← 狄摩西尼

控诉阿里斯托格同一

§50-56

阿里斯托盖同的反社会敲诈与悖逆亲族

演说者指控阿里斯托盖同蔑视公民大会的选举结果,在广场上如毒虫般四处敲诈勒索而无正当生业与社交。随后列举了他抛弃狱中之父且拒不收葬、殴打母亲、将异父妹妹卖往异邦以及恩将仇报对待救助其越狱的妇人等多重恶行,敦促法庭严惩不贷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§50

οὐκ ἐκείνους ὑβρίζων, οὔ1 (ἐκείνοις μὲν γὰρ ἐξῆν μικρὸν ἀργύριον δοῦσι τούτῳ μὴ ἀκούειν ταῦτα), ἀλλὰ τὴν ὑμετέραν χειροτονίαν προπηλακίζων καὶ τῆς αὑτοῦ πονηρίας ἐπίδειξιν ποιούμενος, τὰς δὲ κληρωτὰς ἀρχὰς σπαράττων, αἰτῶν, εἰσπράττων ἀργύριον, τί κακὸν οὐ παρέχων; τὰ τελευταῖα δὲ ταυτὶ πάντας εἰς ταραχὴν καὶ στάσιν ἐμβάλλειν ζητήσας, γράμματʼ ἐκτιθεὶς ψευδῆ, ὅλως δʼ ἐπὶ τῷ πάντων κακῷ πεφυκώς, καὶ πρόδηλος ὢν ὅτι τοιοῦτός ἐστι τῷ βίῳ.

他并非是在侮辱他们,绝非如此(因为他们只要给这厮一点钱,原本完全可以免听这些污言秽语),而是在践踏诸位的举手表决,并炫耀他自己的邪恶;同时,他折磨抽签选出的长官,勒索并强征钱财,又有哪桩恶事未曾做尽?而最近,他更是张贴虚假告示,企图将所有人拖入混乱与纷争之中,他整个人生来就是为了给所有人招致灾祸,并且显然一生都是这样一副嘴脸。

§51

σκοπεῖτε γάρ. εἰσὶν ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι. τούτων ἕκαστος ἕν γέ τι πράττων κατὰ τὴν ἀγορὰν περιέρχεται, ἤτοι νὴ τὸν Ἡρακλέα τῶν κοινῶν ἢ τῶν ἰδίων. ἀλλʼ οὐχ οὗτος οὐδέν, οὐδʼ ἂν ἔχοι δεῖξαι πρὸς ὅτῳ τὸν βίον ἐστὶ τῶν μετρίων ἢ καλῶν.2 οὐχὶ τῶν πολιτικῶν ἀγαθῶν ἐπʼ οὐδενὶ τῇ ψυχῇ διατρίβει· οὐ τέχνης, οὐ γεωργίας, οὐκ ἄλλης ἐργασίας οὐδεμιᾶς ἐπιμελεῖται· οὐ φιλανθρωπίας, οὐχ ὁμιλίας οὐδεμιᾶς οὐδενὶ κοινωνεῖ· ἀλλὰ πορεύεται διὰ τῆς ἀγορᾶς, ὥσπερ ἔχις ἢ σκορπίος ἠρκὼς τὸ κέντρον, ᾁττων δεῦρο κἀκεῖσε, σκοπῶν τίνι συμφορὰν ἢ βλασφημίαν ἢ κακόν τι προστριψάμενος καὶ καταστήσας εἰς φόβον ἀργύριον εἰσπράξεται. οὐδὲ προσφοιτᾷ πρός τι τούτων τῶν ἐν τῇ πόλει κουρείων ἢ μυροπωλίων ἢ τῶν ἄλλων ἐργαστηρίων οὐδὲ πρὸς ἕν· ἀλλʼ ἄσπειστος, ἀνίδρυτος, ἄμεικτος, οὐ χάριν, οὐ φιλίαν, οὐκ ἄλλʼ οὐδὲν ὧν ἄνθρωπος μέτριος γιγνώσκων·3 μεθʼ ὧν δʼ οἱ ζωγράφοι τοὺς ἀσεβεῖς ἐν Ἅιδου γράφουσιν, μετὰ τούτων, μετʼ ἀρᾶς καὶ βλασφημίας καὶ φθόνου καὶ στάσεως καὶ νείκους, περιέρχεται.

诸位且看:全体雅典人总共约有两万之众。凭赫拉克勒斯起誓,他们每个人在市场上走动时,都在从事着某一件正经事,或为公职,或为私业。唯独此人什么都不做,他也指不出自己的生活投身于何种体面或高尚的事业。他的灵魂不倾注于任何城邦福祉;他既不从事手艺,也不务农,更不照料任何营生;他不与任何人分享仁爱,也不与任何人有任何交往;相反,他穿行于市场之中,宛如扬起毒刺的蝰蛇或蝎子,东蹿西跳,窥伺着该把灾祸、恶名或某种祸害加在谁的头上,令其陷入恐慌以便勒索钱财。他从不光顾城里那些理发铺、香料铺或其他作坊——一家也不去;相反,他冥顽不灵,飘忽无定,孤僻绝伦,不知恩情,不知友谊,不知任何体面之人所懂得的事理;画家们在冥府描摹不敬神者时所画的那些陪伴物——诅咒、恶名、嫉妒、纷争与争斗——他正是带着这些东西四处游荡。

§53

εἶθʼ ὃν οὐδὲ τῶν ἐν Ἅιδου θεῶν εἰκός ἐστιν τυχεῖν ἵλεων, ἀλλʼ εἰς τοὺς ἀσεβεῖς ὠσθῆναι διὰ τὴν πονηρίαν τοῦ βίου, τοῦτον ὑμεῖς ἀδικοῦντα λαβόντες οὐ μόνον οὐ τιμωρήσεσθε, ἀλλὰ καὶ μειζόνων ἀξιώσαντες δωρειῶν ἀφήσετʼ ἢ τοὺς εὐεργέτας; τίνι γὰρ πώποθʼ ὑμεῖς ἔδοτε, ἐὰν ὄφλῃ τι τῷ δημοσίῳ, τοῦτο μὴ καταθέντι τῶν ἴσων μετέχειν; οὐδενί. μὴ τοίνυν μηδὲ τούτῳ δῶτε νῦν, ἀλλὰ τιμωρήσασθε καὶ παράδειγμα ποιήσατε τοῖς ἄλλοις.

既然如此,就连冥府的众神照理也不会对他施以怜悯,反而必会因其生平之邪恶而将他打入不敬神者的行列,而诸位在捉到这等作恶之徒时,不仅不去惩治,反而要视其配享比功臣更丰厚的恩赏而予以开脱吗?诸位何曾准许过任何亏欠公款却不予缴纳的人享有同等的权利?绝无此例。因此,现在也绝不要准许此人享有,而要惩罚他,以儆效尤。

§54

ἄξιον δʼ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὰ λοίπʼ ἀκοῦσαι· δεινῶν γὰρ ὄντων, οὐ μὲν οὖν ἐχόντων ὑπερβολήν, ὧν ἠκούσατʼ ἄρτι λέγοντος Λυκούργου, τὰ λοίπʼ ἐνάμιλλα τούτοις καὶ τῆς αὐτῆς φύσεως εὑρεθήσεται. πρὸς μὲν γὰρ τῷ τὸν πατέρʼ ἐν τῷ δεσμωτηρίῳ προδοὺς ἀπελθεῖν ἐξ Ἐρετρίας, ὥσπερ ἠκούσατε Φαίδρου, ἀποθανόνθʼ ὁ ἀσεβὴς οὗτος καὶ μιαρὸς οὐκ ἔθαψεν, οὐδὲ τοῖς θάψασι τὴν ταφὴν ἀπέδωκεν, ἀλλὰ καὶ δίκην πρὸς ἔλαχεν.

雅典的男人们,听听其余的事也是值得的;因为诸位刚才听吕库戈斯所陈述的事固然耸人听闻,甚至可以说是无以复加,但其余的事也必将被发现足与这些比肩,且属于同样恶劣的性质。因为除了背弃关在牢狱中的父亲并逃离厄勒特里亚之外——正如诸位听斐德罗所说——当父亲死去时,这个不敬神且污秽的家伙不仅没有予以安葬,也没有将丧葬费偿还给那些安葬之人,反而另外对他们提起了诉讼。

§55

πρὸς δὲ τῷ τῆς μητρὸς μὴ ἀπεσχῆσθαι τὼ χεῖρε, ὥσπερ ἀρτίως ἠκούσατε τῶν μαρτύρων, καὶ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ, οὐχ ὁμοπατρίαν μὲν οὖσαν, θυγατέρα δʼ ἐκείνης ὁπωσδήποτε γενομένην (ἐῶ γὰρ τοῦτο), ἀλλʼ ἀδελφήν γε, ἐπʼ ἐξαγωγῇ ἀπέδοτο,4 ὥς φησι τὸ ἔγκλημα τῆς δίκης, ἣν ὑπὲρ τούτων ἔλαχεν αὐτῷ ὁ χρηστὸς ἀδελφὸς οὑτοσί, ὁ νῦν συναπολογησόμενος.

除了未能管住双手、殴打母亲之外——正如诸位刚才从证人那里所听到的——他还把自己的妹妹以卖往异邦为条件变卖了;她虽非同父所生,但无论如何也是母亲的女儿(因为这一点我暂且不提),终究是个妹妹;这正如此刻将要同台为他辩护的这位好兄弟就这些罪状对他提起的诉状所指明的那样。

§56

πρὸς δὲ τούτοις τοιούτοις οὖσιν ἕτερον δεινόν, ὦ γῆ καὶ θεοί, πρᾶγμʼ ἀκούσεσθε. ὅτε γὰρ τὸ δεσμωτήριον διορύξας ἀπέδρα, τότε πρὸς γυναῖκά τινʼ ἔρχεται Ζωβίαν ὄνομα, ᾗ ἐτύγχανεν, ὡς ἔοικε, κεχρημένος ποτέ· καὶ κρύπτει καὶ διασῴζει τὰς πρώτας ἡμέρας αὐτὸν ἐκείνη, ἃς ἐζήτουν καὶ ἐκήρυττον οἱ ἕνδεκα, καὶ μετὰ ταῦτα δοῦσα δραχμὰς ὀκτὼ ἐφόδιον καὶ χιτωνίσκον καὶ ἱμάτιον ἐξέπεμψεν εἰς Μέγαρα.

除了诸如此类的恶行之外,苍天与诸神作证,诸位还将听到另一桩骇人听闻之事。当他挖穿牢房逃走时,跑去投奔了一个名叫佐比娅的妇人,据看来他过去曾与此人有些瓜葛;在十一人的看守官搜捕并发布通缉令的头几天里,正是那个妇人将他藏匿并保全了下来,随后又资助他八德拉克马作为路费,外加一件短袍和一件斗篷,将他送去了墨伽拉。

语法注4 条
  1. 50οὐκ ἐκείνους ὑβρίζων, οὔ

    该分词短语承接上一段结尾的分词 φάσκων,以对比结构揭示其行为的真正目标:并非旨在侮辱将领们(οὐκ ἐκείνους ὑβρίζων),而是在践踏公民的选举(ἀλλὰ τὴν ὑμετέραν χειροτονίαν προπηλακίζων)。括号内的插入句 ἐκείνοις μὲν γὰρ ἐξῆν... 解释了将领个人并非真正目标的原因(只要给点小钱就能让他闭嘴)。

  2. 51πρὸς ὅτῳ τὸν βίον ἐστὶ τῶν μετρίων ἢ καλῶν

    短语 εἶναι πρός τινι 为固定用法,意为“专心于某事、投身于某事”(πρός 支配与格表示所从事的活动)。部分属格 τῶν μετρίων ἢ καλῶν(中性复数)依附于不定关系代词 ὅτῳ,全句意为“其生活投身于何种体面或高尚的事业”。

  3. 52ὧν ἄνθρωπος μέτριος γιγνώσκων

    此句包含关系从句内部动词省略的紧缩表达。先行词为 οὐκ ἄλλʼ οὐδέν(无任何其他事物),关系代词 ὧν 要么受到属格吸引,要么作为从句隐含宾语的部分属格(即 ὧν [τι] ἄνθρωπος μέτριος [γιγνώσκει])。分词 γιγνώσκων 与一系列否定形容词一同修饰句子的主语,意为“不知任何体面之人所认同的事理”。

  4. 55ἐπʼ ἐξαγωγῇ ἀπέδοτο

    这是司法与契约中的固定术语,意为“以输出境外为条件而变卖”(ἐπʼ ἐξαγωγῇ)。指在出卖奴隶或自由人时规定必须运出阿提卡境外,以防止其在境内寻求亲友救助或诉请恢复自由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:50-56