- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:30-36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出阿里斯托盖同集负债、褫夺公权等一切不适格特征于一身,且完全被绝望的狂妄而非理智所支配,极度危及城邦安全,呼吁裁判官切勿受其狡辩蒙蔽,坚决将其清除。
καὶ μὴν ὅ τι βούλεσθε τούτων ἧττόν ἐστι δεινὸν ἢ εἴ τις ἐξ ὧν οὗτός ἐστι μερῶν εἴποι τοῖς βιαζομένοις ἐξεῖναι λέγειν, ἢ τοῖς ἐκ τοῦ δεσμωτηρίου, ἢ τοῖς ὧν ἀπέκτεινεν ὁ δῆμος τοὺς πατέρας, ἢ τοῖς ἀποδεδοκιμασμένοις ἄρχειν λαχοῦσιν, ἢ τοῖς ὀφείλουσι τῷ δημοσίῳ, ἢ τοῖς καθάπαξ ἀτίμοις, ἢ τοῖς πονηροτάτοις καὶ δοκοῦσι καὶ οὖσι· πάντα γὰρ ταῦθʼ ὑπάρχει τούτῳ, καὶ πρόσεστι τοῖς οἷος οὗτός ἐστι τὴν φύσιν. ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω μὲν αὐτὸν καὶ ἐφʼ οἷς νυνὶ ποιεῖ δικαίως ἂν ἀποθανεῖν, πολὺ μέντοι μᾶλλον, ἢ οὐδέν γʼ ἧττον, ἐφʼ οἷς δῆλός ἐστι ποιήσων,1 εἰ τὴν παρʼ ὑμῶν ἐξουσίαν λήψεται καὶ καιρόν· ὃ μὴ γένοιτο.
事实上,在诸位所能想到的这些限制中,无论哪一项的可怕程度,都远不及有人宣称应当允许那些强行钻营之辈发言——只要他们出自此人所属的阶层:出自监狱者、其父被民众处死者、抽中官职却在审查中被淘汰者、亏欠公款者、被彻底剥夺公民权者,以及名副其实的最邪恶之徒;因为这一切污点皆集于此人一身,并属于生性与他同类之人。雅典的男人们,依我之见,他即便仅因当下的所作所为被处死亦属应当,然而更为应当——或者说绝不亚于此——的,是他一旦从诸位手中获得权力和时机便显然定会做出的恶行;愿此类事永勿发生!
ὃ καὶ θαυμαστόν ἐστιν, εἴ τις ὑμῶν ἀγνοεῖ ὅτι ἐπὶ μὲν καλὸν ἢ χρηστὸν ἢ τῆς πόλεως ἄξιον πρᾶγμʼ οὐδὲν οὗτός ἐστι χρήσιμος (μὴ γάρ, ὦ Ζεῦ καὶ θεοί, τοσαύτη σπάνις ἀνδρῶν γένοιτο τῇ πόλει ὥστε παρʼ Ἀριστογείτονος τῶν καλῶν τι ποιήσασθαι)· ἐφʼ ἃ δʼ ἂν καὶ χρήσαιτό τις τοιούτῳ θηρίῳ, ἀπεύχεσθαι τοῖς θεοῖς μὴ γενέσθαι δεῖ. εἰ δʼ ἄρα συμβαίη, μεῖζόν ἐστιν εὐτύχημα τῇ πόλει ἀπορῆσαι τοὺς βουλομένους ἐξαμαρτεῖν διʼ οὗ τοῦτο ποιήσουσιν, ἢ τοῦτον ἀφειμένον αὐτοῖς ἕτοιμον ὑπάρξαι.
倘若诸位中有人不知此人在任何崇高、有益或配得上城邦的事宜上皆毫无用处,那委实令人惊异(宙斯及诸神在上,但愿城邦永不至于陷入如此的人才匮乏,竟要从阿里斯托盖同手中换取善事!)。至于人们竟会任用此类野兽的勾当,则理当向诸神祈求永勿发生;即便万一发生,城邦若能使企图犯罪者苦于缺乏借以作恶的工具,也远比放纵此人随时听凭他们差遣是更大的幸运。
τί γὰρ οὗτος ὀκνήσειεν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἀνηκέστων ἢ δεινῶν, ἄνθρωπος μιαρὸς καὶ πατρικῆς ἔχθρας πρὸς τὸν δῆμον ἀνάμεστος; τίς δʼ ἂν ἄλλος μᾶλλον, ὃ μὴ γένοιτο, ἀνατρέψειεν τὴν πόλιν, εἰ λάβοιτʼ ἐξουσίας; οὐχ ὁρᾶθʼ ὅτι τῆς φύσεως αὐτοῦ καὶ πολιτείας οὐ λογισμὸς οὐδʼ αἰδὼς οὐδεμία, ἀλλʼ ἀπόνοιʼ ἡγεῖται, μᾶλλον δʼ ὅλον ἔστʼ ἀπόνοιʼ ἡ τούτου πολιτεία; ἣ μέγιστον μέν ἐστιν αὐτῷ τῷ ἔχοντι κακόν, δεινὸν δὲ καὶ χαλεπὸν πᾶσι, πόλει δʼ οὐκ ἀνεκτόν. ὁ γὰρ ἀπονενοημένος ἅπας ἑαυτὸν μὲν προεῖται καὶ τὴν ἐκ λογισμοῦ σωτηρίαν, ἐκ δὲ τοῦ παραδόξου καὶ παραλόγου, ἐὰν ἄρα σωθῇ, σῴζεται.
雅典的男人们,面对任何无可救药或耸人听闻之恶事,这个可憎且对民众满怀世袭仇恨的家伙究竟会退缩什么呢?倘若此人攫取权力,还有谁比他更有可能颠覆城邦?愿此类事永勿发生!难道诸位看不出,引导其天性与公职生活的绝非理智,亦非任何敬畏之心,而是绝望的疯狂,或者更确切地说,他的一整套政治行径本身就是疯狂?这对于身陷其中的当事人而言固然是最大的祸害,对众人而言可怕而棘手,对城邦而言更是断不可容忍。因为凡丧心病狂之人,皆已弃绝自身及源于理智的保全,即便侥幸得救,亦不过是仰赖出乎意料与荒谬反常之事而已。
τίς ἂν οὖν εὖ φρονῶν αὑτὸν ἂν ἢ τὰ τῇ πατρίδι συμφέροντα ταύτῃ συνάψειεν; τίς οὐκ ἂν εἰς ὅσον δυνατὸν φεύγοι, καὶ τὸν ἔχοντα ταύτην ἐκποδὼν ποιήσαιτο, ἵνα μηδʼ ἄκων αὐτῇ ποτε περιπέσῃ; οὐκ ἀπονοίας, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ὑπὲρ πατρίδος βουλευομένους δεῖ ζητεῖν ὅτῳ κοινωνήσουσιν, ἀλλὰ νοῦ2 καὶ φρενῶν ἀγαθῶν καὶ προνοίας πολλῆς. ταῦτα μὲν γὰρ εἰς εὐδαιμονίαν ἄγει πάντας ἀνθρώπους, ἐκείνη δʼ οἷ τοῦτον ἀπελθεῖν δεῖ.3
那么,任何神智清醒之人,谁会将自身或祖国的利益同这种疯狂绑定在一起?谁会不竭力逃离,并将身负此种疯狂之人清除开去,以免连身不由己之时亦陷入其中?雅典的男人们,为祖国深思熟虑之人寻求伙伴所要共有的,绝非疯狂,而是理智、健全的智慧与深远的预见。因为后者将所有人引向福祉,而前者则将人引向此人理应前去覆亡之地。
θεωρεῖτε δὲ μὴ πρὸς τὸν ἐμὸν λόγον, ἀλλʼ εἰς ἅπαντα τὰ τῶν ἀνθρώπων ἔθη βλέποντες. εἰσὶ ταῖς πόλεσι πάσαις βωμοὶ καὶ νεῲ πάντων τῶν θεῶν, ἐν δὲ τούτοις καὶ Προνοίας Ἀθηνᾶς ὡς ἀγαθῆς καὶ μεγάλης θεοῦ, καὶ παρὰ τῷ Ἀπόλλωνι ἐν Δελφοῖς κάλλιστος καὶ μέγιστος νεὼς εὐθὺς εἰσιόντι εἰς τὸ ἱερόν, ὃς ὢν θεὸς καὶ μάντις οἶδε τὸ βέλτιστον· ἀλλʼ οὐκ ἀπονοίας οὐδʼ ἀναιδείας.
诸位审视此事,切勿着眼于我的言辞,而当放眼人类的一切习俗风尚。各城邦中皆有敬奉诸神的祭坛与神殿,而在这些神殿中亦有敬奉“预见之雅典娜”的神庙,因其为善良而伟大的女神;在德尔斐的阿波罗圣地,一踏入圣所便有极其宏丽壮观的神庙——因为他是神与预言者,深知何为至善;然而绝无疯狂与放肆之神庙。
καὶ δίκης γε καὶ εὐνομίας καὶ αἰδοῦς εἰσι πᾶσιν ἀνθρώποις βωμοί, οἱ μὲν κάλλιστοι καὶ ἁγιώτατοι ἐν αὐτῇ τῇ ψυχῇ ἑκάστου καὶ τῇ φύσει, οἱ δὲ καὶ κοινῇ τοῖς πᾶσι τιμᾶν ἱδρυμένοι· ἀλλʼ οὐκ ἀναισχυντίας οὐδὲ συκοφαντίας οὐδʼ ἐπιορκίας οὐδʼ ἀχαριστίας, ἃ πάντα τούτῳ πρόσεστιν.
普天下之人皆有敬奉正义、法治与敬畏的祭坛,其中最美好、最神圣者深植于每个人的灵魂与天性之中,另一些则公然矗立供万众膜拜;但绝无敬奉无耻、诬告、伪誓或忘恩负义的祭坛——而所有这些恶德皆附着于此人身上。
οἶδα τοίνυν ὅτι τὴν μὲν ὀρθὴν καὶ δικαίαν ὁδὸν τῆς ἀπολογίας οὗτος φεύξεται, ἔξωθεν δὲ κύκλῳ περίεισιν λοιδορούμενος καὶ διαβάλλων καὶ ὑπισχνούμενος κρινεῖν, εἰσάξειν, παραδώσειν. ἔστιν δὲ πάντʼ αὐτῷ ταῦτα, ἐάνπερ ὑμεῖς ὀρθῶς σκοπῆτε, ἀδόκιμα. τί γὰρ οὐκ ἐξελήλεγκται τούτων ἐπὶ πάντων πολλάκις;
因此我确知,他定会避开正当合法的申辩之途,而在外围兜圈子,肆意谩骂、中伤,并许诺要控告、带上法庭、予以移交。然而只要诸位审察得当,对他而言这一切皆毫无效力;因为在所有这些勾当上,他又有哪一次不是屡屡被彻底揭穿的呢?
- 30ἐφʼ οἷς δῆλός ἐστι ποιήσων
此处采用了形容词 δῆλός ἐστι 与主格将来分词 ποιήσων 相结合的人称句式,等同于非人称句式 δῆλόν ἐστιν 搭配不定式(即“显而易见他将做出……”)。介词短语 ἐφʼ οἷς 省略了先行词 τούτοις,表示判处死刑的理由或依据(“因其显然将要做出之事”)。
- 33οὐκ ἀπονοίας, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ὑπὲρ πατρίδος βουλευομένους δεῖ ζητεῖν ὅτῳ κοινωνήσουσιν, ἀλλὰ νοῦ
非人称动词 δεῖ 统辖宾格语义主语与不定式(τοὺς ... βουλευομένους ... ζητεῖν),不定式 ζητεῖν 以关系从句 ὅτῳ κοινωνήσουσιν(“与之共有的伙伴”)为宾语;其中动词 κοινωνήσουσιν 同时支配表人的与格(ὅτῳ)和表共有之物的属格(ἀπονοίας ... νοῦ),而 οὐκ ἀπονοίας 因强调而超置于句首。
- 33ἐκείνη δʼ οἷ τοῦτον ἀπελθεῖν δεῖ
本句与前文 ταῦτα μὲν γὰρ εἰς εὐδαιμονίαν ἄγει πάντας ἀνθρώπους 相对称,承前省略了主动词 ἄγει(引向)。方向关系副词 οἷ(“引向……之地”)引出目的地方位从句,委婉指涉此人理当被处死或毁灭的下场。
