← 狄摩西尼

控诉阿里斯托格同一

§10-16

敬畏正义女神与法律和本性的区分

演说者敦促审判官们在“良法秩序”与“正义女神”的瞩目下严正判决,解释了自己勉强接受控方职责的原委,进而确立了无序的人性与作为神赐理智之普遍法律之间的根本区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

εἰ μὲν οὖν ὑμεῖς ταῦτα βούλεσθε καὶ μετὰ τῆς ὑμετέρας γνώμης οὗτοι ταῦτα ποιοῦσιν, ὁδῷ βαδίζει1 καὶ ἐᾶν δεῖ· εἰ δʼ ἐπανορθώσασθαι ταῦτʼ ἔτι καὶ νῦν οἴεσθε χρῆναι, καὶ τὰ προειμένα πόρρω καὶ πολὺν ἤδη χρόνον αἰσχρῶς καὶ κακῶς ὑπὸ τούτων διακείμενα βελτίω ποιῆσαι, πάντα τὰ τοιαῦτʼ ἔθη παριδόντας ὑμᾶς τήμερον ὀρθῶς δεῖ δικάσαι, τὴν τὰ δίκαιʼ ἀγαπῶσαν Εὐνομίαν περὶ πλείστου ποιησαμένους, ἣ πάσας καὶ πόλεις καὶ χώρας σῴζει· καὶ τὴν ἀπαραίτητον καὶ σεμνὴν Δίκην, ἣν ὁ τὰς ἁγιωτάτας ἡμῖν τελετὰς καταδείξας Ὀρφεὺς παρὰ τὸν τοῦ Διὸς θρόνον φησὶ καθημένην πάντα τὰ τῶν ἀνθρώπων ἐφορᾶν, εἰς αὑτὸν ἕκαστον νομίσαντα βλέπειν οὕτω ψηφίζεσθαι, φυλαττόμενον καὶ προορώμενον μὴ καταισχῦναι ταύτην, ἧς ἐπώνυμός ἐστιν ὑμῶν ἕκαστος ὁ ἀεὶ δικάζειν λαχών,2 πάντα τὰ ἐν τῇ πόλει καλὰ καὶ δίκαια καὶ συμφέροντα ταύτην τὴν ἡμέραν παρακαταθήκην ἔνορκον εἰληφὼς παρὰ τῶν νόμων καὶ τῆς πολιτείας καὶ τῆς πατρίδος.

因此,诸位若愿意如此,且他们是在诸位赞同之下行这些事的,那么事情便是在顺理而行,自当任其自然;但诸位若认为即便在此时也必须纠正这些乱象,并将那些早已被置之不顾、长久以来被这些人弄得丑陋且恶劣的事务予以改善,那么诸位今日便必须摒除所有这类陋习,作出公正的裁决;诸位当把热爱正义的“良法秩序”置于至高地位——她保全了一切城邦与国土;并当念及严正而不可祈移的“正义女神”——那位向我们传布最神圣秘仪的俄耳甫斯曾言,她坐于宙斯宝座之旁,监察人间的一切举动——诸位当坚信她正在注视着诸位每个人,并如此进行投票,时刻谨防并预为提防切勿羞辱了她;诸位中每次抽签得任审判官之人,正是以她之名获称,且在这一天从法律、政制与祖国那里,以起誓的形式领受了城邦中一切崇高、正义与有益之事物作为神圣信托。

§12

ὡς εἰ μὴ τοῦτον ἕξετε τὸν τρόπον, ἀλλʼ ἀπὸ τῆς συνήθους εὐηθείας εἰσεληλυθότες καθεδεῖσθε, φοβοῦμαι μὴ τὸ πρᾶγμʼ εἰς τοὐναντίον περιστῇ καὶ δοκοῦντες ἡμεῖς Ἀριστογείτονος κατηγορεῖν ὑμῶν κατηγοροῦντες φανῶμεν· ὅσῳ γὰρ ἂν μᾶλλον ἡμῶν δειξάντων τὴν τούτου πονηρίαν μηδὲν ὑμεῖς φροντίσητε, τοσούτῳ μείζων ἡ καθʼ ὑμῶν αἰσχύνη γενήσεται. καὶ περὶ μὲν τούτων ἱκανά.

因为诸位若不抱持这种态度,反而循着平日的宽容松懈入庭枯坐,我担心事态会走向反面,我们看似在控告阿里斯托盖同,到头来反倒显出是在控告诸位;因为我们越是揭露此人的奸恶而诸位越是不予理会,加诸诸位身上的耻辱也就越发沉重。关于这些,言尽于此即可。

§13

πάνυ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μετὰ πάσης οἰκειότητος ἐρῶ τἀληθῆ πρὸς ὑμᾶς. ἐγὼ γὰρ ἐν ταῖς ἐκκλησίαις ὁρῶν ὑμᾶς κατατάττοντάς με καὶ προχειριζομένους ἐπὶ τὴν τούτου κατηγορίαν, ἠχθόμην καὶ μὰ τὸν Δία καὶ πάντας θεοὺς οὐκ ἐβουλόμην. οὐ γὰρ ἠγνόουν ὅτι ὁ ποιήσας τι τοιοῦτον παρʼ ὑμῖν καὶ παθὼν ἀπέρχεται.3 εἰ δὲ μὴ τηλικοῦτον ὥστʼ εὐθὺς αἰσθέσθαι, ἀλλʼ ἐὰν πολλὰ τοιαῦτα ποιῇ καὶ μὴ παύηται, ταχὺ γνώσεται. ὅμως δʼ ἀναγκαῖον ἡγούμην εἶναι πείθεσθαι τοῖς ὑμετέροις βουλήμασιν.

雅典人诸位,我将毫无保留、出于由衷的至诚向诸位吐露真情。因为在公民大会上,当我看见诸位将我列入名单并选拔我承担对此人的控告时,我深感烦恼,凭宙斯和众神起誓,我实不情愿。因为我并非不知,在诸位面前行此等事的人,离去时自身亦难免蒙受侵害;即便这侵害尚不足以令人立即察觉,但若屡行不怠且不肯收手,很快便会深有体会。然而,我认为顺从诸位的意愿乃是势所必然。

§14

τὰ μὲν οὖν περὶ τῆς ἐνδείξεως καὶ τῶν νόμων δίκαια αὐτόν, ὅπερ πεποίηκεν, Λυκοῦργον ἐρεῖν ἡγούμην, καὶ τοὺς μάρτυρας τῆς πονηρίας τῆς τούτου τοῦτον ἑώρων προσκαλούμενον· ἃ δὲ καὶ λογίζεσθαι τοὺς ὑπὲρ πόλεως καὶ νόμων βουλευομένους προσήκει καὶ σκοπεῖσθαι δεῖ, ταῦτα προῃρούμην εἰπεῖν, καὶ νῦν ἐπὶ ταῦτα πορεύσομαι. δότε δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δότε καὶ συγχωρήσατε μοι πρὸς Διός, ὡς πέφυκα καὶ προῄρημαι, περὶ τούτων διαλεχθῆναι πρὸς ὑμᾶς· καὶ γὰρ οὐδʼ ἂν ἄλλως δυναίμην.

关于揭发程序与法律的正当论述,我料想正如吕库尔戈斯所已做的那样,他会亲自阐明,而且我也看见他在传唤证实此人奸险的证人们;至于那些代表城邦与法律深思熟虑之人所宜考量、且必须审视的事项,我正是决意宣讲这些,此刻我便转入此题。雅典人诸位,请允准吧,凭宙斯起誓,请诸位允准并容许我按照我的本性与平生旨趣向诸位陈述这些;因为除此之外,我委实别无他法。

§15

ἅπας ὁ τῶν ἀνθρώπων βίος, ὦ ἄνδρες Ἀθηναῖοι, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται. τούτων δʼ ἡ μὲν φύσις ἐστὶν ἄτακτον καὶ κατʼ ἄνδρʼ ἴδιον τοῦ ἔχοντος, οἱ δὲ νόμοι κοινὸν καὶ τεταγμένον καὶ ταὐτὸ πᾶσιν. ἡ μὲν οὖν φύσις, ἂν ᾖ πονηρά, πολλάκις φαῦλα βούλεται· διόπερ τοὺς τοιούτους ἐξαμαρτάνοντας εὑρήσετε.

雅典人诸位,凡人类的一切生活,无论居于大邦还是小邑,皆受制于本性与法律。而在二者之中,本性乃是缺乏秩序且因持有它的个人而各异的,法律则是普遍、有条理且对所有人同一的。因此,本性若属邪恶,往往妄求卑劣之事;故而诸位会发现这等人屡屡犯错。

§16

οἱ δὲ νόμοι τὸ δίκαιον καὶ τὸ καλὸν καὶ τὸ συμφέρον βούλονται, καὶ τοῦτο ζητοῦσιν, καὶ ἐπειδὰν εὑρεθῇ, κοινὸν τοῦτο πρόσταγμʼ ἀπεδείχθη,4 πᾶσιν ἴσον καὶ ὅμοιον, καὶ τοῦτʼ ἔστι νόμος. ᾧ πάντας πείθεσθαι προσήκει διὰ πολλά, καὶ μάλισθʼ ὅτι πᾶς ἐστι νόμος εὕρημα μὲν καὶ δῶρον θεῶν, δόγμα δʼ ἀνθρώπων φρονίμων, ἐπανόρθωμα δὲ τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων, πόλεως δὲ συνθήκη κοινή, καθʼ ἣν πᾶσι προσήκει ζῆν τοῖς ἐν τῇ πόλει.

但法律所希求者乃是正义、崇高与公益,法律寻索此道;而一旦被发现,它便被公布为一项共同的指令,对所有人平等且齐一,而这便是法律。所有人理当因诸多缘由顺从于它,尤因一切法律皆为神明的发明与赐予、明智之士的决断、对故意及过失罪愆的纠正,以及城邦的共同契约——城邦中的所有居民依循此道而生活,方得其宜。

语法注4 条
  1. 10ὁδῷ βαδίζει

    使用名词 ὁδός(道路)的与格构成的比喻性习语,字面为“沿路而行”,意为“循序渐进”或“顺理成章”。承接前半假定句(若民众本就希求如此),引出带有反讽或让步意味的结论,即事情既然符合常轨便无需插手干预。

  2. 11ἧς ἐπώνυμός ἐστιν ὑμῶν ἕκαστος ὁ ἀεὶ δικάζειν λαχών

    关系代名词 ἧς 的先行词为前文的 Δίκην(正义女神)。形容词 ἐπώνυμος(以……为名的)指雅典审判官(δικαστής)这一称谓在词源上源自 Δίκη(正义)。带冠词分词短语 ὁ ἀεὶ δικάζειν λαχών(每次抽签获得审判权之人)与 ἕκαστος 同位,用以限定主语。

  3. 13καὶ παθὼν ἀπέρχεται

    主动分词 ποιήσας 与被动/遭逢分词 παθών(源自 ποιέω 与 πάσχω)的对比对仗用法。副词 καί 意为“也/亦”,强调在城邦中挺身发起此类公共控告之人,离场时往往自身亦难免招致怨恨、蒙受某种损害或报复。

  4. 16ἀπεδείχθη

    不定过去时被动态直说语气,在此作“格言式不定过去时”(gnomic aorist),表示不受时间限制的普遍真理而非过去的单次事件。与 ἐπειδάν 引导的时间从句(“每当其被发现之时”)相呼应,阐述法律一经发现便被昭示确立为普遍指令的一般性原则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:10-16