκάλει, λαβὼν αὐτὸς αὐτοχειρίᾳ πρὸς τὸ πωλητηρίον τοῦ μετοικίου ἀπήγαγεν· καὶ εἰ μὴ κείμενον αὐτῇ τὸ μετοίκιον ἔτυχεν, ἐπέπρατʼ ἂν διὰ τοῦτον, ᾧ τῆς σωτηρίας αὐτὴ αἰτία ἐγεγόνει.

这个女人——曾给予他这般恩惠的女人——当他在诸位面前威风凛凛、不可一世之时,见她偶有抱怨,提起往日的这些恩义并要求得到回报,他起初先是掴掌相加、威胁恐吓,将她轰出了家门;而当那女人不依不饶,做出妇人之举,前去向熟人哭诉指控时,他竟亲自动手抓住她,扭送到了外侨税拍卖所;若非碰巧她的外侨税已经缴纳,她就会因这个她曾救其性命的人而被当作奴隶变卖了。

§58

καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, κάλει μοι τὸν τὴν ταφὴν τοῦ πατρὸς οὐκ ἀπειληφότα, καὶ τὸν τῆς δίκης διαιτητήν, ἣν ὑπὲρ τῆς πράσεως τῆς ἀδελφῆς ἔλαχεν αὐτῷ οὑτοσί, καὶ τὸ ἔγκλημα φέρε. κάλει δέ μοι πρῶτον πάντων τὸν τῆς Ζωβίας προστάτην, τῆς ὑποδεξαμένης αὐτόν, καὶ τοὺς πωλητάς, πρὸς οὓς ἀπήγαγεν αὐτήν. ὑμεῖς δʼ ἠγανακτεῖτʼ ἀρτίως εἰ τῶν τὸν ἔρανον φερόντων εἰς τὴν σωτηρίαν αὐτῷ κατηγόρει. μιαρόν, μιαρόν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ θηρίον καὶ ἄμεικτον. λέγε τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ τίς οὖν ἱκανὴ κατὰ τοῦ τοσαῦτα καὶ τοιαῦτα πεποιηκότος γένοιτʼ ἂν δίκη; τίς ἀξία τιμωρία; θάνατος μὲν γὰρ ἔμοιγε μικρὰ φαίνεται.

为证明我所言非虚,请为我传唤那个未领到安葬其父费用的人,以及在场的这位〔被告的兄弟〕就变卖妹妹之事对他提起的诉讼的仲裁员,并出示起诉状。首先,尤请替我传唤收留他的佐比娅的监护人,以及他把她扭送过去的变卖官们。诸位刚才听说他控告那些为营救他而凑钱捐款的人,就已经义愤填膺了。雅典的男人们,这是个污秽不堪、污秽不堪且不可共处的禽兽!请宣读证词。 证词 那么,对一个犯下如此之多、如此恶劣行径的人,怎样的判决才算足够?怎样的惩罚才算与之相当?依我看来,哪怕死刑也嫌太轻了。

§60

ἓν τοίνυν εἰπὼν ἔτι τῶν ἰδίων αὐτοῦ πονηρευμάτων τὰ λοίπʼ ἐάσω. πρὶν γὰρ ἐξελθεῖν ἐκ τοῦ δεσμωτηρίου, ἐμπεσόντος ἀνθρώπου τινὸς Ταναγραίου πρὸς κατεγγύην, γραμματεῖον ἔχοντος, προσελθὼν καὶ λαλῶν ὁτιδήποθʼ ὑφαιρεῖται τὸ γραμματεῖον. αἰτιωμένου δὲ καὶ δεινὰ ποιοῦντος τἀνθρώπου, καὶ λέγοντος ὅτι οὐδεὶς ἄλλος ὑφῄρηται, εἰς τοῦτʼ ἀφικνεῖται βδελυρίας ὥστε τύπτειν ἐπεχείρησε τὸν ἄνθρωπον.

因此,我再讲一件他个人的恶行,其余的就暂且不论了。因为在他离开监狱之前,有一个塔纳格拉人因担保事由被投入狱中,身边带着一份文书;此人走上前去,东拉西扯,趁机偷走了那份文书。当那人指责他并大声抗议,说绝无他人偷窃时,他竟然无耻到了极点,企图殴打那人。

§61

νεαλὴς δὲ καὶ πρόσφατος ὢν ἐκεῖνος περιῆν αὐτοῦ τεταριχευμένου καὶ πολὺν χρόνον ἐμπεπτωκότος.2 ὡς δʼ εἰς τοῦθʼ ἧκεν, ἀπεσθίει τὴν ῥῖνα τἀνθρώπου. καὶ τότε μὲν περὶ τὴν γεγονυῖαν συμφορὰν ἅνθρωπος γενόμενος ἀπέστη τοῦ τὸ γραμματεῖον ἐρευνᾶν· ὕστερον δʼ εὑρίσκουσι τὸ γραμματεῖον ἐν κιβωτίῳ τινί, οὗ τὴν κλεῖν οὗτος εἶχεν. καὶ μετὰ ταῦτα ψηφίζονται περὶ αὐτοῦ ταῦθʼ οἱ ἐν τῷ οἰκήματι, μὴ πυρός, μὴ λύχνου, μὴ ποτοῦ, μὴ βρωτοῦ μηδενὸς μηδένα τούτῳ κοινωνεῖν.

然而对方年轻体壮、新入狱不久,便压制住了他这个久困狱中、形销骨立的老油条。当他落入这般下风时,竟一口咬掉了那人的鼻子!当时那人忙于应付这桩飞来横祸,便放弃了搜查文书;但后来,人们在一只他持有钥匙的木箱中找到了那份文书。此后,狱中的囚徒们就他通过了这样的决议:任何人不得与此人分受火种、灯烛、饮料或任何食物。

§62

καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τὸν ἄνθρωπον οὗ τὴν ῥῖνʼ ὁ μιαρὸς οὗτος ἐσθίων κατέφαγεν. ΜΑΡΤΥΡΙΑ καλῶν γʼ ἔργων ὁ ῥήτωρ δημιουργὸς ὑμῖν γέγονεν. ἄξιόν γʼ ἐκ τοῦ τοιαῦτα πεποιηκότος στόματος λόγον ἢ συμβουλήν τινʼ ἀκοῦσαι. ἀνάγνωθι δὴ καὶ τουτὶ τὸ καλὸν περὶ αὐτοῦ δόγμα. ΔΟΓΜΑ εἶτʼ οὐκ αἰσχύνεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ οἱ μὲν ἐπὶ πονηρίᾳ καὶ τοῖς ἐσχάτοις ἐμπεπτωκότες εἰς τὸ οἴκημα τοσούτῳ τοῦτον ἡγήσανθʼ ἑαυτῶν εἶναι πονηρότερον ὥστʼ ἄμεικτον ἑαυτοῖς καταστῆσαι, ὑμεῖς δʼ ἐξεληλακότων τῶν νόμων αὐτὸν ἐκ τῆς πολιτείας εἰς ὑμᾶς αὐτοὺς καταμείξετε; τί τῶν πεπραγμένων ἢ βεβιωμένων ἐπαινέσαντες; ἢ τί τῶν πάντων οὐχὶ δυσχεράναντες; οὐκ ἀσεβής; οὐκ ὠμός; οὐκ ἀκάθαρτος; οὐ συκοφάντης;

为证明我所言非虚,请为我传唤被这个污秽的家伙咬噬下鼻子的那个人。 证词 这位演说家可真是为诸位干出了好营生!从一张干出过这等勾当的嘴里听取演讲或建议,可真算得上是值得啊!那么,也请把关于他的这一纸美妙决议朗读出来吧。 决议雅典的男人们,既然那些因作恶与极刑而被投入牢房的恶徒,都认为此人比他们自己还要邪恶得多,以至于与他断绝往来,那么当法律已经将他驱逐出城邦政治生活之时,诸位难道不为要把他重新混入诸位之中而感到羞耻吗?你们是赞许了他所做所为或平生经历中的哪一点呢?还是说在所有的事中又有哪一件不令人生厌?他难道不是不敬神吗?不残暴吗?不污秽吗?不是个诬告讼棍吗?

§64

ἀλλʼ ὅμως τοιαῦτα ποιῶν καὶ τοιοῦτος ὢν ἐν ἁπάσαις ἀεὶ βοᾷ ταῖς ἐκκλησίαις ἐγὼ μόνος εὔνους ὑμῖν· πάντες οὗτοι συνεστᾶσιν· προδέδοσθε· ἡ παρʼ ἐμοὶ μόνον εὔνοια λοιπή. βούλομαι δὴ τὴν σφοδρὰν καὶ μεγάλην εὔνοιαν αὐτοῦ ταύτην ἐξετάσαι, πόθεν ἐστὶ3 καὶ ἐκ τίνος αὐτῷ γεγονυῖα, ἵνʼ εἰ μέν ἐστι τοιαύτη, χρῆσθʼ αὐτῇ καὶ πιστεύητε, εἰ δὲ μή, φυλάττησθε.

然而,尽管做出这等勾当且是这般嘴脸,他却在每一次公民大会上不停地狂吠: “唯有我对诸位忠心耿耿;这些人全都串通一气;诸位已被背叛;剩下的唯一善意就在我这一边。” 因此,我想要审视一番他这股来势汹汹的巨大“好意”,究竟从何而来,因何而生;以便如果真有其事,诸位尽可加以利用并予以信任;但若并非如此,诸位也好严加防范。

语法注3 条
  1. 57ὡς πολὺς παρʼ ὑμῖν ἔπνει καὶ λαμπρός

    比喻性习语表达。动词 πνέω(刮风、吐气)与用作副词的形容词 πολύς 连用,意为“大刮威风、不可一世、盛气凌人”。再并列 λαμπρός(显赫、威风),生动地描绘出他在大众面前得意忘形、飞扬跋扈的情态。

  2. 61τεταριχευμένου καὶ πολὺν χρόνον ἐμπεπτωκότος

    τεταριχευμένου 是动词 ταριχεύω(腌制、制成木乃伊)的完成时被动分词,此处借指“因长期身陷囹圄而形销骨立、干瘪枯槁”。这与前文的 νεαλὴς δὲ καὶ πρόσφατος ὢν ἐκεῖνος(对方正值年轻且刚刚入狱、精力充沛)形成了鲜明的对照。

  3. 64τὴν σφοδρὰν καὶ μεγάλην εὔνοιαν αὐτοῦ ταύτην ἐξετάσαι, πόθεν ἐστὶ

    前置/先取结构(prolepsis)。在语义上本应作为从属疑问从句 πόθεν ἐστὶ(从何而来)之主语的名词短语 τὴν σφοδρὰν καὶ μεγάλην εὔνοιαν αὐτοῦ ταύτην,被提前拉出,作了主句不定式 ἐξετάσαι(审视)的宾格直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:57-64