- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:37-42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露了阿里斯托盖同过去对其控告的虚妄,痛斥其毫无用处且专向寻常平民敲诈勒索,力证他绝非所谓的民众看家犬,而是吞噬羊群的恶兽。
καὶ τὰ μὲν ἄλλʼ ἐάσω· ἀλλʼ, Ἀριστογεῖτον, ἑπτὰ γραφὰς κέκρικάς με, τοῖς ὑπὲρ Φιλίππου τότε πράττουσιν σεαυτὸν μισθώσας, καὶ εὐθύνας διδόντος1 δὶς κατηγόρησας· καὶ Ἀδράστειαν μὲν ἄνθρωπος ὢν προσκυνῶ, καὶ ἔχω τοῖς θεοῖς καὶ πᾶσιν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς σώσασί με πολλὴν χάριν· οὐδεπώποτε δʼ οὐδὲν ἀληθὲς λέγων ἐφάνης, ἀλλʼ ἀεὶ συκοφαντῶν ἠλέγχου. ἐὰν οὖν ἀκύρους τοὺς νόμους οὗτοι ποιήσαντες ἀφῶσί σε τήμερον, νῦν μʼ ἐξελέγξεις; περὶ τοῦ;
其余之事我且搁置不提。然而,阿里斯托盖同啊,你曾受雇于当时为腓力效力之徒,对我提出了七次公诉,并在我进行账目交卸审查时两次控告我。身为凡人,我敬畏复仇女神,并对保全我的诸神以及雅典的男人们,诸位全体,深怀感激;然而你却从未被发现说过一句真话,反倒始终作为诬告者被当场揭穿。那么,倘若这些人〔陪审员〕今日使法律失效而将你赦免,难道你现在就能定我的罪?凭什么呢?
σκοπεῖτε γὰρ οὑτωσί. δύʼ ἔτη βιάζεται λέγειν οὗτος οὐκ ἐξὸν αὐτῷ, ἀλλὰ λέγει γʼ ὅμως. ἔπειτʼ ἐν τούτοις τὸν μὲν ταλαίπωρον Φωκίδην καὶ τὸν χαλκοτύπον τὸν ἐκ Πειραιῶς καὶ τὸν σκυλόδεψον, καὶ ὅσων ἄλλων κατηγόρηκε παρʼ ὑμῖν, εἶδʼ ἀδικοῦντας τὴν πόλιν, ἐμὲ δʼ οὐχ ἑώρα τὸν ῥήτορʼ ᾧ ἐπολέμει, οὐδὲ τὸν Λυκοῦργον, οὐδὲ τοὺς ἄλλους, περὶ ὧν αὐτίκα δὴ τὰ πόλλʼ ἐρεῖ; καὶ μὴν κατʼ ἀμφότερʼ ἄξιός ἐστʼ ἀπολωλέναι, τοῦτο μέν, εἴ τι καθʼ ἡμῶν ἔχων ἀδίκημα δεικνύναι ἡμᾶς μὲν ἀφίει, ἐπὶ δὲ τοὺς ἰδιώτας ἐπορεύετο, τοῦτο δέ, εἰ μηδὲν ἔχων ἕνεκα τοῦ παρακρούσασθαι καὶ φενακίσαι ὑμᾶς ταῦτʼ ἐρεῖ.
诸位且这般审视:这两年来,此人在并无资格的情形下强行发言,却终究还是发了言。然而在这期间,他看到可怜的福基德斯、比雷埃夫斯的铜匠、制革匠,以及他在诸位面前所控告的其余所有人都在危害城邦,难道竟唯独看不到我这个与之为敌的演说家,看不到吕库尔戈斯,看不到他顷刻间便要大肆诋毁的其他人吗?事实上,无论从哪一方面来看,他都该死:一方面,倘若他握有证据能指出我们的罪行,却放过我们转而去整治寻常平民;另一方面,倘若他毫无凭据,却仅仅为了欺瞒和诓骗诸位而信口雌黄。
εἰ τοίνυν ἄρα καὶ τοιοῦτός τίς ἐστιν ἄνθρωπος ἐν τῇ πόλει, οἷος ἐκ παντὸς τρόπου τὸν κρινοῦντά τινα ζητεῖν, εἰ δὲ δικαίως ἢ ἀδίκως μηδὲν φροντίζειν, οὐδένʼ ἂν ἧττον εὕροι χρήσιμον ὄντʼ ἢ τοῦτον ἑαυτῷ.2 διὰ τί; ὅτι τὸν κατηγορήσοντα τῶν ἄλλων καὶ πάντας κρινοῦντα αὐτὸν ἀνεξέλεγκτον ὑπάρχειν δεῖ, ἵνα μὴ διὰ τὴν τούτου πονηρίαν ἀποφεύγωσιν ἐκεῖνοι. τούτου δʼ οὔτε πλειόνων οὔτε μειζόνων ἁμαρτημάτων οὐδεὶς μᾶλλόν ἐστι μεστὸς ἐν τῇ πόλει.
因此,城邦中纵然真有这般人物,千方百计寻求一人去充当控告者,而完全不在乎控告得是否公正,他也会发现没有任何人比此人对自己更无用处。何以见得?因为凡要控告他人并将众人送上法庭者,其自身必须无可指摘,以免那些被告因控告者本人的恶劣品行而侥幸脱罪;然而在城邦之中,没有任何人比此人更充斥着更多、更大的过恶。
τί οὖν οὗτός ἐστι; κύων νὴ Δία, φασί τινες, τοῦ δήμου. ποδαπός; οἷος οὓς μὲν αἰτιᾶται λύκους εἶναι μὴ δάκνειν, ἃ δέ φησι φυλάττειν πρόβατʼ αὐτὸς κατεσθίειν. τίνα γὰρ τῶν ῥητόρων οὗτος εἴργασταί τι κακὸν τοσοῦτον ἡλίκον τοὺς ἰδιώτας, περὶ ὧν ψηφίσματα γράψας ἑάλω; τίνα δʼ, ἐξ οὗ νῦν πάλιν λέγει, κέκρικεν ῥήτορα; οὐδʼ ἕνα· ἀλλʼ ἰδιώτας πολλούς. ἀλλὰ μὴν τοὺς γευομένους κύνας τῶν προβάτων κατακόπτειν φασὶ δεῖν, ὥστʼ οὐκ ἂν φθάνοι κατακοπτόμενος.3
那么,他究竟算个什么?指宙斯发誓,有人说他是民众的看家犬。什么样的狗?是那种对自己指控为恶狼之人绝不下口,却亲口吞噬自称要守护的羊群的狗!因为对于演说家中的哪一位,他所加害的程度能比得上他对平民造成的伤害——他正是因针对那些平民起草非法提案而获罪的?而自从他如今再度发言以来,他又将哪位演说家送上法庭了呢?一个也没有,反倒是控告了许多寻常平民。然而人们常说,尝过羊肉滋味的狗必须被当场打死;因此,将他打死绝不嫌早。
οὐδέν, ὦ ἄνδρες Ἀθηναῖοι, χρήσιμός ἐστιν ὧν φησίν, ἀλλʼ οὗτος πρᾶγμʼ ἑόρακεν μιαρὸν καὶ ἀναιδές. λοιδορούμενος γὰρ ἐν ταῖς ἐκκλησίαις καὶ προπετῶς ἅπασι προσκρούων, ὧν ἂν ἐκ τούτων4 ἁθρόους πάντας ὑμᾶς ἐκεῖ παρακρούσηται, τούτων καταβὰς καθʼ ἕνʼ ὑμῶν παρʼ ἑκάστου δίκην λαμβάνει, συκοφαντῶν, αἰτῶν, εἰσπράττων ἀργύριον, οὐχὶ μὰ Δία τοὺς λέγοντας (οὗτοι μὲν γὰρ ἐπίστανται τούτῳ διαβαπτίζεσθαι), ἀλλὰ τοὺς ἰδιώτας καὶ τοὺς ἀπείρους· ἴσασι δʼ οἱ πεπληγμένοι.
雅典的男人们,在他所声称的勾当上,他毫无用处;相反,他看中并施展的是一种卑劣而无耻的行径。他在公民大会上肆意谩骂,鲁莽地与所有人冲突,借此在那里无论就何事将诸位全体一并愚弄,一下演坛便就那些事逐一找诸位每一个人勒索罚金——诬告、索要、敲诈钱财。指宙斯发誓,他绝不是向演说家们下手(因为演说家深知如何与他打口舌之仗),而是向平民和不谙世事者下手;遭其侵害之人自是心知肚明。
ἀλλὰ νὴ Δία ταῦτα μὲν οὕτως ἔχειν ὁμολογήσετε, χρήσιμον δʼ ἄνθρωπον τῇ πόλει κρίνειν, ὥστε πάντα ταῦτα παριδόντας δεῖν αὐτὸν σῴζειν. ἀλλʼ ὧν ἔργῳ πεῖραν εἰλήφατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μηδέποτʼ ἐκ λόγου ταῦτα σκοπεῖσθε. οὗτος ὑμῖν οὐχὶ προσῆλθε πέντʼ ἐτῶν, ὧν ἐτιμήθη μὴ λέγειν αὐτῷ.5 τίς οὖν ἐν τούτῳ τῷ χρόνῳ τοῦτον ἐπόθησεν; τί τῶν τῆς πόλεως ἐλλειφθὲν διὰ τὴν ἀπουσίαν εἶδε τὴν τούτου; τί δέ, ἀφʼ οὗ νῦν λέγει, βέλτιον γεγονός; ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον, ὃν μὲν οὐ προσῄει χρόνον ὑμῖν, ἀναπαύσασθαι τῶν κακῶν ἡ πόλις ὧν ἅπασιν οὗτος παρεῖχεν, ἀφʼ οὗ δὲ πάλιν δημηγορεῖ, πολιορκεῖσθαι, λόγους στασιώδεις καὶ ταραχώδεις ἐν ἁπάσαις ἀεὶ ταῖς ἐκκλησίαις λέγοντος τούτου.
然而指宙斯发誓,诸位或许会承认实情确是如此,却仍判定此人对城邦有用,以致应当对这一切视而不见而将他保全。可是,雅典的男人们,凡诸位已在实践中亲身经历之事,绝不可仅凭言辞去揣度。此人曾有五年之久未曾走近诸位,因判决裁定他不得发言。那么在此期间,有谁曾想念过他?由于他的缺席,〔有谁〕见到城邦的哪项事务有所荒废?而自从他如今再度发言以来,又有何事变得更好了呢?依我之见恰恰相反:在他未曾走近诸位的岁月里,城邦得以摆脱此人加诸所有人之身的祸害而休养生息;而自从他重登演坛发表政见以来,城邦便如同遭到围困,皆因他每次在所有公民大会上无不发表煽动派系与制造骚乱之辞。
- 37εὐθύνας διδόντος
属格绝对结构,其逻辑主语(ἐμοῦ)因上下文明确而省略,意为“当我在进行(卸任公职的)账目交卸审查时”。
- 39οὐδένʼ ἂν ἧττον εὕροι χρήσιμον ὄντʼ ἢ τοῦτον ἑαυτῷ
使用比较级(ἧττον... ἤ)的曲言法(弱陈强意):字面直译为“找不到比此人对自己更无用者”,实际表达最高级含义,即“此人对自己而言最无用处”。
- 40ὥστʼ οὐκ ἂν φθάνοι κατακοπτόμενος
惯用句型 οὐκ ἂν φθάνοι 搭配分词,表示“做某事绝不嫌早”或“理应立即……”。此处与被动分词 κατακοπτόμενος 连用,意为“将他打死绝不嫌早”或“越早打死越好”。
- 41ὧν ἂν ἐκ τούτων ... τούτων
关系从句与复指指示词形成的照应结构。ὧν 受到先行词/后承词 τούτων 的格引诱或支配,ἐκ τούτων 承接前文分词短语表方式(“借此”),整体句式骨架为“ὧν ἂν παρακρούσηται... τούτων δίκην λαμβάνει”(在公民大会上欺瞒诸位的那些事上,他走下演坛后便就那些事勒索罚款)。
- 42πέντʼ ἐτῶν, ὧν ἐτιμήθη μὴ λέγειν αὐτῷ
πέντʼ ἐτῶν 为表示时间范围的属格(“在五年之内/五年间”)。关系代词 ὧν 承前指代该先行词并保持时间属格。ἐτιμήθη 为法庭量刑裁决的被动语态,意为“裁决判定他不得发言的五年期间”。
