- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:1-9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控告方指出,审判的结果并非取决于言辞的多寡,而是取决于陪审员对待邪恶的态度;他强调被剥夺公民权并欠下公债的被告阿里斯托盖同毫无脱罪的资本,赦免此等恶人必将给城邦与法庭带来耻辱。
πάλαι καθήμενος, ὦ ἄνδρες δικασταί, καὶ κατηγοροῦντος ἀκούων, ὥσπερ ὑμεῖς, Λυκούργου, τὰ μὲν ἄλλα καλῶς αὐτὸν ἡγούμην λέγειν, ἓν δὲ τεθαύμακα ὁρῶν ὑπερδιατεινόμενον, εἰ ἀγνοεῖ1 τοῦθʼ ὅτι οὔτε παρὰ τοὺς ὑφʼ ἑαυτοῦ λόγους εἰρημένους οὔτε παρὰ τοὺς ὑπʼ ἐμοῦ μέλλοντας ῥηθήσεσθαι τὰ τουτουὶ τοῦ ἀγῶνός ἐστιν δίκαιʼ ἰσχυρά, ἀλλʼ ὡς ἂν ἕκαστος ὑμῶν ἔχῃ πρὸς τὸ δυσχεραίνειν ἢ προσίεσθαι πονηρίαν.
审判官诸位,我早已在此坐候,同诸位一样聆听吕库尔戈斯的指控;尽管我认为他在其他方面陈词极为出色,但见他如此过分卖力,在一点上令我深感惊异:难道他不晓得,这场诉讼中立场的坚固有力,既不取决于他本人所作的讲演,也不取决于我将要发表的言论,而完全取决于诸位每个人对厌恶或接纳邪恶持有怎样的态度?
καὶ ἔγωγʼ ὑπολαμβάνω τὴν μὲν κατηγορίαν καὶ τὸ τῶν λόγων πλῆθος ἔθους ἕνεκα καὶ τῆς ὑμετέρας ἀκροάσεως δεῖν ποιήσασθαι, κεκρίσθαι δὲ τοῦτο τὸ πρᾶγμα πάλαι ὑπὸ τῆς ἑκάστου φύσεως οἴκοθεν, καὶ νυνὶ εἰ μέν εἰσιν ὑμῶν οἱ πλείους οἷοι τοὺς πονηροὺς φιλεῖν καὶ σῴζειν, μάτην ἐρραψῳδηκότας ἡμᾶς ἔσεσθαι,2 εἰ δʼ οἷοι μισεῖν, δίκην, ἐὰν θεὸς θέλῃ, τοῦτον δώσειν.
而我个人认为,提出控告以及发表冗长的言论,是为了顺应惯例并供诸位听取而必须进行的,而对这一事项的判决,早已由各人的天性在私下里作出了;眼下,倘若诸位多数人倾向于喜爱并挽救恶人,我们便等于徒然吟诵了辞句;但倘若诸位倾向于憎恨恶人,若神明许可,此人必将受到惩罚。
πολλῶν δὲ λόγων εἰρημένων καὶ πάντων καλῶς, οὐκ ὀκνήσω πρὸς ὑμᾶς εἰπεῖν ἅ γʼ ἐμοὶ φαίνεται. ἐμοὶ γὰρ οὐδʼ ὁτιοῦν ἐοικέναι δοκεῖ τοῖς ἄλλοις ὁ παρὼν ἀγών. σκοπεῖτε δʼ οὑτωσί. πρὸς ἅπαντʼ ἔρχονται τὰ δικαστήρια οἱ μὲν δικασταὶ παρὰ τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος τὸ πρᾶγμα μαθησόμενοι περὶ οὗ δεήσει τὴν ψῆφον ἐνεγκεῖν αὐτούς, οἱ δʼ ἀντίδικοι μεθʼ ἑαυτοῦ δείξων ἑκάτερος ὄντα3 τὰ τῶν νόμων δίκαια.
虽然已有许多言论发表,而且都讲得很好,但我仍不犹豫向诸位陈述我个人的见解。因为在我看来,目前的审判与其余任何案件都绝无相似之处。请诸位这样考量:在所有法庭上,审判官前来,是为了从控告者与被告人那里了解他们必须为其投票的案情,而对讼双方前来,则是为了各自证明法律的正义站在自己一边。
τὰ δὲ τούτου τοῦ ἀγῶνος πῶς ἔχει; οἱ μὲν δικάσοντες ὑμεῖς ἥκετε μᾶλλον ἡμῶν τῶν κατηγόρων εἰδότες καὶ ὀφείλοντα τῷ δημοσίῳ τοῦτον καὶ ἐγγεγραμμένον ἐν ἀκροπόλει καὶ οὐκ ἐξὸν αὐτῷ λέγειν· ὥσθʼ ἕκαστον ὑμῶν κατηγόρου τάξιν ἔχειν καὶ τὸ πρᾶγμʼ εἰδέναι, μὴ μαθεῖν δεῖσθαι.
但这场审判的情形又是如何呢?诸位作为即将判决的人,来到这里时比我们这些控方更为清楚:此人拖欠公款,名字已登录在卫城,且依法不得发言;以至于诸位每个人都已居于控告者的地位,深知案情,无需再去了解。
ὁ δὲ κρινόμενος τῶν μὲν εἰς σωτηρίαν φερόντων ἀλλʼ οὐδʼ ὁτιοῦν πάρεστιν ἔχων, οὐ τοὺς ὑπὲρ αὐτοῦ τοῦ πράγματος λόγους δικαίους, οὐ τὸν ἑαυτοῦ βίον ἀνθρώπινον, οὐκ ἄλλʼ οὐδʼ ὁτιοῦν ἀγαθόν· διʼ ἃ δʼ ἂν καὶ μηδʼ ὁτιοῦν ἀδικῶν τις ἔδεισε, διὰ ταῦθʼ οὗτος οἴεται σωθήσεσθαι· ἐν γὰρ τῇ τῆς πονηρίας ὑπερβολῇ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχει.
反观受审的被告,在有助于获得赦免的条件中,他却连任何一项也不具备:既没有关于事情本身的公正申辩,也没有合乎人情的自身生活,更没有任何其他优点;相反,因着那些哪怕未犯下任何罪行之人也会心生畏惧的事由,他却自以为将得挽救;因为他正是在恶行的极致中寄托了获救的希望。
οὕτω δʼ ἐχόντων τούτων, δοκεῖ μοί τις οὐκ ἂν ἁμαρτεῖν εἰπὼν ὅτι νυνὶ κρίνεται μὲν Ἀριστογείτων, δοκιμάζεσθε δὲ καὶ κινδυνεύεθʼ ὑμεῖς περὶ δόξης. εἰ μὲν γὰρ ὀφθήσεσθʼ ἐπὶ τοῖς οὕτω φανεροῖς καὶ μεγάλοις ἀδικήμασιν ὀργιζόμενοι καὶ τιμωρούμενοι, δόξετε τοῦθʼ, ὅπερ ἐστέ, δικασταὶ καὶ φύλακες τῶν νόμων εἰσεληλυθέναι· εἰ δʼ ἕτερόν τι περιέσται τούτων, ὃ μηδεὶς μὲν ἂν αὐτὸς πεποιηκέναι φήσειεν, ἐν δὲ ταῖς ψήφοις εὑρεθήσεται, δέδοικα μὴ δόξητέ τισιν τὸν ἀεὶ βουλόμενον εἶναι πονηρὸν τῶν ἐν τῇ πόλει παιδοτριβεῖν. ἀσθενὴς μὲν γάρ ἐστιν ἅπας ὁ πονηρὸς καθʼ ἑαυτόν· ᾧ δʼ ἂν ὑμεῖς πρόσθησθε, οὗτος ἰσχυρὸς γίγνεται. ἔστι δὲ τοῦτο τῷ μὲν λαβόντι παρʼ ὑμῶν ἐργασία καὶ δυναστεία, ὑμῖν δὲ τοῖς δοῦσιν ὄνειδος.
事态既然如此,依我看,若有人断言如今受审的固然是阿里斯托盖同,但受到考验并在声誉上冒着风险的却是诸位,此话决不算有失准确。因为诸位若是表现出对如此昭彰、重大的恶行满怀愤慨并加以惩罚,诸位便将显明如诸位所真正是的那样——作为法官与法律的卫士走入法庭;但若出现与此相异的结局——虽然谁也不会承认是自己亲手造成,却将赫然显现于选票之中——我担心某些人会认为诸位是在教唆城邦中任何时刻妄图为非作歹之人。因为一切恶人就其自身而言都是软弱的,但诸位倒向谁,谁就会变得强大;而这对于从诸位那里获得支持的人而言是获利与权柄,对于施与支持的诸位而言却是耻辱。
βουλοίμην δʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸ τοῦ περὶ τῶν ἰδίων ἐμὲ τῶν τουτουὶ λέγειν, σπουδάσαντας ὑμᾶς ἐξετάσαι διὰ βραχέων εἰς ὅσην αἰσχύνην καὶ ἀδοξίαν προῆχε τὴν πόλιν δημοσίᾳ πάντα τὰ τοιαῦτα θηρία, ὧν μέσος καὶ τελευταῖος καὶ πρῶτός ἐστιν οὗτος.
雅典人诸位,在我谈论此人的个人私事之前,我切望诸位能认真且扼要地审视一番:所有这等禽兽——而此人在这类人中正是居于中间、最后与首位的人——究竟已在公共事务中将城邦推入了何等巨大的羞耻与恶名之中。
καὶ τὰ μὲν ἄλλʼ ἐάσω· ἀλλʼ εἰς τὰς ἐκκλησίας ἀναβαίνουσιν, ἐν αἷς ὑμεῖς γνώμης ἀπόδειξιν, οὐ πονηρίας τοῖς λέγουσι προτίθετε, τόλμαν καὶ κραυγὴν καὶ ψευδεῖς αἰτίας καὶ συκοφαντίαν καὶ ἀναισχυντίαν καὶ πάντα τὰ τοιαῦτα συνεσκευασμένοι, ὧν οὐκ ἂν εὕροι τις ἐναντιώτερα τῷ βουλεύεσθαι, νομίζω δʼ οὐδʼ ἂν αἰσχίω. καὶ τούτοις τοῖς αἰσχροῖς ἁπάντων τῶν τῆς πόλεως καλῶν περίεισι, τῶν νόμων, τῶν προέδρων, τοῦ προγράμματος, τῆς εὐκοσμίας.
其他事情我暂且不提;但他们登上公民大会的讲台——在那里,诸位向发言者要求展示的是真知灼见而非邪恶本性——他们却全副武装地带上狂妄、叫嚣、诬陷、讼棍手段、无耻行径以及一切诸如此类的恶习,凡此种种,人们绝找不出更有悖于审议之事,依我看来也找不出更可耻之行。正是凭借这些可耻手段,他们压倒了城邦所有神圣崇高之物:法律、主席团、议事日程与良好秩序。
- 1τεθαύμακα ὁρῶν ὑπερδιατεινόμενον, εἰ ἀγνοεῖ
接在表示情感的动词(τεθαύμακα)之后的 εἰ 从句在此代替 ὅτι 从句,作相当于名词性的从句使用,带有怀疑或惊叹的语气(“惊异于他是否竟不知道”)。ὁρῶν 为修饰主语的状语分词,后接作宾语的分词 ὑπερδιατεινόμενον(指代吕库尔戈斯)。
- 2μάτην ἐρραψῳδηκότας ἡμᾶς ἔσεσθαι
由完成时主动分词 ἐρραψῳδηκότας 与 εἰμί 的将来时不定式 ἔσεσθαι 构成的迂说法将来完成时不定式。在主动词 ὑπολαμβάνω 所统辖的间接引语(宾格不定式结构)中充当从属从句,表示未来某一确定时刻已然完成的状态:“我们将已是徒然吟诵过了”。
- 3μεθʼ ἑαυτοῦ δείξων ἑκάτερος ὄντα
相对于复数主语 οἱ δʼ ἀντίδικοι,单数的 ἑκάτερος 作部分同位语(partitive apposition);表目的的将来时分词 δείξων 相应地与 ἑκάτερος 在单数主格上保持一致。ὄντα 为接在表示“证明/显示”的动词 δείξων 后的补充语分词,其实际主语为 τὰ τῶν νόμων δίκαια。
