- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:24-29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论证唯有仰赖法律的襄助,美德方能压倒邪恶并维系城邦秩序,并警告若放任阿里斯托盖同般的违法乱纪将使民主政体荡然无存。随后他呼吁裁判官严惩这位悍然无视巨额债务与法定隔离令的被告。
πάντα γὰρ τὰ σεμνὰ καὶ καλὰ καὶ διʼ ὧν ἡ πόλις κοσμεῖται καὶ σῴζεται, ἡ σωφροσύνη, ἡ πρὸς τοὺς γονέας καὶ τοὺς πρεσβυτέρους ὑμῶν παρὰ τῶν νέων αἰσχύνη, ἡ εὐταξία, τῇ τῶν νόμων προσθήκῃ τῶν αἰσχρῶν περίεστιν, τῆς ἀναισχυντίας, τῆς θρασύτητος, τῆς ἀναιδείας. ἰταμὸν γὰρ ἡ πονηρία καὶ τολμηρὸν καὶ πλεονεκτικόν, καὶ τοὐναντίον ἡ καλοκαγαθία ἡσύχιον καὶ ὀκνηρὸν καὶ βραδὺ καὶ δεινὸν ἐλαττωθῆναι.1 τοὺς νόμους οὖν δεῖ τηρεῖν καὶ τούτους ἰσχυροὺς ποιεῖν τοὺς ἀεὶ δικάζοντας ὑμῶν· μετὰ γὰρ τούτων οἱ χρηστοὶ τῶν πονηρῶν περίεισιν.
因为一切庄严与美好、且城邦赖以受到整饬与保全之事——节制,青年对诸位的父母与长辈所怀有的敬畏,规矩整肃——皆因法律的襄助才得以凌驾于可耻之事之上,凌驾于无耻、蛮横与放肆之上。因为邪恶是跋扈、胆大且贪婪的,而相反,品行高尚者则是宁静、迟疑、缓慢且难于承受吃亏的。因此,诸位中历次出任裁判官之人必须守护法律,并使之坚定有力;因为有了法律,善良之人方能压倒邪恶之人。
εἰ δὲ μή, λέλυται πάντα, ἀνέῳκται, συγκέχυται, τῶν πονηροτάτων καὶ ἀναιδεστάτων ἡ πόλις γίγνεται. φέρε γὰρ πρὸς θεῶν, εἰ ἕκαστος τῶν ἐν τῇ πόλει τὴν Ἀριστογείτονος τόλμαν καὶ ἀναισχυντίαν λαβών, καὶ διαλογισάμενος ταῦθʼ ἅπερ οὗτος, ὅτι ἔξεστι καὶ λέγειν καὶ ποιεῖν μέχρι παντὸς ὅ τι ἂν βούληταί τις ἐν δημοκρατίᾳ, ἄνπερ τοῦ ποῖός τις εἶναι δόξει ταῦτα ποιῶν ὀλιγωρήσῃ, καὶ οὐδεὶς ἐπʼ οὐδενὶ τῶν ἀδικημάτων εὐθὺς αὐτὸν ἀποκτενεῖ· εἰ ταῦτα διανοηθεὶς ὁ μὴ λαχὼν τῷ λαχόντι καὶ ὁ μὴ χειροτονηθεὶς τῷ χειροτονηθέντι ἐξ ἴσου ζητοίη εἶναι καὶ τῶν αὐτῶν μετέχειν, καὶ ὅλως μὴ νέος, μὴ πρεσβύτερος τὰ προσήκοντα πράττοι, ἀλλὰ πᾶν τὸ τεταγμένον ἐξελάσας ἕκαστος ἐκ τοῦ βίου, τὴν ἑαυτοῦ βούλησιν νόμον, ἀρχήν, πάνθʼ ὑπολαμβάνοι· εἰ ταῦτα ποιοῖμεν, ἔστι τὴν πόλιν οἰκεῖσθαι;2 τί δέ; τοὺς νόμους κυρίους εἶναι; πόσην δʼ ἂν οἴεσθε βίαν καὶ ὕβριν καὶ παρανομίαν ἐν ἁπάσῃ τῇ πόλει καθʼ ἑκάστην τὴν ἡμέραν γίγνεσθαι καὶ βλασφημίαν ἀντὶ τῆς νῦν εὐφημίας καὶ τάξεως;
否则,一切皆被瓦解,门洞大开,陷于混乱,城邦便将沦为最邪恶与最无耻之徒的囊中之物。凭诸神起誓,诸位试想,倘若城邦中的每一个人都效法阿里斯托盖同的大胆与无耻,并像他那般盘算:在民主政体之下,只要一个人不在乎自己行此等事时会被视作何种人,他便可以任意妄为、将所思所想言说并推行至极致,且绝无任何人会因其罪行中的任何一项当场将其处死;倘若抱有此种念头,未中签者便谋求与中签者平起平坐,未通过举手当选者便谋求与当选者平起平坐并分享同等特权,概而言之,青年与长者皆不再履行其当尽之责,而是每一个人皆从生活中驱逐一切井然秩序,将一己之意愿视作法律、官职和一切;倘若我们行此等事,城邦还能照常维系吗?那么法律还能保持其权威吗?诸位以为每日整个城邦中将滋生多少暴力、狂暴傲慢与违法之举,又有多少恶语毁谤将取代如今的谨言慎行与井然秩序?
καὶ τί δεῖ λέγειν ὅτι τοῖς νόμοις ἅπαντα κοσμεῖται καὶ τῷ τούτοις πείθεσθαι; ἀλλʼ ὑμεῖς αὐτοὶ πάντων ἄρτι κληρουμένων Ἀθηναίων, καὶ πάντων εὖ οἶδʼ ὅτι βουλομένων εἰς τοῦτο λαχεῖν τὸ δικαστήριον, μόνοι δικάζεθʼ ἡμῖν. διὰ τί; ὅτι ἐλάχετε, εἶτʼ ἀπεκληρώθητε· ταῦτα δʼ οἱ νόμοι λέγουσιν. εἶθʼ ὑμεῖς αὐτοὶ κατὰ τοὺς νόμους εἰσεληλυθότες τὸν παρὰ τοὺς νόμους λέγειν ἢ πράττειν τι βιαζόμενον λαβόντες ἀφήσετε; καὶ οὐδεὶς ὑμῶν χολὴν οὐδʼ ὀργὴν ἔχων φανήσεται ἐφʼ οἷς ὁ βδελυρὸς καὶ ἀναιδὴς ἄνθρωπος βιάζεται τοὺς νόμους;
又何须再说一切皆由法律及对法律的顺从所规制呢?方才所有雅典人抽签之时,且我确知所有人都渴望抽中本法庭,却唯独诸位自身出庭审判我们。这是为何?因为诸位抽中了签,进而被选定;而这正是法律所明文规定的。那么,诸位自身依法律入席,在捕获了那个强行要违背法律而言说或行事之人后,难道反倒要放过他吗?面对这可憎而无耻之徒蹂躏法律之举,诸位中难道没有一个人会显露出愤怒与激愤吗?
ὅς, ὦ μιαρώτατε πάντων τῶν ὄντων ἀνθρώπων, κεκλειμένης σου τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, ἃ καὶ παρανοίξειεν ἄν τις, ἀλλὰ τοσούτοις καὶ τηλικούτοις ὀφλήμασιν, καὶ τούτων παρὰ τῇ θεῷ κειμένων, εἰς τὸ ἐντὸς τούτων βιάζει3 καὶ προσέρχει πρὸς ταῦτʼ ἀφʼ ὧν ἀπελαύνουσίν σʼ οἱ νόμοι· ἀπεσχοινισμένος πᾶσι τοῖς ἐν τῇ πόλει δικαίοις, γνώσει δικαστηρίων τριῶν, ἐγγραφῇ θεσμοθετῶν, ἑτέρᾳ πρακτόρων, τῇ τῆς βουλεύσεως, ἣν αὐτὸς διώκεις, γραφῇ, μόνον οὐχ ἁλύσει σιδηρᾷ, ὑποδύει παρὰ ταῦτα καὶ διασπᾷς, καὶ προφάσεις πλάττων καὶ ψευδεῖς αἰτίας συντιθεὶς τὰ κοινὰ δίκαιʼ ἀνατρέψειν οἴει.
世间一切活人中最污秽之徒啊!你的言论自由并未被格子门或门户所关闭——那些门户人们尚且可以推开——而是被如此之多、如此沉重的公款债务所封禁,且这些债务已登记属于女神;然而你却硬闯其内,逼近那些法律将你驱逐开的特权;你被城邦中一切合法程序、被三个法庭的裁决、被司法官的登记、被征收官的另一项登记、被你自己正在起诉的谋害公诉所拉绳围蔽隔离,几乎形同被铁链锁固,你却钻其空子将其撕裂,靠捏造托词、罗织虚假理由,自以为能推翻公众的正义之法!
καὶ μὴν μέγα καὶ σαφὲς ὑμῖν ἐρῶ παράδειγμα, ὅτι ταῦτʼ οὐδὲ καθʼ ἓν προσήκει παριδεῖν. εἰ γάρ τις αὐτίκα δὴ μάλʼ εἴποι ὡς ἐκ τῶν νεωτάτων ἢ τῶν πλουσιωτάτων ἢ τῶν λελῃτουργηκότων ἢ τῶν τοιούτων τι μερῶν ἀφορίσας, τοὺς λέγοντας εἶναι δεῖ, ἀποκτείναιτʼ ἂν αὐτὸν εὖ οἶδʼ ὅτι, ὡς καταλύοντα τὸν δῆμον, καὶ δικαίως ἂν τοῦτο ποιήσαιτε.
况且,我将向诸位讲一个重大而明确的例证,说明在任何一点上皆不可对这些行为视若无睹。因为倘若此刻有人主张,必须从最年轻者、或最富有者、或承担过公益捐献者、或诸如此类的阶层中划定范围来选任演说人,我确知诸位定会将他处死,视其为颠覆民主政体之人,且诸位如此行亦是理所应当的。
- 24δεινὸν ἐλαττωθῆναι
形容词 δεινόν 后接表示限定或说明的被动不定式 aorist 形式 ἐλαττωθῆναι(源自 ἐλαττόομαι,“处于劣势、吃亏”)。虽然 δεινός 通常意为“可怕的”或“精明的”,但此处与 ὀκνηρόν(迟疑的)、βραδύ(迟缓的)并列,并与前文的 πλεονεκτικόν(贪婪占先的)形成鲜明对照,因而指“对吃亏退让心怀畏惧”或“不善于/易于处于下风”,描摹美德在面对进逼的邪恶时的脆弱被动。
- 26εἰ ταῦτα ποιοῖμεν, ἔστι τὴν πόλιν οἰκεῖσθαι;
此为一个复合条件句:自前节末尾由 φέρε γὰρ πρὸς θεῶν, εἰ ἕκαστος... 引出的长篇假设从句,经由多个分词句与祈愿语气从句(ζητοίη, πράττοι, ὑπολαμβάνοι)的层层铺垫,最终被 εἰ ταῦτα ποιοῖμεν(现在时祈愿语气)作总括性总结;主句则采用无人称动词 ἔστι(即 ἔξεστι,“是可能的”)的直陈式现在时反问句,将潜在的假设(倘若我们真这样做)与现实中绝无可能(城邦岂能维系)作鲜明对比。
- 28ὅς, ὦ μιαρώτατε πάντων τῶν ὄντων ἀνθρώπων... βιάζει
该句以关系代名词 ὅς 开头,在插入了激烈的呼告(ὦ μιαρώτατε...)以及让步性质的属格独立结构(κεκλειμένης σου τῆς παρρησίας...)之后,语法直接过渡到针对被告的第二人称谴责主动词 βιάζει(以及随后的 προσέρχει, ὑποδύει, διασπᾷς, οἴει)。原本引导第三人称从句的关系代词与法庭上针对对方的直接斥责(顿呼)相融合,充当了表达强烈愤慨与指控的感叹性关系从句。
