- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:17-23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论证阿里斯托盖同背离立法的两大宗旨而在债务与违法上均已败诉,阐明法律与全体顺从乃是维系政制与公序良俗的基石及共同互助款项,并列举各机构的具体秩序为例证。
ἀλλὰ μὴν ὅτι νῦν Ἀριστογείτων τοῖς μὲν τῆς ἐνδείξεως δικαίοις ἅπασιν ἑάλωκεν, ἕτερος δʼ οὐδὲ εἷς ἔστιν ἀνεκτὸς αὐτῷ λόγος, περὶ τούτων ῥᾴδιον διδάξαι. δυοῖν γὰρ ὄντοιν, ὦ ἄνδρες Ἀθηναῖοι, ὧν ἕνεκα πάντες τίθενται οἱ νόμοι, τοῦ τε μηδένα μηδὲν ὃ μὴ δίκαιόν ἐστι ποιεῖν,1 καὶ τοῦ τοὺς παραβαίνοντας ταῦτα κολαζομένους βελτίους τοὺς ἄλλους ποιεῖν, ἀμφοτέροις τούτοις οὗτος ἔνοχος ὢν φανήσεται. ἐπὶ μὲν γὰρ οἷς ἐξ ἀρχῆς παρέβη τοὺς νόμους, τὰ ὀφλήματʼ αὐτῷ γέγονεν· ἐπὶ δʼ οἷς οὐκ ἐμμένει τούτοις, νῦν ἐπὶ τὴν παρʼ ὑμῶν ἄγεται τιμωρίαν, ὥστε μηδεμίαν καταλείπεσθαι πρόφασιν διʼ ἣν ἄν τις αὐτὸν ἀφείη.
然而,阿里斯托盖同如今在揭发令的所有法定事由上均已完全败诉,且他别无任何可容忍的说辞,要阐明这些是容易的。因为雅典人诸位,在立法的两项目的——即既不容任何人行非正义之事,又令违犯这些法规者受到惩处从而使其他人变得更好——之中,此人将被表明在这两方面皆罪责难逃。因为一方面,因他起初违犯法律,债务便加诸其身;另一方面,因他不遵从这些,如今被押解到诸位面前领受惩处,以至于不再剩下任何可以据此放过他的托词。
οὐδὲ γὰρ αὖ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς ἄρʼ ἐκ τούτων οὐδὲν ἡ πόλις βλάπτεται. ἐγὼ γάρ, ὅτι μὲν πάντʼ ἀπόλλυται τὰ τῆς πόλεως ὀφλήματα, εἰ τὰ τούτου σοφίσματα προσδέξεσθε, καὶ ὅτι, εἰ ἄρα δεῖ τινας ἐκ τῶν ὀφειλόντων ἀφιέναι, τοὺς ἐπιεικεστάτους καὶ βελτίστους καὶ τοὺς ἐπὶ τοῖς ἥκιστα δεινοῖς ὠφληκότας, τούτους ἀφιέναι δεῖ, οὐχὶ τὸν πονηρότατον καὶ πλεῖσθʼ ἡμαρτηκότα καὶ δικαιότατʼ ὠφληκότα καὶ ἐπὶ δεινοτάτοις (τί γὰρ ἂν γένοιτο συκοφαντίας καὶ παρανομίας δεινότερον, ἐφʼ οἷς ἀμφοτέροις οὗτος ὤφληκεν;) καὶ ὅτι οὐδʼ εἰ πᾶσι τοῖς ἄλλοις, οὐχὶ τῷ βιαζομένῳ δήπου συγχωρῆσαι προσήκει (ὕβρις γὰρ δὴ τοῦτό γε), καὶ πάντα τὰ τοιαῦτʼ ἐάσω· ἀλλʼ ὅτι καὶ πᾶς ὁ τῆς πόλεως καὶ τῶν νόμων κόσμος, ὦ ἄνδρες Ἀθηναῖοι, συνταράττεται καὶ διαφθείρεται τὸ κατὰ τοῦτον, καὶ τοῦτʼ οἶμαι σαφῶς ὑμῖν ἐπιδείξειν.2
再者,亦断不能说城邦并未因此遭受损害。因为我且按下这些不表:若诸位接纳此人的诡辩,城邦的一切债权便将化为乌有;又若确实必须赦免债务人中的某些人,理当赦免的是那些最讲理、最优秀以及因最轻微过失而被课以罚金的人,而不是那个最邪恶、犯过最多、最正当地被处以罚金且罪名最令人发指的人(因为世上何事能比诬陷与违法提案更为发指?而此人正是在这两项上皆被判有罪);以及哪怕对其他所有人都予以宽贷,亦绝不宜对一个恃强用蛮之人妥协让步(因这纯属狂暴傲慢)——诸如此类之事我皆置而不论;但我认为我将向诸位清楚指明的,乃是就此人而言,城邦与法律的整个秩序皆已被其扰乱并毁坏,雅典人诸位。
λέξω δʼ οὔτε καινὸν οὔτε περιττὸν οὐδὲν οὔτʼ ἴδιον, ἀλλʼ ὃ πάντες ὑμεῖς ἴσθʼ ὁμοίως ἐμοί. εἰ γάρ τις ὑμῶν ἐξετάσαι βούλεται τί ποτʼ ἐστὶ τὸ αἴτιον καὶ τὸ ποιοῦν τὴν βουλὴν συλλέγεσθαι, τὸν δῆμον εἰς τὴν ἐκκλησίαν ἀναβαίνειν, τὰ δικαστήρια πληροῦσθαι, τὰς ἕνας ἀρχὰς ταῖς νέαις ἑκούσας ὑπεξιέναι, καὶ πάντα διʼ ὧν ἡ πόλις οἰκεῖται καὶ σῴζεται γίγνεσθαι, τοὺς νόμους εὑρήσει καὶ τὸ τούτοις ἅπαντας πείθεσθαι, ἐπεὶ λυθέντων γε τούτων, καὶ ἑκάστῳ δοθείσης ἐξουσίας ὅ τι βούλεται ποιεῖν, οὐ μόνον ἡ πολιτεία οἴχεται, ἀλλʼ οὐδʼ ὁ βίος ἡμῶν τοῦ τῶν θηρίων οὐδὲν ἂν διενέγκαι.
而我所将言说的,既非新奇之论,亦非多余或我一己之见,而是诸位与我同样了然于胸之事。因为倘若诸位中有人愿意考究,究竟是什么原因与动力促使议事会得以聚集、民众得以升至公民大会、法庭得以坐满、前任官吏自愿向新任官吏交卸职权,并使城邦赖以维系与得救的一切事务得以运转,他定会发现正是法律以及全体人对法律的顺从;因为一旦这些法律被废弃,且每个人都被赋予为所欲为的特权,那么不仅政制将荡然无存,连我们的生活与野兽的生活也将毫无二致。
τί γὰρ ἂν τοῦτον αὐτὸν οἴεσθε ποιεῖν λυθέντων τῶν νόμων, ὃς ὄντων κυρίων τοιοῦτός ἐστιν; ἐπειδὴ τοίνυν οἱ νόμοι μετὰ τοὺς θεοὺς ὁμολογοῦνται σῴζειν τὴν πόλιν, δεῖ πάντας ὑμᾶς τὸν αὐτὸν τρόπον ὥσπερ ἂν εἰ καθῆσθʼ ἐράνου πληρωταί,3 τὸν μὲν πειθόμενον τούτοις ὡς φέροντα τὴν τῆς σωτηρίας φορὰν πλήρη τῇ πατρίδι τιμᾶν καὶ ἐπαινεῖν, τὸν δʼ ἀπειθοῦντα κολάζειν.
因为诸位试想,当法律仍然有效时此人尚且如此,若法律被废弃,他自己又会做出何等勾当?既然公认在众神之后正是法律保全了城邦,那么诸位所有人便当如同作为互助会摊派费用的缴纳者坐在一起那般,尊崇并赞誉遵从法律之人——因其为祖国交纳了完全的救全份额——并惩处抗命之人。
ἔρανος γάρ ἐστιν πολιτικὸς καὶ κοινὸς πάνθʼ ὅσα, ταξάντων τῶν νόμων, ἕκαστος ἡμῶν ποιεῖ. ὃν ὁ λείπων, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ καὶ καλὰ καὶ σεμνὰ καὶ μεγάλʼ ὑμῶν ἀφαιρεῖται καὶ διαφθείρει τὸ καθʼ αὑτόν.
因为在法律明定之下我们每人所做的一切,乃是一项公民性的、共通的互助款项。雅典人诸位,拖欠此款者,便是在自身分内夺走并毁坏诸位许多美好、庄严而伟大的事物。
ὧν ἓν ἢ δύʼ ἐρῶ παραδείγματος ἕνεκα, τὰ γνωριμώτατα. τὸ τὴν βουλὴν τοὺς πεντακοσίους ἀπὸ τῆς τοιαυτησὶ κιγκλίδος τῶν ἀπορρήτων κυρίαν εἶναι, καὶ μὴ τοὺς ἰδιώτας ἐπεισιέναι· τὸ τὴν ἐξ Ἀρείου πάγου βουλήν, ὅταν ἐν τῇ βασιλείῳ στοᾷ καθεζομένη περισχοινίσηται, κατὰ πολλὴν ἡσυχίαν ἐφʼ ἑαυτῆς εἶναι, καὶ ἅπαντας ἐκποδὼν ἀποχωρεῖν· τὸ τὰς ἀρχὰς ἁπάσας,4 ὅσας οἱ λαχόντες ἄρχουσιν ὑμῶν, ἅμα τῷ τὸν ὑπηρέτην εἰπεῖν μετάστητʼ ἔξω τῶν νόμων κρατεῖν ἐφʼ οἷς εἰσεπέμφθησαν, καὶ μηδὲ τοὺς ἀσελγεστάτους βιάζεσθαι· ἄλλα μυρία.
在此我仅举一二最为人熟知的例子:五百人议事会在这样的栅栏之内享有对机密事务的决断权,而私人不得闯入;战神山议事会每当在皇家柱廊就坐并拉起绳索围蔽时,便在极度的肃静中独立理事,所有人皆退避回避;诸位中抽签得任者所执掌的一切职权,当差役一喊出“退到外面去”之时,便能维护其赖以任命的法律之权威,即便是最放肆之人亦不敢动蛮;此外更有千万般此类情状。
- 17δυοῖν γὰρ ὄντοιν, ὦ ἄνδρες Ἀθηναῖοι, ὧν ἕνεκα πάντες τίθενται οἱ νόμοι, τοῦ τε μηδένα μηδὲν ὃ μὴ δίκαιόν ἐστι ποιεῖν, καὶ τοῦ τοὺς παραβαίνοντας ταῦτα κολαζομένους βελτίους τοὺς ἄλλους ποιεῖν
短语 δυοῖν ὄντοιν 为独立属格,其后带冠词的不定式短语 τοῦ τε ... ποιεῖν 与 καὶ τοῦ ... ποιεῖν(属格)作为同位语,具体阐述了立法的两项目的。随后主句中的 ἀμφοτέροις τούτοις 为与格,受形容词 ἔνοχος 支配,意为“在这两方面皆有罪责/触犯”。
- 18ἐγὼ γάρ, ὅτι μὲν πάντʼ ἀπόλλυται ... ἐάσω· ἀλλʼ ὅτι καὶ πᾶς ὁ τῆς πόλεως καὶ τῶν νόμων κόσμος ... ἐπιδείξειν
此处采用了修辞学中的“略言法”(praeteritio)。句子的核心骨架为 ἐγὼ γάρ, [ὅτι μὲν ... ἐάσω]· ἀλλʼ [ὅτι ... ἐπιδείξειν](其中 ἐπιδείξειν 作 οἶμαι 的宾语补足语)。演说者先列举了三个由 ὅτι 引导的从句(债权损失、赦免此等恶人的不当等),旋即声称将其置而不论(ἐάσω),进而以转折连词 ἀλλά 凸显其核心论点:城邦与法治秩序的彻底破坏。
- 21ὥσπερ ἂν εἰ καθῆσθʼ ἐράνου πληρωταί
此句为 ὥσπερ ἂν εἰ 接直陈式未完成过去时(καθῆσθε)构成的虚拟比喻结构,意为“如同诸位正作为互助会(eranos)的份额交纳者就坐一般”。演说者将守法比喻为向城邦这个共同的互助会交清“救全的份额”(τὴν τῆς σωτηρίας φοράν),以此确立审判官奖赏遵法者、惩戒违抗者的公民职责。
- 23ὧν ἓν ἢ δύʼ ἐρῶ παραδείγματος ἕνεκα, τὰ γνωριμώτατα. τὸ τὴν βουλὴν ... τὸ τὴν ἐξ Ἀρείου πάγου βουλήν ... τὸ τὰς ἀρχὰς ἁπάσας
承接前句关系代词 ὧν(先行词为前文的 πολλὰ καὶ καλὰ καὶ σεμνὰ καὶ μεγάλα)的举例结构。此处并列了三个带有中性单数冠词 τό 的对格加不定式短语(τὸ ... κυρίαν εἶναι, τὸ ... εἶναι, τὸ ... κρατεῖν),作为同位语列举了法治所保障的具体制度规范:五百人议事会的机密权、战神山议事会的肃穆威严,以及长官驱逐闲杂人等的执行权。
