← 狄摩西尼

控诉阿里斯托格同一

§43-49

菲洛克拉特斯的辩护与被告收贿撤控之行径

演说者指名道姓批评为阿里斯托盖同辩护的菲洛克拉特斯,列举往昔事例揭发被告收取贿赂出卖控告的行径,并力陈法庭应当铲除而非纵容这等邪恶之徒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§43

βούλομαι τοίνυν καὶ παρακινδυνευτικοῦ τινος ἅψασθαι λόγου καὶ διαλεχθῆναι τοῖς διὰ ταῦτα φιλοῦσιν αὐτόν· οὓς ὁποίους μέν τινας χρὴ νομίζειν, αὐτοὶ σκοπεῖσθε, ἐγὼ δʼ οὐδὲν ἂν εἴποιμι, πλὴν ὅτι γʼ οὐ σωφρονοῦσι προσνέμοντες αὑτοὺς τούτῳ. τῶν μὲν οὖν ἐν τῷ δικαστηρίῳ νῦν ὄντων ὑμῶν οὐδένʼ εἶναι τοιοῦτον τίθεμαι· καὶ γὰρ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καλὸν καὶ συμφέρον οὕτω καὶ λέγειν ἐμὲ καὶ φρονεῖν περὶ ὑμῶν.

因此,我打算涉及一个略显冒险的话题,并与因这些原因而偏袒他的人谈一谈。至于应当把他们看作何种人,诸位自行考量便是;我本人除了指出他们委身于此人乃是不明智之举外,别无所言。无论如何,在如今法庭上的诸位之中,我认为绝无这样的人;因为,雅典的男人们,如此谈论并看待诸位,既是公正的,也是高尚且有益的。

§44

ἐκ δὲ τῶν ἄλλων πολιτῶν, ἵνʼ ὡς εἰς ἐλαχίστους τὴν βλασφημίαν ἀγάγω, τὸν μαθητήν, εἰ δὲ βούλεσθε, τὸν διδάσκαλον αὐτοῦ, Φιλοκράτην τὸν Ἐλευσίνιον, μόνον εἶναι τοιοῦτον τίθεμαι, οὐχ ὡς οὐχὶ πλειόνων ὄντων1 (ὤφελε γὰρ μηδεὶς ἄλλος Ἀριστογείτονι χαίρειν), ἀλλʼ ὃ καθʼ ὑμῶν ὡς ὄνειδος ὀκνῶ λέγειν, οὐδὲ τῶν ἄλλων πολιτῶν δίκαιός εἰμι δημοσίᾳ κατηγορεῖν· εἶτα καὶ ταὐτὸ ποιήσει καὶ πρὸς ἕνα ῥηθεὶς ὁ λόγος.

然而,为了尽可能把抨击的面缩减到最小范围,在其他公民之中,我只将他的门徒——或者如果诸位愿意,也可以说是他的师傅——厄琉息斯人菲洛克拉特斯一人看作此类人物。这倒不是因为别无他人(我倒巴不得没有任何其他人偏好阿里斯托盖同),而是因为我顾忌作为耻辱针对诸位说出口的事,我也不应当在公开场合用来指控其余公民;况且,这番道理即便仅针对一人陈述,也将产生同样的效力。

§45

τὸ μὲν οὖν ἐξετάζειν ἀκριβῶς οἷον ἀνάγκη τὴν φύσιν εἶναι τὸν Ἀριστογείτονι χαίροντα, ἐάσω, ἵνα μὴ πολλὰ καὶ βλάσφημʼ ἀναγκάζωμαι λέγειν καὶ διεξιέναι· ἀλλʼ ἐκεῖνο λέγω. εἰ πονηρός ἐστιν Ἀριστογείτων ἁπλῶς καὶ πικρὸς καὶ συκοφάντης καὶ τοιοῦτος οἷος ὑπισχνεῖται, δίδωμι, συγχωρῶ, Φιλόκρατες, σοὶ τῷ τοιούτῳ τὸν ὅμοιον σῴζειν· τῶν γὰρ ἄλλων ἁπάντων καὶ φρονούντων ἃ δεῖ καὶ φυλαττόντων τοὺς νόμους, οὐδὲν ἂν παρὰ τοῦτʼ οἶμαι γενέσθαι.

至于严密考察偏好阿里斯托盖同之人的本性必然是何种货色,我且不作深究,以免被迫讲述和历数诸多恶言秽语;但我只消说这一条:倘若阿里斯托盖同仅仅是邪恶、刻毒、诬告成性,正如他自己所声称的那样,那么菲洛克拉特斯啊,我准许、认可你这样的恶人去保全你的同类;因为在所有其他人都思虑得当且维护法律的情况下,我认为此事并不会带来任何后果。

§46

εἰ δὲ κάπηλός ἐστι πονηρίας καὶ παλιγκάπηλος καὶ μεταβολεύς, καὶ μόνον οὐ ζυγὰ καὶ στάθμʼ ἔχων πάνθʼ ὅσα πώποτʼ ἔπραξεν ἐπώλει, τί τοῦτον, ὦ μάταιʼ, ἀκονᾷς; οὔτε γὰρ μαγείρῳ μαχαίρας οὐδέν ἐστʼ ὄφελος δήπουθεν ἥτις μὴ τέμνει, οὔτε τῷ βουλομένῳ διʼ αὑτοῦ πᾶσι πράγματα καὶ κακὰ γίγνεσθαι ὁ ταῦτʼ ἀποδωσόμενος συκοφάντης οὐδέν ἐστι χρήσιμος.

但倘若他是个兜售恶行的零售商、二道贩子和转手牙商,简直只差没有秤和砝码,将自己平生所为的一切勾当尽数变卖,那么蠢才啊,你为何还要磨利这个家伙?因为对于厨子来说,不利的切肉刀固然毫无用处;同样,对于一心想借自身之力给所有人制造事端与祸患的人来说,一个会将这些罪状兜售变现的诬告者也是毫无用处的。

§47

ἀλλὰ μὴν ὅτι τοιοῦτος οὗτός ἐστιν εἰδότι σοι φράσω.2 τὴν καθʼ Ἡγήμονος εἰσαγγελίαν μέμνησαι ὡς ἀπέδοτο· τὰς κατὰ Δημάδου γραφὰς οἶσθʼ ὡς ἐξέλιπεν. τὸν ἐλαιοπώλην Ἀγάθωνα (ταυτὶ γὰρ τὰ πρώην) βοῶν καὶ κεκραγὼς καὶ ἰοὺ ἰού, πάντʼ ἄνω τε καὶ κάτω ποιῶν ἐν ταῖς ἐκκλησίαις ὡς δέον στρεβλοῦν, λαβὼν ὁτιδήποτε, παρὼν ὅτʼ ἀφίετο, ἄφωνος ἐγένετο. τὴν κατὰ Δημοκλέους εἰσαγγελίαν ἀνασείσας ποῖ ἔτρεψεν; ἄλλα μυρία, ὧν ἐμοὶ μὲν ἔργον ἁπάντων μνησθῆναι, σὺ δʼ εὖ οἶδʼ ὅτι καὶ τὰ ἀντίγραφʼ αὐτῶν ἔχεις, ἐργολαβῶν αὐτῷ.

然而,此人究竟是何等货色,我且讲给你这心知肚明之人听听。针对赫革蒙的弹劾,你记得他是如何出卖的;针对德玛得斯的公诉,你深知他是如何放弃的。至于卖油商阿加同——这可是近在眼前的事——他曾在公民大会上大呼小叫,连喊“哎呀哎呀”,把一切闹得天翻地覆,声称非要将对方上刑架拷问不可;可一旦拿到了不知什么数目的钱财,在那人被赦免当场,他竟站在一旁哑口无言。他挑起了针对德摩克勒斯的弹劾,又将之引向了何方?其余事例更是不胜枚举,要我全部复述实是一桩难事,但我深知你手头连它们的副本都有,因为你正是他的掮客。

§48

τίς οὖν ὁ τὸν τοιοῦτον σώσων ἢ πονηρὸς ἢ χρηστός; ἢ διὰ τί; τῶν μὲν γὰρ ὁμοίων προδότης, τῶν δὲ χρηστῶν ἐχθρὸς ἐκ φύσεως καὶ γένους· πλὴν εἰ συκοφάντου τις καὶ πονηροῦ σπέρμα καὶ ῥίζαν, ὡσπερανεὶ γεωργός, οἴεται δεῖν ὑπάρχειν τῇ πόλει. τοῦτο δʼ οὐ καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω δὲ μὰ τοὺς θεοὺς οὐδʼ ὅσιον· οὐδὲ γὰρ τοὺς προγόνους ὑπολαμβάνω τὰ δικαστήρια ταῦθʼ ὑμῖν οἰκοδομῆσαι, ἵνα τοὺς τοιούτους ἐν αὐτοῖς μοσχεύητε, ἀλλὰ τοὐναντίον ἵνʼ ἀνείργητε καὶ κολάζητε καὶ μηδεὶς ζηλοῖ μηδʼ ἐπιθυμῇ κακίας.

那么,无论是恶人还是善人,究竟谁会保全这般人物?又凭什么?因为对同类而言他是叛徒,对善人而言他凭本性与出身都是宿敌——除非有人自比农夫,认为应当为城邦保留诬告者和恶棍的种苗与根基。雅典的男人们,这绝非善事,凭诸神起誓,我认为这也绝非敬虔之举;因为我认为,先祖们为诸位修建这些法庭,并非为了让诸位在其中扦插繁育此类败类,反倒是为了让诸位抑制并惩处他们,使任何人都不要效尤或渴望罪恶。

§49

δυσκατάπαυστον δέ τι κινδυνεύει πρᾶγμʼ εἶναι πονηρία. ὅπου γὰρ Ἀριστογείτων ἐπὶ τοῖς ὡμολογημένοις ἀδικήμασι κρίνεται καὶ οὐκ ἀπόλωλε πάλαι, τί χρὴ ποιεῖν ἢ λέγειν; ὃς εἰς τοῦθʼ ἥκει πονηρίας ὥστʼ ἐνδεδειγμένος ἤδη βοῶν, συκοφαντῶν, ἀπειλῶν οὐκ ἐπαύετο, οἷς μὲν ὑμεῖς τὰ μέγιστʼ ἐνεχειρίζετε στρατηγοῖς, ὅτι αὐτῷ ἀργύριον αἰτοῦντι οὐκ ἔδοσαν, οὐδὲ τῶν κοπρώνων ἂν ἐπιστάτας ἑλέσθαι φάσκων,3

看来邪恶当真是一种难以遏止之物。因为当阿里斯托盖同因公认的罪行受审而竟没有在很久以前被处死时,人们还能做些什么或说些什么呢?他已堕落至如此恶劣的地步,以致在已遭检举告发之后,仍不停止叫嚣、诬告和恐吓;就因为诸位托付最大重任的将领们在他索要金钱时未曾给予,他竟声称连掌管粪堆的差役都不会选他们担任,

语法注3 条
  1. 44οὐχ ὡς οὐχὶ πλειόνων ὄντων

    由 ὡς 引导并带有双重否定(οὐχ... οὐχί)的属格独立结构,意为“并非因为没有更多人”。在此否定了人们可能产生的猜想,同时引出下文只点名一人的真正原因。

  2. 47εἰδότι σοι φράσω

    分词 εἰδότι 与与格代词 σοι 一致,具有让步意味(“尽管你早已心知肚明,我还是偏要告诉你”)。此结构带有强烈的讽刺意味,暗示对方本身就是同谋。

  3. 49οὐδὲ τῶν κοπρώνων ἂν ἐπιστάτας ἑλέσθαι φάσκων

    由引出间接引语的 φάσκων 所统辖的 ἄν + 不定词(ἑλέσθαι)结构,相当于直接引语中的潜能或虚拟表达(如 οὐδʼ ἂν ἑλοίμην,“我连……都不会选”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:43-49